Ancient Greek
Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-52
Not analysed yet
Καὶ σκόπει τὴν οἰκονομίαν· πρῶτον μὲν ἦραν τὸ σκάφος καὶ ἐξήρχοντο, ἔπειτα ὡς ἐνέπεσεν ἄνεμος, ἐδίδουν τῷ φέροντι, καὶ μόλις ἐσώζοντο. Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ Χῶρον. Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες Ἄσσον, παρελέγοντο τὴν Κρήτην. Μετ' οὐ πολὺ δὲ ἔβαλε κατ' αὐτὴν ἄνεμος τυφωνικὸς, ὁ καλούμενος Εὐροκλύδων· συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην, μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἣν ἄραντες, βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσι, χαλάσαντες τὰ ἱστία οὕτως ἐφέροντο. Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινομένων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν, εἶπεν. Ὅρα· μετὰ τὸν τοσοῦτον χειμῶνα οὐκ ἐπεμβαίνων αὐτοῖς διαλέγεται, ἀλλὰ βουλόμενος κἂν εἰς τὸ μέλλον πιστευθῆναι. Ὅθεν καὶ τὰ γεγενημένα παραλαμβάνει εἰς μαρτυρίαν τῆς τῶν ῥηθησομένων ἀληθείας. Καὶ δύο προλέγει, ὅτι τε εἰς νῆσον ἐκπεσεῖν δεῖ, καὶ ὅτι τὸ μὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες σωθήσονται (ὅπερ οὐκ ἦν στοχασμοῦ, ἀλλὰ προφητείας), καὶ ὅτι αὐτὸν Καίσαρι δεῖ παραστῆναι. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς ἅπαντας, ὅπερ εἶπεν, οὐκ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλομένου προσαγαγέσθαι τοὺς ἐμπλέοντας· οὐχ ἵνα γὰρ αὐτῷ χάριν ἔχωσιν, ἀλλ' ἵνα πείθωνται τοῖς ὑπ' αὐτοῦ λεγομένοις, οὕτως εἶπε. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς, τῷ Παύλῳ εἴρηται. Τοῦτο μονονουχὶ λέγων αὐτῷ· Ἄξιοι μὲν εἰσὶν ἀποθανεῖν, ἐπειδὴ παρήκουσαν· πλὴν εἰς τὴν χάριν τὴν σὴν τοῦτο γίνεται. Πολλῆς δὲ, φησὶν, ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μὲν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. Καὶ τανῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ, ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι. Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ κατὰ μέσον τῆς νυκτὸς, ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς κʹ· βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς ιεʹ· φοβούμενοί τε μή πως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, εὔχοντο ἡμέραν γενέσθαι. Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρώρας μελλόντων ἀγκύρας ἐκτείνειν, εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι ἔμελλον οἱ ναῦται φεύγειν ἀπιστοῦντες τῷ λεγομένῳ· ὁ δὲ ἑκατόνταρχος πιστεύει σὺν τοῖς στρατιώταις. Διὸ καί φησιν· Ἐὰν οὗτοι φύγωσιν, ὑμεῖς σωθῆναι οὐ δύνασθε· οὐ διὰ τοῦτο εἰπὼν, ἀλλ' ἵνα κατάσχῃ αὐτοὺς, καὶ ἡ προφητεία μὴ διαπέσῃ. Ὅρα καθάπερ ἐν ἐκκλησίᾳ παιδευομένους αὐτοὺς τοῦ Παύλου τὴν φιλοσοφίαν, οὓς καὶ ἐκ μέσων αὐτῶν σώζει τῶν κινδύνων. Καὶ οἰκονομικῶς ἀπιστεῖται ὁ Παῦλος, ἵνα μετὰ τὴν πεῖραν τῶν πραγμάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονε. Καὶ παραινεῖ πάλιν μεταλαβεῖν τροφῆς, καὶ πείθονται· καὶ αὐτὸς πρῶτος μεταλαμβάνει, οὐ λόγῳ, ἀλλὰ καὶ ἔργῳ πείθων ὡς οὐδὲν ἔβλαψεν ὁ χειμὼν, ἀλλὰ μᾶλλον αὐτῶν τὰς ψυχὰς καὶ ὠφέλησεν. Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέραν γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες, ἄσιτοι διατελεῖτε μηδὲν προσλαβόμενοι. Διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ τῆς κεφαλῆς πεσεῖται. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. Εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς. Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ διακόσιαι ἑβδομηκονταέξ. Κορεσθέντες δὲ τῆς τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον, ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῶρα ἐρείσασα, ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων.