Ancient Greek · ~21 min
Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-7
Not analysed yet
Καὶ σκόπει, πῶς οὐδὲν ἐποίουν ἕτερον Ἰουδαῖοι, οὐ μικρὸν, οὐ μέγα, ἀλλὰ τῷ ἱερῷ προσήδρευον. Ἅτε γὰρ σπουδαιότεροι γεγενημένοι, καὶ περὶ τὸν τόπον εὐλάβειαν πλείονα εἶχον. Οὐ γὰρ ἀπέσπων αὐτοὺς οἱ ἀπόστολοι τέως, ὥστε μὴ βλάψαι. Κλῶντές τε κατ' οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Τὸν ἄρτον ἐμοὶ δοκεῖ λέγων, καὶ τὴν νηστείαν ἐνταῦθα σημαίνειν καὶ τὸν σκληρὸν βίον· τροφῆς γὰρ, οὐ τρυφῆς μετελάμβανον. Ἐντεῦθεν, ἀγαπητὲ, μάνθανε, ὡς οὐχ ἡ τρυφὴ, ἀλλ' ἡ τροφὴ τὴν ἀπόλαυσιν ποιεῖ· καὶ ὡς οἱ τρυφῶντες, ἐν λύπῃ, οἱ δὲ μὴ τρυφῶντες, ἐν χαρᾷ. Ὁρᾷς, ὅτι οἱ Πέτρου λόγοι καὶ τοῦτο εἶχον, τὸν τοῦ βίου σωφρονισμόν; Οὕτως οὐκ ἔνι γενέσθαι ἀγαλλίασιν, μὴ ἀφελείας οὔσης. Καὶ πῶς, φησὶν, Εἶχον χάριν πρὸς ὅλον τὸν λαόν; Δι' ὧν ἐποίουν διὰ τῆς ἐλεημοσύνης. Μὴ γάρ μοι, εἰ οἱ ἀρχιερεῖς ἐπέστησαν αὐτοῖς ὑπὸ φθόνου καὶ βασκανίας, τοῦτο ἴδῃς· ἀλλ' ὅτι πρὸς τὸν λαὸν χάριν εἶχον. Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ' ἡμέραν τῇ Ἐκκλησίᾳ. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτό. Οὕτω πανταχοῦ καλὸν ἡ ὁμόνοια. Ἑτέροις τε λόγοις διεμαρτύρατο. Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἤρκει τὰ λεχθέντα· ἢ καὶ ἐκεῖνα μὲν, ὥστε πρὸς πίστιν ἐπαχθῆναι, ταῦτα δὲ, τίνα χρὴ τὸν πιστὸν ποιεῖν, εἴρηται. Καὶ οὐκ εἶπεν, Ἐπὶ τῷ σταυρῷ, ἀλλ', Ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθήτω ἕκαστος ὑμῶν. Οὐδὲ ἀναμιμνήσκει αὐτοὺς συνεχῶς τοῦ σταυροῦ, ἵνα μὴ ὀνειδίζειν δόξῃ, ἀλλ' ἁπλῶς, Μετανοήσατε, φησὶ, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ μὴν ἑτέρως ἔχει τῶν ἐνταῦθα δικαστηρίων ὁ νόμος· ἀλλ' ἐπὶ τοῦ κηρύγματος ὅταν ὁ ἡμαρτηκὼς ὁμολογήσῃ, τότε σώζεται. Ὅρα, πῶς οὐ τὸ μεῖζον παρέδραμεν ὁ Πέτρος· ἀλλὰ πρότερον τὴν χάριν εἰπὼν, τότε καὶ ἐκεῖνο ἐπήγαγε, λέγων· Λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ἀξιόπιστος ὁ λόγος αὐτόθεν ἐξ ὧν αὐτοὶ ἔλαβον. Τέως γὰρ τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεὰν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει, εἰδὼς, ὅτι ὑπόθεσις αὐτοῖς ἔσται σπουδῆς, τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν. Ἐπεὶ δὲ ἐπόθει ἀκοῦσαι ὁ ἀκροατὴς, τί ἦν τῶν πλειόνων λόγων τὸ κεφάλαιον, καὶ τοῦτο προστίθησι, δεικνὺς ὅτι ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος. Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον ἐπῄνεσαν τὰ λεχθέντα, καίτοι φόβου γέμοντα, καὶ μετὰ τὴν συγκατάθεσιν τότε ἐπὶ τὸ βάπτισμα ἔρχονται. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἦσαν, φησὶ, προσκαρτεροῦντες τῇ διδαχῇ. Ἐκ τούτου δῆλον, ὅτι οὐ μίαν ἡμέραν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ἐπὶ πολλὰς ἐδιδάσκοντο, ἅτε ἐφ' ἕτερον μεταστάντες βίον. Καὶ ἐγένετο πάσῃ ψυχῇ φόβος. Εἰ πάσῃ, καὶ τῶν μὴ πιστευσάντων. Εἰκὸς δὲ αὐτοὺς παθεῖν τοσαύτην ἀθρόον μεταβολὴν ἰδόντας· τάχα δὲ καὶ ἀπὸ τῶν σημείων, Οὐχὶ, Ὁμοῦ δὲ, ἀλλ', Ὁμοθυμαδὸν, εἶπεν, ἐπειδὴ ἔνι ὁμοῦ μὲν εἶναί τινας, οὐ μὴν δὲ ὁμοθυμαδὸν, διῃρημένους ταῖς γνώμαις. Λόγοις τε παρεκάλει. Καὶ οὐδὲ ἐνταῦθα λέγει τὴν διδασκαλίαν, ἐπιτέμνων τὸν λόγον· ἐξὸν δὲ μανθάνειν, ὅτι ὡς νέους παῖδας ἔτρεφον τῇ τροφῇ τῇ πνευματικῇ. Καὶ ἄγγελοι γεγόνασι λοιπὸν ἐξαίφνης. Καὶ διεμέριζον καθὸ χρείαν τις εἶχεν. Εἶδον, ὅτι τὰ πνευματικὰ κοινὰ, καὶ οὐδεὶς ἕτερος ἑτέρου πλέον ἔχει, καὶ ταχέως ἦλθον ἐπὶ τὸ τὰ αὐτῶν πᾶσι διαδιδόναι. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτό. Ὅτι δὲ οὐ τόπῳ ἦσαν ἐπιτοαυτὸ, δῆλον ἐξ ὧν ἐπήγαγε λέγων, Καὶ πάντα εἶχον κοινά. Πάντες δὲ, φησὶν, οὐχ ὁ μὲν, ὁ δὲ οὔ. Τοῦτο πολιτεία ἀγγελικὴ, μηδὲν αὐτῶν λέγειν ἴδιον εἶναι. Ἐντεῦθεν ἡ ῥίζα τῶν κακῶν ἐξεκόπη, καὶ δι' ὧν ἔπραττον ἔδειξαν, ὅτι ἤκουσαν. Ἄρα τοῦτο ἦν ὃ ἔλεγε, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἐπειδὴ τρισχίλιοι γεγόνασιν, ἐξήγαγον αὐτοὺς λοιπὸν ἔξω, οἳ καὶ μετὰ παῤῥησίας, ἅτε πολλῆς οὔσης ἤδη, καθ' ἡμέραν ἀνῄεσαν καὶ προσήδρευον ἐν τῷ ἱερῷ· ἐπεὶ καὶ Πέτρος καὶ Ἰωάννης μικρὸν ὕστερον τὸ αὐτὸ ποιοῦσιν· οὐδὲν γὰρ τέως παρεκίνουν τῶν Ἰουδαϊκῶν. Καὶ αὐτὴ δὲ ἡ εἰς τὸν τόπον τιμὴ διέβαινε πρὸς τὸν τοῦ ἱεροῦ Δεσπότην. Εἶδες εὐλαβείας ἐπίδοσιν; Χρήματα ἔῤῥιψαν, καὶ ἔχαιρον, καὶ πολλὴ ἦν ἡ εὐφροσύνη· μείζονα γὰρ ἦν ἃ ἐλάμβανον ἀγαθά. Οὐδεὶς ὠνείδιζεν, οὐδεὶς ἐφθόνει, οὐδεὶς ἐβάσκαινεν, οὐκ ἦν τῦφος, οὐκ ἦν ἐξουδένωσις· καθάπερ παιδία ἐνόμιζον οὕτω παιδεύεσθαι, ὡς ἀρτίτοκοι οὕτω διέκειντο. Καὶ τί ὡς ἐν ἀμυδρᾷ λέγω εἰκόνι; Εἰ μέμνησθε ὡς, ὅτε τὴν πόλιν ἡμῖν ἔσεισεν ὁ Θεὸς, καὶ πάντες ἦσαν συνεσταλμένοι, οὕτω τότε ἐκεῖνοι διέκειντο· οὐδεὶς ὕπουλος ἦν, οὐδεὶς πονηρός. Καὶ γὰρ τοιοῦτον φόβος, τοιοῦτον ἡ θλῖψις. Οὐκ ἦν τὸ ψυχρὸν ῥῆμα τὸ, Ἐμὸν, καὶ τὸ, Σόν. Διὰ τοῦτο ἀγαλλίασις ἦν ἐπὶ τῆς τραπέζης· οὐδεὶς ὡς ἐξ ἰδίων ἐσθίων διέκειτο, οὐδεὶς ὡς ἐξ ἀλλοτρίων· καίτοι δοκεῖ αἴνιγμα εἶναι. Οὔτε ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν ἀδελφῶν· δεσποτικὰ γὰρ ἦν· οὔτε ἴδια, ἀλλὰ τῶν ἀδελφῶν. Οὔτε ὁ πένης ᾐσχύνετο, οὔτε ὁ πλούσιος ἐτυφοῦτο. Τοῦτό ἐστιν ἀγαλλίασις. Κἀκεῖνος ὡς εὐεργετούμενος διέκειτο, καὶ εὖ πάσχων μᾶλλον, καὶ οὗτοι ὡς δοξαζόμενοι ταύτῃ, καὶ πάνυ πρὸς αὐτοὺς ἦσαν συνδεδεμένοι. Ἐπειδὴ γὰρ ἐν ταῖς τῶν χρημάτων διανομαῖς καὶ ὕβρεις, καὶ ἀπονοίας, καὶ λύπας γίνεσθαι συμβαίνει, διὰ τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ὅρα, πόσα αὐτοῖς μαρτυρεῖ; Πίστιν γνησίαν, βίον ὀρθὸν, τὴν ἐν ἀκροάσει καρτερίαν, τὴν ἐν εὐχαῖς, τὴν ἐν ἀφελείᾳ, τὴν ἐν εὐφροσύνῃ.