Ancient Greek · ~23 min
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-13
Not analysed yet
Ὅρα γοῦν εὐθὺς ἐξ ἀρχῆς, πῶς μεμεριμνημένος ὁ Πέτρος ἐστὶ, πῶς νήφων καὶ ἐγρηγορὼς, πῶς οἱ πιστεύσαντες τὰ χρήματα ἔῤῥιψαν. Οὐδὲν ἴδιον εἶχον, ἐν εὐχῇ ἦσαν, ὁμόνοιαν ἐπεδείκνυντο, ἐν νηστείαις διῆγον. Ταῦτα ποίας χάριτος; εἰπέ μοι. Διὰ τοῦτο καὶ δι' αὐτῶν ποιεῖ γενέσθαι τὸν ἔλεγχον τῶν ὑπηρετῶν αὐτῶν· οἳ καὶ ὥσπερ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον οἱ πεμφθέντες, Οὐδέποτε οὕτως ἄνθρωπος ἐλάλησεν ὡς οὗτος ὁ ἄνθρωπος, ἀπήγγειλαν ὑποστρέψαντες ἅπερ εἶδον. Σὺ δέ μοι σκόπει ἐνταῦθα καὶ αὐτῶν τὴν ἐπιείκειαν, πῶς εἴκουσι, καὶ τοῦ ἀρχιερέως τὴν πεπλασμένην γνώμην. Ἐπιεικῶς γὰρ δῆθεν αὐτοῖς διαλέγεται, ἅτε φοβούμενος, καὶ κωλῦσαι μᾶλλον ἐβούλετο, ἢ ἀνελεῖν, ἐπειδὴ τοῦτο οὐκ ἠδύνατο. Καὶ ὥστε πάντας κινῆσαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς ἐπικρεμάσαι τὸν κίνδυνον, Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Ἔτι ἄνθρωπος εἶναί σοι δοκεῖ; Οὕτως εἶπε, δεικνὺς, ὅτι ἀναγκαία ἡ παρακέλευσις γέγονεν αὐτοῖς. Ἀλλ' ὅρα καὶ τὸν Πέτρον, τί φησιν· Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁμαρτιῶν. Ἐνταῦθα οὐ μέμνηται τῶν ἐθνῶν, ἵνα μὴ δῷ λαβήν. Καὶ ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτούς. Ὅρα πάλιν τούτους ἐν ἀπορίᾳ, τούτους ἐν ὀδύνῃ· ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυμίᾳ καὶ ἐν τρυφῇ. Οὐχ ἁπλῶς ὠδυνῶντο, ἀλλὰ Διεπρίοντο. Τοῦτό ἐστιν ἄρα τὸ, κακῶς παθεῖν τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἔστιν ἰδεῖν. Ἐν δεσμοῖς ἦσαν οὗτοι, παρειστήκεισαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἦσαν ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ. Καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγήν· οὕτω δὴ καὶ οὗτοι. Ἀλλ' ἑώρων οὐ μόνον οὐκ ἐμποδιζομένην αὐτῶν τὴν παῤῥησίαν, ἀλλὰ καὶ μᾶλλον αὐξόμενον τὸ κήρυγμα, καὶ ἀκαταπλήκτως διαλεγομένους αὐτοὺς, καὶ μὴ παρέχοντας λαβάς. Μιμησώμεθα τούτους δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, καὶ ἀκατάπληκτοι ἐν πᾶσι γενώμεθα τοῖς δεινοῖς. Οὐκ ἔστι δεινόν τι τῷ φοβουμένῳ τὸν Θεὸν, ἀλλ' ἐν τοῖς μὴ φοβουμένοις ἐστὶ τὰ δεινά. Ὁ γὰρ τῶν παθῶν δι' ἀρετῆς ἀνώτερος γινόμενος, καὶ ὥσπερ σκιὰν τὰ παρόντα παρατρέχων πράγματα, πῶς ὑπό τινος πείσεται δεινόν; τίνα δὲ φοβηθήσεται; ἢ τί τὰ δεινὰ λογιεῖται; Οὐκοῦν καταφύγωμεν ἐπὶ ταύτην τὴν πέτραν τὴν ἄσειστον. Εἰ πόλιν ἡμῖν τις κατεσκεύαζε, καὶ τεῖχος περιετίθει· μᾶλλον δὲ εἰ ἀπῴκιζεν ἡμᾶς εἰς γῆν, ἔνθα μηδεὶς ἦν ὁ ἐνοχλῶν, καὶ πᾶσαν ἐκεῖ παρεῖχε τὴν ἀφθονίαν, οὐκ ἀφεὶς πρὸς οὐδένα πρᾶγμα ἔχειν, οὐκ ἂν ἡμᾶς ἐν τοσαύτῃ κατέστησεν ἀσφαλείᾳ, ἐν ὅσῃ νῦν ὁ Χριστός. Ἔστω γοῦν, εἰ βούλει, καὶ ἡ πόλις χαλκῆ, τεῖχος πάντοθεν ἔχουσα καρτερὸν καὶ ἀνάλωτον· μηδεὶς αὐτῇ προσκείσθω πολέμιος, ἄφθονον ἐχέτω γῆν καὶ λιπαράν· παρέστω δὲ καὶ ἡ τῶν ἄλλων ἀφθονία πραγμάτων· ἔστωσαν καὶ πολῖται ἥμεροι καὶ προσηνεῖς, καὶ μηδεὶς ἐκεῖ φαινέσθω κακοῦργος ἀνὴρ, μὴ κλέπτης, μὴ λωποδύτης, μὴ συκοφάντης, μὴ δικαστήριον, ἀλλὰ συναλλάγματα ἁπλῶς· καὶ ταύτην οἰκῶμεν τὴν πόλιν· οὐκ ἦν οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ ζῇν. Διὰ τί; Ὅτι καὶ πρὸς οἰκέτας, καὶ πρὸς γυναῖκα, καὶ πρὸς παιδία ἀνάγκη διαφέρεσθαι, καὶ πολλῆς ἀθυμίας εἶναι ὑπόθεσιν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· οὐ γὰρ ἦν, οὐκ ἦν τὸ λυποῦν οὐδὲ τὸ παρέχον ἀθυμίαν τινά. Ἀλλὰ τὸ θαυμαστὸν, αὐτὰ δὴ τὰ δοκοῦντα παρέχειν ἀθυμίαν, ταῦτα πάσης ἐγίνετο χαρᾶς καὶ εὐφροσύνης αἴτια. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν ἔμελλον ἀλύειν ἐκεῖνοι; τίνος δὲ ἕνεκεν δυσχεραίνειν; Βούλει παραγάγωμέν τινα ἐν τῷ μέσῳ; Ἔστω τις ἀπὸ ὑπάτων, πλοῦτον κεκτήσθω πολὺν, πόλιν οἰκείτω τὴν βασιλικὴν, πράγματα πρὸς μηδένα ἐχέτω, τρυφάτω μόνον, καὶ πρὸς τοῦτο ἀσχολείσθω, ἐν αὐτῇ τῇ κορυφῇ καὶ τοῦ πλούτου καὶ τῆς τιμῆς καὶ τῆς δυναστείας καθήμενος· ἀντεπεξαγάγωμεν αὐτῷ Πέτρον τὸν ἐν δεσμοῖς, εἰ δοκεῖ, τὸν ἐν μυρίοις κακοῖς· καὶ τοῦτον εὑρήσομεν τρυφῶντα μᾶλλον. Ὅταν γὰρ τοσαύτη περιουσία χαρᾶς ᾖ, ὡς ἐν δεσμοῖς ἥδεσθαι, ἐννόησον ὅσον ἐστὶ τὸ μέγεθος τῆς χαρᾶς. Καθάπερ γὰρ οἱ ἐπὶ μεγάλης ὄντες ἀρχῆς, ὅσα ἂν προσπέσῃ δεινὰ, οὐκ αἰσθάνονται, ἀλλ' ἐπιμένουσι τῇ χαρᾷ· οὕτω δὴ καὶ οὗτοι δι' αὐτὰ δὴ ταῦτα μᾶλλον ἔχαιρον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ὅσην ἔχειν συμβαίνει τοὺς διὰ Χριστόν τι πάσχοντας δεινόν· μᾶλλον γὰρ ἐπὶ τοῖς δεινοῖς χαίρουσιν, ἢ ἐπὶ τοῖς ἀγαθοῖς. Εἴ τις ἐφίλησε τὸν Χριστὸν, οἶδεν ὃ λέγω. Ἀλλὰ τί; ἀσφαλείας ἕνεκεν ἔμελλον τὰ δυσχερῆ φεύγειν; Καὶ τίς, εἰπέ μοι, μυρίον κεκτημένος πλοῦτον, τοσούτους κινδύνους ἠδυνήθη διαφυγεῖν, ἔθνεσι τοσούτοις ὁμιλῶν, ὑπὲρ μεταστάσεως πολιτείας μόνης; Οὗτοι δὲ ὥσπερ ἐξ ἐπιτάγματος βασιλικοῦ πάντα ἤνυον, μᾶλλον δὲ καὶ πολλῷ ῥᾴδιον. Οὐ γὰρ οὕτως ἐπίταγμα βασιλικὸν, ὡς τὰ ἐκείνων ῥήματα ἅπαντα ἤνυσαν· τὸ γὰρ ἐπίταγμα τὸ βασιλικὸν ἀνάγκῃ ἐπάγεται, οὗτοι δὲ ἑκόντας καὶ προαιρουμένους, καὶ μυρίαν χάριν εἰδότας. Ποῖον ἐπίταγμα βασιλικὸν πάντων ἀποστῆναι τῶν χρημάτων, καὶ τῆς ψυχῆς ἔπεισεν ἂν, καὶ καταφρονῆσαι οἰκίας, πατρίδος, συγγενῶν, καὶ τῆς σωτηρίας αὐτῆς; Ἀλλ' αἱ τῶν ἁλιέων καὶ σκηνοποιῶν ἴσχυσαν φωναί. Ὥστε καὶ ἐν ἡδονῇ ἦσαν, καὶ δυνατώτεροι καὶ ἰσχυρότεροι πάντων. Ναὶ, φησὶν, ἐκεῖνοι, ἐπειδὴ τὰ σημεῖα ἐποίουν. Οἱ δὲ πιστεύσαντες, εἰπέ μοι, ποῖα σημεῖα ἐποίουν, οἱ τρισχίλιοι, καὶ πεντακισχίλιοι, οἳ καὶ ἐν ἀγαλλιάσει πολλῇ διῆγον; Εἰκότως· ἡ γὰρ πασῶν τῶν ἀθυμιῶν ὑπόθεσις, ἡ τῶν χρημάτων κτῆσις ἀνῄρητο. Ἐκείνη γὰρ, ἐκείνη καὶ πολέμων, καὶ μάχης, καὶ λύπης, καὶ ἀθυμίας, καὶ πάντων αἰτία τῶν κακῶν ἦν· ἡ τὸν βίον ἐπίπονον ποιοῦσα καὶ λυπηρότερον, ἐκείνη ἐστί. Καὶ πλείους εὕροι τις ἂν μᾶλλον ἔχοντας ἀθυμίας ὑποθέσεις τοὺς ἐν πλούτῳ, ἢ τοὺς ἐν πενίᾳ. Εἰ δὲ μὴ δοκεῖ τισιν οὕτως ἔχειν, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ παρὰ τὴν δόξαν αὐτῶν. Εἰ δέ τινα ἔχουσι καὶ ἡδονὴν οἱ ἐν πλούτῳ, οὐδὲν θαυμαστόν. Καὶ γὰρ οἱ ψώρας ἀναπεπλησμένοι, ἐν πολλῇ εἰσιν ἡδονῇ. Ὅτι γὰρ ἐκείνων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, ἀλλ' ἡ ψυχὴ τοιαύτη τίς ἐστιν αὐτοῖς, δῆλον ἐκεῖθεν· Ἀνιῶσιν αὐτοὺς φροντίδες, καὶ ὅμως βούλονται αὐταῖς ἐνέχεσθαι διὰ τὴν πρόσκαιρον ἡδονήν· οἱ δὲ τούτων ἀπηλλαγμένοι, ἐν ὑγείᾳ εἰσὶ καὶ ἀθυμίας ἐκτός.