Ancient Greek · ~19 min
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-13
Not analysed yet
Ὅρα πάλιν τὸ κέρδος καὶ ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισμένην. Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. Πολλὴ ἡ παῤῥησία. Εἶτα ἀξιόπιστον [λοιπὸν] τὸν λόγον ποιῶν, ἐπήγαγε· Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. Ὁρᾷς, πῶς οὐχὶ μόνον τῇ ἑαυτῶν, ἀλλὰ καὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ κέχρηνται; Καὶ οὐκ εἶπον, Ὃ ἔδωκεν ἡμῖν, ἀλλὰ, Τοῖς πειθομένοις· ἅμα μὲν μετριάζοντες, ἅμα δὲ μέγα αὐτὸ δεικνύντες, καὶ δηλοῦντες, ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Ὅρα, πῶς καὶ δι' ἔργων καὶ διὰ ῥημάτων ἐπαιδεύοντο, καὶ οὐ προσεῖχον, ἵνα δικαία αὐτοῖς ἡ κατάκρισις γένηται. Διὰ γάρ τοι τοῦτο καὶ ὁ Θεὸς συνεχώρει ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα καὶ ἐκεῖνοι παιδεύωνται, εἴ γε μανθάνειν ἐβούλοντο, καὶ οἱ ἀπόστολοι εἰς παῤῥησίαν ἀλείφωνται. Οἱ δὲ ἀκούσαντες, διεπρίοντο, καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. Ὅρα κακίας ὑπερβολήν. Δέον ἐφ' οἷς ἤκουσαν καταπλαγῆναι, οἱ δὲ διαπρίονται, καὶ βουλεύονται εἰκῆ ἀνελεῖν. Ἀλλ' ἀναγκαῖον λοιπὸν ἄνωθεν ἰδεῖν τὰ ἀνεγνωσμένα. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς πύλας τῆς φυλακῆς, καὶ ἐξαγαγὼν αὐτοὺς εἶπεν· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἐξαγαγών· οὐκ αὐτὸς ἀπάγει αὐτοὺς, ἀλλ' ἀφίησιν· ὥστε καὶ ταύτῃ αὐτῶν γνωσθῆναι τὸ ἀκατάπληκτον, ὃ καὶ ἔδειξαν νυκτὸς εἰσελθόντες εἰς τὸ ἱερὸν καὶ διδάσκοντες. Εἰ δὲ ἐξέβαλον αὐτοὺς οἱ φύλακες, ὡς ἐκεῖνοι ἐνόμιζον, ἔφυγον ἂν, εἴ γε πεισθέντες ἐξῆλθον· μᾶλλον δὲ, εἰ ἐξέβαλον αὐτοὺς ἐκεῖνοι, οὐκ ἂν εἰς τὸ ἱερὸν ἔστησαν, ἀλλ' ἀπέδρασαν ἄν. Τοῦτο δὲ οὐδεὶς οὕτως ἀνόητος ὥστε μὴ συνιδεῖν. Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν, φησί; Εἰ μὲν οὖν καὶ αὐτοὶ ἐπείσθησαν ὑμῖν, καλῶς εὐθύνετε· εἰ δὲ καὶ ἐξ ἐκείνου εἶπον μὴ πεισθήσεσθαι, περιτταὶ αἱ εὐθῦναι, περιτταὶ καὶ αἱ παραγγελίαι. Ὅρα ἐγκλημάτων ἀνακολουθίαν, καὶ ὑπερβάλλουσαν ἄνοιαν. Φονικὰς λοιπὸν βούλονται δεῖξαι τὰς προαιρέσεις τῶν Ἰουδαίων, ὡς οὐ δι' ἀλήθειαν ταῦτα ποιούντων, ἀλλ' ὥστε ἀμύνασθαι βουλομένων. Διὰ τοῦτο καὶ οὐδὲ θρασέως αὐτοῖς ἀποκρίνονται οἱ ἀπόστολοι· διδάσκαλοι γὰρ ἦσαν· καίτοι τίς οὐκ ἂν τὴν πόλιν ἅπασαν ἀναρτησάμενος, καὶ τοσαύτης ἀπολαύων χάριτος, εἶπεν ἂν δή τι καὶ ἐφθέγξατο μέγα; Ἀλλ' οὐχ οὗτοι· οὐ γὰρ ὠργίζοντο, ἀλλ' ἠλέουν αὐτοὺς καὶ ἐδάκρυον, καὶ ἐσκόπουν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῆς πλάνης καὶ τοῦ θυμοῦ. Καὶ οὐκ ἔτι λέγουσι πρὸς αὐτούς· Ὑμεῖς κρίνατε· ἀλλ' ἀποφαίνονται λέγοντες· Ὃν ὁ Θεὸς ἤγειρε· διὰ τούτου δηλοῦντες, ὅτι κατὰ γνώμην τοῦ Θεοῦ ταῦτά ἐστιν. Οὐκ εἶπον δὲ, ὅτι Οὐκ εἴπομεν ὑμῖν καὶ τότε, Ἡμεῖς οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν; οὐ γάρ εἰσι φιλότιμοι· ἀλλὰ πάλιν τὰ αὐτά φασι, τὸν σταυρὸν, τὴν ἀνάστασιν. Καὶ οὐ λέγουσι, διὰ τί ἐσταυρώθη· ὅτι ὑπὲρ ἡμῶν· ἀλλ' αἰνίττονται μὲν, οὔπω δὲ φανερῶς, τέως αὐτοὺς φοβῆσαι βουλόμενοι. Εἰπέ μοι, ποία ῥητορεία ἐνταῦθα; Οὐδεμία· οὕτω χωρὶς κατασκευῆς τὸ τῆς ζωῆς ἐκήρυττον Εὐαγγέλιον. Εἰπὼν δὲ, ὅτι Ὕψωσε, λέγει καὶ ἐπὶ τίνι, Ἐπὶ τῷ δοῦναι μετάνοιαν, ἐπάγων, τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁμαρτιῶν. Ἀλλ' ἀπίθανα ταῦτα τέως ἐδόκει, φασί. Τί λέγεις; καὶ πῶς οὐ πιθανὰ μᾶλλον, οἷς γε οὐκ ἄρχοντες ἀντειπεῖν εἶχον, οὐ πλῆθος· ἀλλ' οἱ μὲν ἐπεστομίζοντο, οἱ δὲ ἐδιδάσκοντο; Καὶ ἡμεῖς, φησὶ, μάρτυρες τῶν ῥημάτων τούτων ἐσμέν. Ποίων; Ὅτι ἄφεσιν, ὅτι μετάνοιαν ἐπηγγείλατο· ἡ μὲν γὰρ ἀνάστασις ἦν λοιπὸν ὡμολογημένη. Ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡμεῖς μαρτυροῦμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ οὐκ ἂν ἐπῆλθε, μὴ πρότερον τῶν ἁμαρτιῶν λυθεισῶν· ὥστε ἀναμφισβήτητον τεκμήριον τοῦτό ἐστιν. Ἄφεσιν ἁμαρτημάτων ἀκούεις, ἄθλιε, καὶ ὅτι οὐ δίκην ἀπαιτεῖ, καὶ βούλει ἀνελεῖν; Καὶ πόσης ταῦτα οὐχὶ κακίας; Καίτοι ἢ διελέγξαι ψευδομένους ἐχρῆν, ἢ μὴ δυναμένους, πεισθῆναι· εἰ δὲ μὴ ἐβούλοντο πεισθῆναι, μὴ ἀνελεῖν. Τί γὰρ ἦν ἀναιρέσεως ἄξιον; Οἱ δὲ ὑπὸ τοῦ θυμοῦ οὐδὲ συνεῖδον τὸ γεγενημένον. Ὅρα, πῶς ἐνταῦθα μνημονεύσαντες τοῦ τολμήματος, περὶ ἀφέσεως διαλέγονται, δεικνύντες, ὅτι τὰ μὲν γεγενημένα ἄξια θανάτου, τὰ δὲ διδόμενα ὡς εὐγνώμοσιν ἐδίδοντο. Πῶς ἂν ἄλλως τις ἔπεισεν αὐτοὺς ἢ ὡς εὐδοκιμοῦντας εἰπών; Καὶ ὅρα τὴν κακουργίαν· τοὺς Σαδδουκαίους αὐτοῖς ἐφιστῶσιν, οἳ μάλιστα ἤλγουν ἐπὶ τῇ ἀναστάσει. Ἀλλ' οὐδὲν τῆς πονηρίας ἀπώναντο. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ τίς ἄνθρωπος τοιούτων ἀπολαύων, οἵων οἱ ἀπόστολοι, οὐκ ἂν μέγας ἐγένετο; Ἀλλ' ὅρα μοι πρὶν ἢ ἀπολαῦσαι τῆς χάριτος, πῶς ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ, καὶ ἐλπίζοντες ἐπὶ τὴν ἄνωθεν ῥοπήν. Καὶ σὺ ἐλπίζεις, ἀγαπητὲ, βασιλείαν οὐρανῶν, ἀλλ' οὐδὲν ὑπομένεις; καὶ σὺ Πνεῦμα ἔλαβες, ἀλλ' οὐ τοιαῦτα πάσχεις, οὐδὲ κινδυνεύεις; Ἐκεῖνοι δὲ, πρὶν ἢ τῶν προτέρων ἀναπνεῦσαι, πάλιν ἐφ' ἕτερα ἤγοντο. Καὶ τοῦτο δὲ αὐτὸ τὸ μὴ τυφωθῆναι, τὸ μὴ κενοδοξῆσαι, πόσον ἐστὶν ἀγαθόν. τὸ μετὰ ἐπιεικείας διαλέγεσθαι, πόσον ἐστὶ κέρδος. Οὐ γὰρ δὴ πάντα τῆς χάριτος ἦν, ἀλλὰ καὶ τῆς αὐτῶν σπουδῆς πολλὰ τὰ τεκμήρια. Τὸ γὰρ ἐν αὐτοῖς τὰ τῆς χάριτος διαλάμπειν, τῆς αὐτῶν ἐπιμελείας ἦν.