Ancient Greek · ~19 min
Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι τοῖς ἡγιασμένοις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-44
Not analysed yet
Ὅρα πόση ἡ παράκλησις ἦν· καὶ πάλιν εὐχόμενοι διαλύονται. Καὶ ἐν Πτολεμαΐδι μίαν μένουσιν ἡμέραν, ἐν δὲ Καισαρείᾳ πλείους. Καὶ ὅτε ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται, οὐκ ἐπὶ τοὺς κινδύνους ῥίπτων ἑαυτὸν, ἀλλ' ἡγούμενος τοῦ Πνεύματος εἶναι τὸ πρόσταγμα. Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι, φησὶν, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα· τουτέστι, τὰ πρὸς τὴν ὁδοιπορίαν λαβόντες. Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ' ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ· γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. Καὶ ὅρα, οὐκ εἶπεν Ἄγαβος, ὅτι Παῦλον δήσουσιν, ἵνα μὴ δόξῃ ἐκ συνθήκης λέγειν· ἀλλὰ, Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Ἄρα καὶ ζώνην εἶχεν. Ἐπειδὴ δὲ οὐκ ἴσχυον πεῖσαι, διὰ τοῦτο ἔκλαιον, εἶτα ἡσύχασαν. Ὁρᾷς φιλοσοφίαν; ὁρᾷς φιλοστοργίαν; Ἡσυχάσαμεν, φησὶν, εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. Ἄγοντες, φησὶ, παρ' ᾧ ξενισθῶμεν. Ἄρα οὐκ εἰς τὴν ἐκκλησίαν. Τότε μὲν γὰρ, ὅτε ὑπὲρ δογμάτων ἀνῄεσαν, ἐν τῇ ἐκκλησίᾳ ξενίζονται· νῦν δὲ παρὰ μαθητῇ τινι ἀρχαίῳ. Δείκνυσι πολὺν τοῦ κηρύγματος τὸν χρόνον λοιπόν· ὅθεν μοι δοκεῖ πολλὰ ἔτη ἐπιτέμνειν ἐν ταῖς Πράξεσιν οὗτος, τὰ κατεπείγοντα μόνον λέγων. Τί ἐστι, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω; Κύριος, φησὶν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. Ἡσυχάζουσι δὲ ἐκεῖνοι, καὶ οὐκ ἀναγκάζουσιν. Ἴσως συνεῖδον, ὅτι τὸ θέλημα ἦν Θεοῦ, ἀπὸ τῆς Παύλου προθυμίας τοῦτο στοχασάμενοι· οὐ γὰρ ἂν οὕτω Παῦλος προεθυμήθη, οὔτε Θεὸς ἂν εἴασεν ὁ ἀεὶ κινδύνων ἐξαρπάζων αὐτόν. Οὕτως οὐκ ἐβούλοντο βαρεῖν τὴν ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος αὐτοὺς, οὐδὲ ἀξίωμα ἀπῄτουν. Ἀσμένως ἡμᾶς, φησὶν, ἀπεδέξαντο οἱ ἀδελφοί. Λοιπὸν εἰρήνης ἦν μεστὰ τὰ πράγματα τὰ ἐν Ἰουδαίοις, καὶ οὐχ ὡς πρότερον πόλεμος ἦν. Ἄγοντες ἡμᾶς, φησὶ, παρ' ᾧ ξενισθῶμεν. Παῦλον ἐξένισεν ἐκεῖνος. Τάχα τις ὑμῶν ἐρεῖ· Εἴ τις κἀμοὶ Παῦλον ἔδωκε ξενίσαι, ἑτοίμως ἂν καὶ μετὰ πολλῆς τῆς προθυμίας τοῦτο ἐποίησα. Ἰδοὺ τὸν Παύλου Δεσπότην ἔξεστί σοι ξενίσαι, καὶ οὐ βούλει· Ὁ γὰρ δεχόμενος, φησὶν, ἕνα τῶν ἐλαχίστων, ἐμὲ δέχεται. Ὅσῳ ἂν ἐλάχιστος ᾖ ὁ ἀδελφὸς, τοσούτῳ μᾶλλον ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται. Ὁ μὲν γὰρ τὸν μέγαν δεχόμενος, πολλάκις καὶ διὰ κενοδοξίαν ποιεῖ· ὁ δὲ τὸν μικρὸν, καθαρῶς διὰ τὸν Χριστόν. Ἔξεστί σοι καὶ τὸν Πατέρα ξενίσαι τοῦ Χριστοῦ, καὶ οὐ βούλει· Ξένος γὰρ ἤμην, φησὶ, καὶ συνηγάγετέ με· καὶ πάλιν, Ἐφ' ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Κἂν μὴ Παῦλος ᾖ, πιστὸς δὲ ᾖ καὶ ἀδελφὸς, κἂν ἐλάχιστος ᾖ, ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται. Ἄνοιξον τὴν οἰκίαν, ὑπόδεξαι. Ὁ δεχόμενος προφήτην, φησὶ, μισθὸν προφήτου λήψεται. Οὐκοῦν καὶ ὁ Χριστὸν δεχόμενος, λήψεται μισθὸν τοῦ τὸν Χριστὸν ξενίζοντος. Μὴ ἀπίστει τοῖς ῥήμασιν αὐτοῦ, ἀλλὰ γενοῦ πιστός· αὐτὸς εἶπεν, ὅτι Δι' αὐτῶν ἐγὼ παραγίνομαι· καὶ ἵνα μὴ ἀπιστῇς, καὶ τιμωρίας ὁρίζει τοῖς μὴ δεχομένοις, καὶ τιμὰς τοῖς δεχομένοις, οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ καὶ ὁ τιμηθεὶς καὶ ὁ ὑβρισθεὶς αὐτὸς ἦν. Ἐδέξω με, φησὶν, εἰς τὸ σὸν καταγώγιον, δέξομαί σε εἰς τὴν βασιλείαν τοῦ Πατρός μου· ἔλυσάς μοι τὸν λιμὸν, λύσω σοι τὰ ἁμαρτήματα· εἶδές με δεδεμένον, ὁρᾶσθαί σε ποιῶ λελυμένον· εἶδές με ξένον, ποιῶ σε πολίτην τῶν οὐρανῶν· ἔδωκάς μοι ἄρτον, δίδωμί σοι βασιλείαν ὁλόκληρον, ὥστε κληρονομῆσαι καὶ κατασχεῖν. Δεῦτε γὰρ, φησὶ, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Οὐκ εἶπε, Λάβετε, ἀλλὰ, Κληρονομήσατε, ὅπερ ἐπὶ τῶν κυρίως κτωμένων λέγεται, ὡς ὅταν λέγωμεν· Τόδε ἐκληρονόμησα. Ἐποίησας εἰς ἐμὲ ἐν κρυπτῷ, ἐγὼ κηρύξω ἐν φανερῷ· καὶ τὰ μὲν σὰ λέγω, ὅτι χάριτος ἦν, τὰ δὲ ἐμὰ, ὀφειλῆς. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ἤρξω, ἐγὼ ἕπομαι καὶ ἀκολουθῶ· οὐκ αἰσχύνομαι ὁμολογῆσαι τὰς εἰς ἐμὲ γενομένας εὐεργεσίας, οὐδὲ τίνων με ἀπήλλαξας, λιμοῦ καὶ γυμνότητος καὶ πλάνης. Εἶδές με δεδεμένον, οὐκ ὄψει τὸ τῆς γεέννης πῦρ· εἶδές με ἀῤῥωστοῦντα, οὐκ ὄψει τὰ βασανιστήρια οὐδὲ τὰς τιμωρίας. Ὢ χεῖρες ὄντως εὐλογημέναι, αἱ τοιαύταις οἰκονομίαις διακονούμεναι, αἱ καταξιούμεναι ὑπηρετεῖν τῷ Χριστῷ. Πόδες εἰς δεσμωτήρια βαδίζοντες διὰ τὸν Χριστὸν, εὐκόλως κατατολμῶσι τοῦ πυρός· οὐ λαμβάνουσι πεῖραν τῶν δεσμῶν χεῖρες αἱ δεδεμένον αὐτὸν ἰδοῦσαι. Ἐνέδυσας ἱμάτιον, καὶ ἐνδύῃ ἱμάτιον σωτηρίου· ἐγένου ἐν δεσμωτηρίῳ μετ' αὐτοῦ, καὶ γίνῃ ἐν βασιλείᾳ μετ' αὐτοῦ. Ταῦτα ὁμολογεῖ οὐκ αἰσχυνόμενος, ἀλλ' εἰδὼς ὅτι αὐτὸν ἐπεσκέψω. Οὐκ ᾔδει ἀγγέλους ξενίζων ὁ πατριάρχης, καὶ ἐξένιζεν. Αἰσχυνθῶμεν, παρακαλῶ· ἐν μεσημβρίᾳ ἐκάθητο ἐπ' ἀλλοτρίας ὢν, ὅπου οὐδὲ βῆμα ποδὸς εἶχε ξένος ἦν, καὶ ξένους ἐξένιζεν ὁ ξένος· πολίτης γὰρ ἦν τῶν οὐρανῶν. Διὰ τοῦτο οὐδὲ ἐπὶ γῆς ὢν, ξένος ἦν. Ἡμεῖς ἐκείνου τοῦ ξένου μᾶλλον ξένοι, μὴ δεχόμενοι ξένους. Οὐκ εἶχεν οἰκίαν, καὶ καταγώγιον ἦν αὐτῷ ἡ σκηνή. Καὶ ὅρα τὸ δαψιλές· μόσχον ἔθυε, καὶ ἄλευρα ἔφυρεν. Ἄκουε καὶ τὸ πρόθυμον· δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς τοῦτο ποιεῖ. Σκόπει καὶ τὸ ἄτυφον· προσκυνεῖ καὶ παρακαλεῖ.