Ancient Greek · ~18 min
Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-9
Not analysed yet
Πλείονος αὕτη γέμει παῤῥησίας ἡ δημηγορία. Τοῦτο δὲ ποιεῖ, οὐκ ἐπειδὴ ἐν τῇ προτέρᾳ ἐφοβεῖτο, ἀλλ' ἐπειδὴ οὐκ ἂν ἤνεγκαν ἐκεῖνοι ἄνθρωποι χλευασταὶ ὄντες καὶ γελωτοποιοί. Ὅθεν ἐκείνης μὲν ἀρχόμενος καὶ ἐπιστρέφει αὐτοὺς διὰ τοῦ προοιμίου εὐθὺς λέγων· Τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Ἐνταῦθα δὲ οὐ δεῖται ταύτης τῆς κατασκευῆς. Οὐ γὰρ ἐῤῥᾳθύμουν· τὸ γὰρ σημεῖον αὐτοὺς ἐπέστρεψεν ἅπαντας· ὅθεν καὶ δέους καὶ ἐκπλήξεως ἦσαν μεστοί. Διὸ οὐδὲ ἐδέησεν αὐτῷ ἐντεῦθεν ἄρξασθαι, ἀλλ' ἑτέρωθεν, ὅθεν μάλιστα αὐτοὺς καὶ ᾠκειώσατο, διακρουσάμενος τὴν δόξαν τὴν παρ' αὐτῶν. Οὐδὲν γὰρ οὕτως ὠφελεῖ καὶ ἀνίησι τοὺς ἀκούοντας, ὡς τὸ μηδὲν περὶ ἑαυτοῦ λέγειν μέγα τὸν λέγοντα, ἀλλὰ καὶ τὴν ὑποψίαν ἀναιρεῖν. Μᾶλλον οὖν ἑαυτοὺς ἐδόξασαν καταφρονήσαντες δόξης, καὶ δείξαντες οὐκ ἀνθρώπινον, ἀλλὰ θεῖον ὂν τὸ γεγονός· καὶ ὅτι τοῦ θαυμάζειν μετ' αὐτῶν, οὐ τοῦ θαυμάζεσθαί εἰσιν ἄξιοι. Ὁρᾷς, πῶς φιλοτιμίας ὢν καθαρὸς, διωθεῖται τὴν εἰς αὐτὸν δόξαν; Οὕτω καὶ οἱ παλαιοὶ ἐποίουν, καθάπερ ὁ Δανιὴλ ἔλεγε· Καὶ ἐγὼ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοί· καὶ πάλιν ὁ Ἰωσὴφ, Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν; καὶ ὁ Δαυῒδ, Ὅτε ἤρχετο ὁ λέων καὶ ἡ ἄρκτος, ἐν ὀνόματι Κυρίου ταῖς χερσὶν αὐτοὺς διέσπων. Καὶ οὗτοι νῦν· Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Οὐδὲ τοῦτο ἡμέτερον, φησίν· οὐ γὰρ ἐπειδὴ ἄξιοί ἐσμεν, ἐπεσπασάμεθα τοῦ Θεοῦ τὴν ῥοπήν. Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν. Ὅρα, πῶς ἑαυτὸν εἰσωθεῖ συνεχῶς εἰς τοὺς προγόνους, ἵνα μὴ δόξῃ καινόν τι εἰσάγειν δόγμα· καὶ ἐκεῖ τοῦ πατριάρχου Δαυῒδ ἐμνημόνευσε, καὶ ἐνταῦθα τῶν περὶ τὸν Ἀβραάμ. Ἐδόξασε τὸν Παῖδα αὐτοῦ Ἰησοῦν. Πάλιν ταπεινῶς, καθὼς ἐν τῷ προοιμίῳ. Εἶτα λοιπὸν ἐνδιατρίβει τῷ τολμήματι, καὶ ἐπαίρει τὸ γεγενημένον, ἀλλ' οὐχ, ὥσπερ πρότερον, συσκιάζει. Ποιεῖ δὲ τοῦτο, μᾶλλον αὐτοὺς ἐπαγαγέσθαι βουλόμενος. Ὅσῳ γὰρ ἐδείκνυ ὑπευθύνους, τοσούτῳ μᾶλλον τοῦτο ἐγίνετο. Ἐδόξασε, φησὶ, τὸν Παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε, καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσω πον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. Δύο τὰ ἐγκλήματα, καὶ ὅτι Πιλᾶτος ἤθελεν ἀπολύειν, καὶ ὅτι ὑμεῖς ἐκείνου θελήσαντος οὐκ ἠθελήσατε. Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν· τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Ὡσεὶ ἔλεγεν, Ἀντ' αὐτοῦ λῃστὴν ᾐτήσασθε. Σφόδρα ἐδείνωσε τὸ πρᾶγμα. Ἐπειδὴ γὰρ εἶχεν αὐτοὺς ὑπὸ τὴν χεῖρα, πλήττει λοιπὸν σφοδρῶς. Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς, φησίν. Ἐνταῦθα τὴν πίστιν τῆς ἀναστάσεως κατασκευάζει. Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Ἵνα μή τις εἴπῃ, Πόθεν τοῦτο δῆλον; οὐκέτι εἰς προφήτας καταφεύγει, ἀλλ' εἰς ἑαυτὸν, ἐπειδὴ λοιπὸν ἀξιόπιστος ἦν. Τότε μὲν γὰρ εἰπὼν, ὅτι ἀνέστη, τὸν Δαυῒδ ἐπηγάγετο μάρτυρα· νυνὶ δὲ εἰπὼν τὸ αὐτὸ, τὸν χορὸν τὸν ἀποστολικόν. Οὗ ἡμεῖς ἐσμεν, φησὶ, μάρτυρες. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. Ζητῶν τὸ πρᾶγμα εἰπεῖν, εὐθέως τὸ σημεῖον ἐπάγει. Ἐνώπιον, φησὶ, πάντων ὑμῶν. Ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ ἔδειξεν ἀναστάντα τὸν σταυρωθέντα, πάλιν ἀνίησι, διδοὺς αὐτοῖς ἐξουσίαν μετανοίας, λέγων· Καὶ νῦν, ἀδελφοὶ, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, καθὼς καὶ οἱ ἄρχοντες ὑμῶν. Κατὰ ἄγνοιαν ἐπράξατε. Μία αὕτη ἀπολογία· δευτέρα, Καθὼς καὶ οἱ ἄρχοντες ὑμῶν. Ὥσπερ ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς ἔλεγεν, ὅτι Ὁ Θεός με ἀπέστειλεν ἔμπροσθεν ὑμῶν· μᾶλλον δὲ, ὃ συνεσταλμένως εἶπεν ἐκεῖ, Τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, τοῦτο πλατύνει ἐνταῦθα. Ὁ δὲ Θεὸς, ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως. Ἅμα δείκνυσιν, ὅτι οὐκ ἐκείνων ἐστὶν, ἐὰν τοῦτο δειχθῇ, καὶ ὅτι κατὰ Θεοῦ βουλὴν γέγονε. Τῷ δὲ εἰπεῖν, Ἃ προκατήγγειλε, τὰ ῥήματα, ἃ ἐπὶ τοῦ σταυροῦ ὠνείδιζον, αἰνίττεται, Εἰ θέλει αὐτὸν, σωσάτω αὐτὸν, λέγοντες. Εἶπε γὰρ, Υἱὸς Θεοῦ εἰμι· πέποιθεν ἐπ' αὐτόν· καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ. Λῆρος οὖν, ὦ ἀνόητοι, ταῦτα; Ἄπαγε· ἀλλ' οὕτως ἔδει γενέσθαι· καὶ μαρτυροῦσιν οἱ προφῆται. Ὥστε οὐ παρὰ οἰκείαν ἀσθένειαν οὐ κατέβη, ἀλλὰ παρὰ δύναμιν. Καὶ τίθησιν αὐτὸ ἐν τάξει ἀπολογίας τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται. Ἐπλήρωσε, φησὶν, οὕτως. Ὁρᾷς, πῶς τὸ πᾶν ἐκεῖ ἀνάγει; Μετανοήσατε οὖν, φησὶ, καὶ ἐπιστρέψατε. Καὶ οὐ λέγει, Ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν, ἀλλ', Εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, τὸ αὐτὸ δηλῶν. Εἶτα τὸ κέρδος ἐπάγει· Ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου. Δείκνυσιν ἐνταῦθα ταλαιπωρηθέντας αὐτοὺς, καὶ πολλοῖς κατεργασθέντας κακοῖς. Διὸ καὶ οὕτως εἶπεν, εἰδὼς ὅτι πρὸς τὸν πάσχοντα καὶ παραμυθίαν ζητοῦντα οὗτος ἂν ἁρμόσειεν ὁ λόγος.