Ancient Greek · ~13 min
Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-15
Not analysed yet
Ὁρᾷς, πῶς ἐπὶ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγοροῦσιν; Ὅτι δὲ οὐκ ἦν τοῦ τοιούτου τοιαῦτα λέγειν καὶ θρασέως, παντί που δῆλον· οὕτως ἥμερος καὶ ἀπὸ τοῦ προσώπου ἦν. Ἔνθα μὲν οὖν οὐκ ἐσυκοφαντοῦντο, οὐδὲν τοιοῦτόν φησιν ἡ Γραφή· ἐπεὶ δὲ τὸ πᾶν ἐνταῦθα συκοφαντία ἐστὶν, εἰκότως αὐτὴν διορθοῦται ὁ Θεὸς καὶ δι' αὐτῆς τῆς ὄψεως. Ἄρα οἱ ἀπόστολοι οὐκ ἐσυκοφαντοῦντο, ἀλλ' ἐκωλύοντο· οὗτος δὲ συκοφαντεῖται· διά τοι τοῦτο καὶ πρὸ πάντων ἡ ὄψις ἀπολογεῖται. Τάχα τοῦτο καὶ τὸν ἱερέα ἐνέτρεψεν. Εἰπὼν δὲ, ὅτι Ἐπηγγείλατο, δείκνυσι τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγενημένην, πρὸ τῆς περιτομῆς, πρὸ θυσίας, πρὸ τοῦ ναοῦ, καὶ ὅτι οὐ κατ' ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς μόνης μισθὸς ἦν ἡ γῆ. Ἀλλ' οὐδὲ τῆς περιτομῆς δοθείσης, ἡ ἐπαγγελία πληροῦται. Καὶ ὅτι τύποι ἦσαν, καὶ τὸ τὴν πατρίδα ἀφεῖναι, τοῦ Θεοῦ κελεύσαντος, καὶ συγγένειαν (ἐκείνη γὰρ πατρὶς, ἔνθα ἂν ἡγῆται Θεὸς), καὶ τὸ κληρονομίαν ἐνταῦθα μὴ λαβεῖν· καὶ ὅτι, εἴ τις ἀκριβῶς ἐξετάζοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ ὅτι χωρὶς σημείων πείθεσθαι δεῖ τῷ Θεῷ λέγοντι, κἂν δεινά τινα συμβαίνῃ· ἐπεὶ καὶ ὁ πατριάρχης καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ. Εἰ δὲ ὁ τούτου πατὴρ οὐκ ἐκοινώνησεν αὐτῷ τῆς ἐπὶ Παλαιστίνην ἀποδημίας, τῷ ἄπιστος εἶναι· πολλῷ μᾶλλον τὰ παιδία οὐ κοινωνήσουσι, κἂν ἐπὶ πολὺ ἔλθωσι τῆς ὁδοῦ, τὴν τοῦ πατρὸς μὴ ζηλώσαντα ἀρετήν. Καὶ ἐπηγγείλατο αὐτὴν δοῦναι αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ, φησὶ, μετ' αὐτόν. Πολλὴ ἐνταῦθα καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία δείκνυται, καὶ τοῦ Ἀβραὰμ ἡ πίστις. Τὸ γὰρ, Οὐκ ὄντος αὐτῷ τέκνου, πείθεσθαι, τοῦτο δείκνυσι καὶ τὴν ὑπακοὴν καὶ τὴν πίστιν· καίτοι γε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον, μετὰ τὸ ἐλθεῖν οὐκ εἶχε βῆμα ποδὸς, παῖδα οὐκ εἶχεν, ἅπερ ἐναντία ἦν τῇ πίστει. Ταῦτα δὴ κατανοοῦντες καὶ ἡμεῖς, ἅπερ ἂν ἐπαγγέλληται ὁ Θεὸς, δεχώμεθα, κἄν που ἐναντία ᾖ τὰ γινόμενα· καίτοι ἐφ' ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα. Ἔνθα μὲν γὰρ ἂν ὦσιν ὑποσχέσεις, ὅταν τὰ ἐναντία γένηται, ἐναντία ἐστὶν ὄντως· ἐφ' ἡμῶν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλῖψιν εἶπεν, ἐκεῖ δὲ ἄνεσιν. Τί συγχέομεν τοὺς καιρούς; τί τὰ ἄνω κάτω ποιοῦμεν; Θλίβῃ, εἰπέ μοι, ὅτι ἐν πενίᾳ διάγεις, καὶ θορυβῇ διὰ τοῦτο; Μὴ θορυβοῦ· θορύβου γὰρ ἄξιον, εἰ ἐκεῖ μέλλοις θλίβεσθαι· αὕτη γὰρ ἡ θλῖψις, ἀνέσεως αἰτία. Ἡ ἀσθένεια αὕτη, φησὶν, οὐκ ἔστι πρὸς θάνατον. Ἐκείνη ἡ θλῖψις, κόλασις· αὕτη, παιδεία καὶ διόρθωσις. Ἀγών ἐστιν ὁ παρὼν καιρός· οὐκοῦν τοῦ πυκτεύειν χρεία· πόλεμός ἐστι καὶ μάχη. Οὐδεὶς ἐν πολέμῳ ζητεῖ ἄνεσιν, οὐδεὶς ἐν πολέμῳ ζητεῖ τρυφὴν, οὐδεὶς ὑπὲρ χρημάτων μεριμνᾷ, ὑπὲρ γυναικὸς οὐδεὶς φροντίζει, ἀλλ' εἰς ἓν ὁρᾷ μόνον, ὅπως περιγένοιτο τῶν ἐχθρῶν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· καὶ ἂν περιγενώμεθα καὶ ἐπανέλθωμεν μετὰ τροπαίων, πάντα ἡμῖν ὁ Θεὸς δώσει. Τοῦτο μόνον ἡμῖν σπουδαζέσθω, πῶς περιγενώμεθα τοῦ διαβόλου· μᾶλλον δὲ οὐ τῆς ἡμετέρας τὸ πρᾶγμα σπουδῆς, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὸ πᾶν. Ἓν ἡμῖν σπουδαζέσθω, ὅπως ἐπισπασώμεθα αὐτοῦ τὴν χάριν, ὅπως ἑλκύσωμεν πρὸς ἑαυτοὺς τὴν ῥοπὴν ἐκείνην. Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν, φησίν; Ἓν μόνον σπουδάζωμεν, ὅπως οὗτος ἡμῖν μὴ ἐχθρὸς γένηται, ὅπως ἡμᾶς μὴ ἀποστραφῇ.