Ancient Greek · ~21 min
Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-7
Not analysed yet
Ὁρᾷς, ὅσον ἐστὶν ἐπιείκεια ἀγαθόν; Αὕτη μᾶλλον τῆς σφοδρότητος τὰς καρδίας κατακεντεῖ τὰς ἡμετέρας, καὶ ὀξυτέραν δίδωσι τὴν πληγήν. Καθάπερ γὰρ ἐπὶ τῶν ἐσκιῤῥωμένων σωμάτων ὁ πλήττων οὐχ οὕτω ποιεῖ τὴν αἴσθησιν σφοδράν· ἂν δέ τις αὐτὰ μαλάξῃ πρότερον, καὶ ἁπαλὰ ἐργάσηται, τότε νύττει σφοδρότερον· οὕτω δὴ καὶ ἐνταῦθα πρότερον δεῖ μαλάξαι καὶ τότε νύξαι. Μαλάττει δὲ, οὐ θυμὸς, οὐδὲ κατηγορία σφοδρὰ, οὐδὲ ὀνείδη, ἀλλ' ἐπιείκεια· ἐκεῖνος μὲν γὰρ καὶ ἐπιτείνει τὴν πώρωσιν, αὕτη δὲ ἀναιρεῖ. Ὥστε ἂν ἐθέλῃς καθάψασθαί τινος ἠδικηκότος, μετὰ πολλῆς τῆς πραότητος αὐτῷ προσφέρου. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ· ἀνέμνησεν αὐτοὺς τῶν οἰκείων τολμημάτων πράως, καὶ οὐδὲν προσέθηκεν· εἶπε τοῦ Θεοῦ τὴν δωρεὰν, ἐπήγαγε τὴν χάριν μαρτυροῦσαν τοῖς γεγενημένοις, καὶ ἔτι περαιτέρω τὸν λόγον ἐξήγαγεν. ᾘδέσθησαν τοῦ Πέτρου τὴν ἐπιείκειαν, ὅτι τοῖς τὸν Δεσπότην αὐτοῦ σταυρώσασι καὶ κατ' αὐτῶν φονῶσιν, ἐν τάξει πατρὸς καὶ διδασκάλου κηδεμονικοῦ διελέγετο. Οὐχ ἁπλῶς ἐπείσθησαν, ἀλλὰ κατέγνωσαν ἑαυτῶν· ἦλθον εἰς αἴσθησιν τῶν γεγενημένων Οὐ γὰρ ἀφῆκεν αὐτοῖς ἀρθῆναι τὸν θυμὸν, καὶ ἐπισκοτῆσαι τῇ διανοίᾳ· ἀλλὰ διὰ τῆς ταπεινοφροσύνης ὥσπερ τινὰ σκεδάσας ἀχλὺν τὴν ἀγανάκτησιν, οὕτως ἔδειξε τὸ τετολμημένον. Καὶ γὰρ οὕτως ἔχει, ὅταν εἴπωμεν ἡμεῖς, ὅτι ἠδικήμεθα, ἐκεῖνοι πειρῶνται δεῖξαι, ὅτι οὐκ ἠδικήκασιν· ὅταν εἴπωμεν ἡμεῖς, ὅτι οὐκ ἠδικήμεθα, ἀλλ' ἠδικήκαμεν μᾶλλον, ἐκεῖνοι τὸ ἐναντίον ποιοῦσιν. Ὥστε εἰ βούλει τὸν ἠδικηκότα εἰς ἀγῶνα ἐμβαλεῖν, μὴ κατηγορήσῃς αὐτοῦ, ἀλλ' ἀγώνισαι, κἀκεῖνος κατηγορήσει. Φιλόνεικον γάρ ἐστι τὸ γένος τῶν ἀνθρώπων. Τοῦτο ὁ Πέτρος ἐποίησεν. Οὐ κατηγόρησεν αὐτῶν σφοδρῶς, ἀλλὰ καὶ ἐπειράθη σχεδὸν ἀγωνίσασθαι ἡμέρως κατὰ τὸ δυνατόν· διὰ τοῦτο αὐτῶν καθίκεται τῆς ψυχῆς. Καὶ πόθεν δῆλον, ὅτι κατενύγησαν; Ἀπὸ τῶν ῥημάτων αὐτῶν. Τί γάρ φασι; Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; Οὓς πλάνους ἐκάλουν, ἀδελφοὺς νῦν καλοῦσιν. Οὐχὶ τοσοῦτον ἑαυτοὺς παρεξισάζοντες, ὅσον εἰς φιλοστοργίαν ἐπισπώμενοι καὶ κηδεμονίαν. Ἄλλως δὲ, ἐπειδὴ αὐτοὶ κατηξίωσαν τοῦτο καλέσαι αὐτοὺς, καί φασι, Τί ποιήσωμεν; οὐκ εἶπον εὐθέως· Οὐκοῦν μετανοῶμεν· ἀλλ' ἐπέτρεψαν ἑαυτοὺς αὐτοῖς. Καθάπερ ἐν ναυαγίῳ τις γενόμενος ἢ ἐν νόσῳ, τὸν κυβερνήτην ἰδὼν ἢ τὸν ἰατρὸν, πάντα αὐτῷ παραχωρεῖ τε καὶ πείθεται· οὕτω καὶ οὗτοι ὡμολογήκασιν ἐν ἐσχάτοις ὄντας ἑαυτοὺς, καὶ οὐδὲ ἐλπίδα σωτηρίας ἔχοντας. Καὶ ὅρα. Οὐκ εἶπον· Πῶς σωθῶμεν; ἀλλὰ, Τί ποιήσωμεν; Τί οὖν ὁ Πέτρος; Πάλιν ἐνταῦθα πάντων ἐρωτηθέντων, ἐκεῖνος ἀποκρίνεται, Μετανοήσατε, λέγων, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. Καὶ οὔπω λέγει, ὅτι Πιστεύσατε· ἀλλὰ, Βαπτισθήτω ἕκαστος ὑμῶν. Τοῦτο γὰρ ἐν τῷ βαπτίσματι παρέλαβον. Εἶτα δείκνυσι καὶ τὸ κέρδος· Εἰς ἄφεσιν ἁμαρτιῶν· καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Εἰ δωρεὰν λήψεσθε, εἰ ἄφεσιν ἔχει τὸ βάπτισμα, τί μέλλετε; Εἶτα πιθανὸν τὸν λόγον ποιῶν, ἐπήγαγεν· Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία. Ταύτην καὶ ἐνταῦθα λέγει, ἣν εἶπε καὶ ἄνω διαλεγόμενος. Καὶ τοῖς τέκνοις ὑμῶν, φησί. Οὐκοῦν μείζων ἡ δωρεὰ, ὅταν τῶν ἀγαθῶν καὶ κληρονόμους ἔχωσι. Καὶ πᾶσι, φησὶ, τοῖς εἰς μακράν. Εἰ Τοῖς εἰς μακρὰν, πολλῷ μᾶλλον ὑμῖν τοῖς ἐγγύς. Ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. Ὅρα πότε λέγει, Τοῖς εἰς μακράν. Ὅτε αὐτοὺς εὗρεν ᾠκειωμένους καὶ κατεγνωκότας ἑαυτῶν· ψυχὴ γὰρ ὅταν ἑαυτὴν καταδικάσῃ, οὐκέτι φθονεῖν δύναται. Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρατο καὶ παρεκάλει, λέγων. Ὅρα αὐτὸν πανταχοῦ ἐπιτέμνοντα, καὶ οὐ φιλοτιμούμενον, οὐδὲ ἐπιδεικτιῶντα, Διεμαρτύρατο, φησὶ, καὶ παρεκάλει, λέγων. Ἀπηρτισμένη αὕτη διδασκαλία, τὸ μὲν φόβου, τὸ δὲ ἀγάπης ἔχουσα. Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Οὐδὲν περὶ μελλόντων φησὶν, ἀλλὰ περὶ τῶν παρόντων, οἷς καὶ μάλιστα ἐνάγονται ἄνθρωποι· καὶ δείκνυσιν, ὅτι τὸ κήρυγμα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀπαλλάττει κακῶν. Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ, ἐβαπτίσθησαν· καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Πῶς οἴει τοῦτο τοὺς ἀποστόλους ἀνακτήσασθαι μᾶλλον τοῦ σημείου; Ἦσαν δὲ προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ. Δύο ἀρεταὶ, καὶ τὸ προσκαρτερεῖν, καὶ τὸ ὁμοθυμαδόν. Τοῦτο δέ φησι, ἵνα δείξῃ, ὅτι πολὺν χρόνον αὐτοὺς ἐδίδασκον. Καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου, καὶ τῇ προσευχῇ. Πάντα κοινῇ, πάντα μετὰ καρτερίας ἐποίουν, φησί. Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος τῶν πιστευσάντων, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. Εἰκότως. Οὐ γὰρ ὡς τῶν τυχόντων κατεφρόνουν, οὐδὲ τοῖς ὁρωμένοις προσεῖχον, ἀλλὰ πεπύρωτο αὐτῶν ἡ διάνοια. Ἐπειδὴ δὲ ἄνωθεν ἦν πολὺς ῥέων ὁ Πέτρος, καὶ ἐδείκνυ τὰς ἐπαγγελίας καὶ τὰ μέλλοντα, εἰκότως ἐξέστησαν τῷ φόβῳ, καὶ ἐμαρτύρει τοῖς λεγομένοις τὰ θαύματα. Καθάπερ οὖν ἐπὶ τοῦ Χριστοῦ πρότερον σημεῖα, εἶτα διδασκαλία, εἶτα θαύματα· οὕτω καὶ νῦν. Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπιτοαυτὸ, καὶ εἶχον ἅπαντα κοινά. Ὅρα εὐθέως ὅση ἡ ἐπίδοσις. Οὐ γὰρ ἐν ταῖς εὐχαῖς μόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ πολιτείᾳ. Καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχεν. Ὅρα, πόσος φόβος αὐτοῖς ἐνεγένετο; Καὶ διεμέριζον αὐτά. Τοῦτο εἶπε, τὸ οἰκονομικὸν δηλῶν. Καθότι ἄν τις χρείαν εἶχεν. Οὐχ ἁπλῶς, καθάπερ οἱ παρ' Ἕλλησι φιλόσοφοι, οἱ μὲν ἀνῆκαν τὴν γῆν, οἱ δὲ εἰς θάλασσαν ἔῤῥιψαν πολὺ χρυσίον, ὅπερ οὐχ ὑπεροψίᾳ χρημάτων ἦν, ἀλλὰ μωρία καὶ ἄνοια. Πανταχοῦ γὰρ ἐσπούδασεν ὁ διάβολος ἀεὶ τοῦ Θεοῦ τὰ κτίσματα διαβάλλειν, ὡς οὐκ ἐνὸν καλῶς χρήσασθαι χρήμασι. Καθ' ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ. Ἐνταῦθα τὸν τρόπον διδάσκει, καθ' ὃν τῆς διδασκαλίας ἀπέλαυον.