Ancient Greek · ~13 min
Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-53
Not analysed yet
Ὅρα πῶς καὶ πάλιν ὑπὲρ αὐτοῦ ψηφίζονται· καὶ μετὰ τὸ εἰπεῖν, Μαίνῃ, ἀφιᾶσιν αὐτὸν, οὐ τοῦ θανάτου, ἀλλὰ καὶ τῶν δεσμῶν· καὶ τέλεον ἂν ἀφῆκαν, εἰ μὴ Καίσαρα ἐπεκέκλητο. Ἀλλὰ τοῦτο οἰκονομικῶς γέγονεν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ μετὰ δεσμῶν ἀπελθεῖν. Διὰ τοῦτο ἔλεγε· Μέχρι δεσμῶν ὡς κακοῦργος. Εἰ γὰρ ὁ Κύριος αὐτοῦ μετὰ ἀνόμων ἐλογίσθη, πολλῷ μᾶλλον οὗτος· ἀλλ' ὥσπερ ἐκεῖνος οὐκ ἐκοινώνησε τῆς δόξης, οὕτως οὐδὲ οὗτος. Τὸ γὰρ θαυμαστὸν τότε φαίνεται, τὸ ἀναμεμιγμένον τούτοις μηδὲν παρ' αὐτῶν βλάπτεσθαι. Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπείρας Σεβαστῆς. Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυτηνῷ, μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. Τῇ δὲ ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα. Ὅρα μέχρι ποῦ συνέρχεται τῷ Παύλῳ καὶ Ἀρίσταρχος. Καλῶς καὶ χρησίμως πάρεστιν ὁ Ἀρίσταρχος, μέλλων ἅπαντα ἀπαγγέλλειν εἰς Μακεδονίαν. Φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος, ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. Ἐπέτρεψε, φησὶ, Ἰούλιος, φιλανθρώπως τῷ Παύλῳ χρησάμενος. Καλῶς ποιῶν τοῦτο ἐπιτρέπει, ὥστε ἐπιμελείας τυχεῖν ἀπελθόντα παρὰ τοὺς γνωρίμους· εἰκὸς γὰρ ἦν αὐτὸν ἀπὸ πολλῆς κακώσεως εἶναι τῶν δεσμῶν, τοῦ φόβου, τοῦ ἄγεσθαι καὶ φέρεσθαι. Ὅρα πῶς οὐδὲ τοῦτο κρύπτει, ὅτι ἐβούλετο ἐπιμελείας τυχεῖν. Πάλιν πειρασμοὶ, πάλιν ἄνεμοι ἐναντίοι. Ὅρα διὰ πάντων οὕτω τὸν βίον τῶν ἁγίων ὑφαινόμενον· ἐξέφυγον τὸ δικαστήριον, καὶ περιπίπτουσι ναυαγίῳ καὶ χειμῶνι· ὃ καὶ δηλῶν, ἐπάγει· Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν, ἀνεβίβασεν ἡμᾶς εἰς αὐτό. Εὑρὼν πλοῖον, φησὶν, Ἀλεξανδρῖνον. Εἰκότως εὑρίσκεται, ὥστε κἀκείνους ἀπαγγεῖλαι εἰς τὴν Ἀσίαν τὰ κατὰ τὸν Παῦλον καὶ τούτους εἰς τὴν Λυκίαν. Ὅρα τὸν Θεὸν οὐδὲν καινίζοντα οὐδὲ μεταβάλλοντα, ἀλλὰ ἀφιέντα αὐτὸν εἰς τοὺς ἀνέμους τοὺς ἀνεπιτηδείους πλεῖν. Ἀλλὰ καὶ οὕτω θαῦμα ἐργάζεται. Ὥστε γὰρ ἀσφαλῶς πλεῖν, οὐκ ἀφῆκεν αὐτοὺς εἰς πέλαγος, ἀλλ' ἀεὶ παρὰ γῆν ἔπλεον. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλεγόμενοι αὐτὴν, ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία. Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη τοῦ πλοὸς ἐπισφαλοῦς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος, αὐτοῖς λέγων· Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ δὲ ἑκατόνταρχος τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον, ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. Τὴν νηστείαν ἐνταῦθα τὴν τῶν Ἰουδαίων λέγειν ἡγοῦμαι. Μετὰ γὰρ τὴν Πεντηκοστὴν ἐξῆλθον ἐκεῖθεν μετὰ πολὺν χρόνον, ὡς ἐν αὐτῷ σχεδὸν τῷ χειμῶνι παραγενέσθαι εἰς τὰ μέρη τῆς Κρήτης. Καὶ τοῦτο δὲ οὐ μικρὸν θαῦμα, τὸ διασωθῆναι δι' αὐτὸν καὶ ἐκείνους. Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, φησὶν, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ μὲν οὖν Παῦλος ἐκέλευσε μένειν, καὶ τὰ μέλλοντα προλέγει· ἐκεῖνοι δὲ ἐπειγόμενοι, καὶ ὑπὸ τοῦ τόπου κωλυόμενοι, ἤθελον εἰς Φοίνικα παραχειμάσαι.