Ancient Greek · ~21 min
Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-9
Not analysed yet
Καὶ ὅρα, πῶς ὁδῷ προβαίνει. Ἐν μὲν τῇ πρώτῃ δημηγορίᾳ ἠρέμα τὴν ἀνάστασιν καὶ τὴν ἐν οὐρανῷ κάθισιν ᾐνίξατο· ἐνταῦθα δὲ καὶ τὴν ἐμφανῆ παρουσίαν. Καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον Ἰησοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι· ἀντὶ τοῦ, ἀνάγκη ἐστίν· ἄχρι χρόνων ἀποκαταστάσεως πάντων. Διατί νῦν οὐκ ἔρχεται, ἡ αἰτία δήλη. Ὧν ἐλάλησε, φησὶν, ὁ Θεὸς διὰ στόματος τῶν ἁγίων αὐτοῦ προφητῶν τῶν ἀπ' αἰῶνος. Μωσῆς μὲν εἶπεν πρὸς τοὺς πατέρας, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἐκεῖ μὲν τοῦ Δαυῒδ ἐμνημόνευσεν, ἐνταῦθα δὲ Μωσέως. Πάντων, φησὶν, ὧν ἐλάλησεν ὁ Θεός. Οὐ λέγει, Ὧν εἶπεν ὁ Χριστὸς, ἀλλ', Ὧν ἐλάλησεν ὁ Θεὸς, ἔτι τῷ συσκιάζειν μᾶλλον αὐτοὺς ἐπαγόμενος εἰς πίστιν ἠρέμα. Εἶτα ἐπὶ τὸ ἀξιόπιστον καταφεύγει, λέγων· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα. Εἶτα καὶ ἡ τιμωρία πολλή. Ἔσται δὲ, φησὶ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. Ἐνταῦθα καλῶς τὸν ὄλεθρον ἔθηκεν. Ὅταν γάρ τι λέγῃ μέγα, ἐπὶ τοὺς πρώτους καταφεύγει. Καὶ μαρτυρίαν εὗρεν ἀμφότερα ἔχουσαν, ὥσπερ ἐκεῖ εἶπεν· Ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Τὸ γὰρ θαυμαστὸν, ὅτι ὁμοῦ τὰ δύο, καὶ ὑποταγὴ καὶ παρακοὴ, καὶ ἡ τιμωρία. Ὡς ἐμὲ, φησί. Τί τοίνυν πτοεῖσθε; Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν. Ὥστε ὑμῖν ἔλεγον, καὶ δι' ὑμᾶς πάντα γέγονεν. Ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι (καὶ γὰρ οὐκ ἔχει λόγον τὸν αὐτὸν, νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείους θεραπεύειν), δείκνυσιν, ὅτι καὶ ἐκεῖνο κατὰ προφητείαν, καὶ τοῦτο. Ὑμεῖς ἐστε, φησὶν, υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑμῖν πρῶτον, φησὶν, ὁ Θεὸς ἀναστήσας τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν. Ἄρα καὶ ἑτέροις· ἀλλ' ὑμῖν πρῶτον τοῖς σταυρώσασιν. Εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν. Ἴδωμεν δὲ ἀκριβέστερον ἄνωθεν τὰ ἀναγνωσθέντα. Τέως κατασκευάζει, ὅτι αὐτοὶ ἐποίησαν τὸ θαῦμα ἐν τῷ εἰπεῖν· Τί θαυμάζετε; Καὶ οὐκ ἀφίησιν ἀπιστεῖσθαι τὸ λεγόμενον. Καὶ ἵνα ἀξιοπιστότερον αὐτὸ ποιήσῃ, προκαταλαμβάνει αὐτῶν τὴν κρίσιν· Ἡμῖν, φησὶ, τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν; Εἰ τοῦτο ὑμᾶς ταράττει καὶ θορυβεῖ, μάθετε, τίς ὁ ποιήσας, καὶ μὴ ἐκπλήττεσθε. Καὶ ὅρα πανταχοῦ, ὅτι ἐπὶ τὸν Θεὸν ὅταν καταφεύγῃ, καὶ εἴπῃ παρ' αὐτοῦ γίνεσθαι πάντα, τότε ἀδεῶς αὐτοῖς ἐπιπλήττει. Διὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, Ἄνδρα ἀποδεδειγμένον ἀπὸ Θεοῦ εἰς ὑμᾶς. Καὶ πανταχοῦ ἀναμιμνήσκει αὐτοὺς τοῦ τολμήματος, ἵνα καὶ τὸ θαῦμα δειχθῇ, καὶ ἡ ἀνάστασις κυρωθῇ. Ἐνταῦθα δὲ καὶ ἄλλο προσέθηκεν· οὐκ ἔτι γὰρ Ναζωραῖον λέγει, ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν Παῖδα αὐτοῦ Ἰησοῦν. Ὅρα καὶ τὸ ἄτυφον. Οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπεν εὐθέως· Καὶ νῦν πιστεύετε· ἰδοὺ ἄνθρωπος τεσσαράκοντα ἔτη χωλὸς ὢν, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἀνέστη. Οὐχ οὕτως εἶπεν· φιλονεικοτέρους γὰρ ἂν ἐποίησεν· ἀλλὰ τέως αὐτοὺς ἐπαινεῖ, ὅτι ἐθαύμαζον τὸ γεγενημένον. Καὶ πάλιν ἀπὸ τοῦ προγόνου καλεῖ. Καὶ οὐ λέγει, Ὁ Ἰησοῦς αὐτὸν ἐθεράπευσε· καίτοι γε αὐτὸς αὐτὸν ἐθεράπευσεν· ἀλλ', ἵνα μὴ λέγωσι, Καὶ πῶς ἔχει ταῦτα λόγον, εἰ τὸν παράνομον δοξάζει; διὰ τοῦτο αὐτοὺς ἀναμιμνήσκει τῆς κρίσεως τῆς ἐπὶ Πιλάτου, δεικνὺς, ὅτι εἰ θέλοιεν προσέχειν, οὐκ ἔστι παράνομος· οὐ γὰρ ἂν ὁ Πιλᾶτος ἠθέλησεν αὐτὸν ἀπολῦσαι. Καὶ οὐκ εἶπε, Θελήσαντος, ἀλλὰ, Κρίναντος ἐκείνου ἀπολύειν· δηλῶν, ὅτι τὸν μὲν ἑτέρους ἀνελόντα ᾐτήσατε ἀφεθῆναι, τὸν δὲ τοὺς ἀνῃρημένους ζωογονοῦντα οὐκ ἠθελήσατε. Καὶ ἵνα μὴ λέγωσι πάλιν, Πῶς νῦν αὐτὸν δοξάζει ὁ τότε μὴ βοηθήσας; παράγουσι τοὺς προφήτας μαρτυροῦντας, ὅτι οὕτως ἔδει γενέσθαι. Εἶτα, ἵνα μὴ νομίσωσι τοῦ Θεοῦ τὴν οἰκονομίαν ἀπολογίαν αὐτῶν εἶναι, πρότερον αὐτῶν καθάπτεται. Καὶ τὸ κατὰ πρόσωπον δὲ Πιλάτου ἀρνήσασθαι, οὐκ ἦν τὸ τυχὸν, ἐκείνου βουλομένου ἀπολῦσαι· καὶ ὅτι οὐ δυνατὸν ὑμῖν ἀρνήσασθαι, κατηγορεῖ ὁ αἰτηθεὶς ἀντ' αὐτοῦ. Οὕτω καὶ τοῦτο οἰκονομία μεγάλη ἦν. Ἐνταῦθα τὴν ἀναισχυντίαν αὐτῶν δείκνυσι καὶ τὴν ἰταμότητα· καὶ ὅτι ὁ μὲν Ἕλλην καὶ μόνον τότε πρῶτον αὐτὸν ἰδὼν, ἀπήλλαξεν αὐτὸν, καίτοι γε οὐδὲν μέγα ἀκούσας· οἱ δὲ τοῖς σημείοις συντρεφόμενοι, τὸ ἐναντίον πεποιήκασιν. Ὅτι δὲ δικαίως ἔκρινεν ἐκεῖνος ἀπολύειν, καὶ οὐ κατὰ χάριν τοῦτο ἐποίει, ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Ἔθος ὑμῖν ἐστιν ἀπολύειν ἕνα τινά· Θέλετε οὖν τοῦτον ἀπολύσω ὑμῖν; Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε. Οὐκ εἶπεν, Ἐξεδώκατε, ἀλλὰ πανταχοῦ, Ἠρνήσασθε. Εἰκότως. Οὕτω γὰρ καὶ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Καὶ οὐκ εἶπεν, Οὐκ ἐξῃτήσασθε τὸν ἄληπτον, οὐδὲ ἠρνήσασθε μόνον, ἀλλὰ καὶ ἀπεκτείνατε. Ὅτε πεπωρωμένοι ἦσαν, οὐδὲν τοιοῦτον εἶπεν· ὅτε μάλιστα ἐσείσθησαν αὐτῶν αἱ ψυχαὶ, τότε πλήττει σφοδρότερον, ὅτε καὶ αἰσθέσθαι δύνανται. Καθάπερ γὰρ ἡμεῖς τοῖς μὲν μεθύουσιν οὐδὲν λέγομεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν ἀπὸ τῆς μέθης, τότε ἐπιπλήττομεν· οὕτω δὴ καὶ Πέτρος, ὅτε ἠδύναντο συνιέναι τῶν λεγομένων, τότε καὶ τὴν γλῶτταν ἠκόνησε· πολλὰ τὰ ἐγκλήματα ἀριθμεῖ· οἷον ὅτι, ὃν ὁ Θεὸς ἐδόξασεν, οὗτοι παρέδωκαν· ὅτι, ὃν ὁ Πιλᾶτος ἀπέλυεν, οὗτοι ἠρνήσαντο κατὰ πρόσωπον ἐκείνου· ὅτι προετίμησαν τὸν λῃστήν.