Ancient Greek · ~20 min
Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-13
Not analysed yet
Οὐ τὸ θλίβεσθαι κακὸν, ἀλλὰ τὸ ἁμαρτάνειν κακόν. Ἡ χαλεπὴ θλῖψις τοῦτό ἐστι, κἂν ἐν τρυφῇ διάγωμεν· οὐ λέγω ἐν τῷ μέλλοντι, ἀλλὰ καὶ ἐν τῷ παρόντι. Πῶς γὰρ οἴει τὸ συνειδὸς ἡμῶν δάκνεσθαι; ποίας βασάνου οὐκ εἶναι χεῖρον; Ἐβουλόμην μετὰ ἀκριβείας ἐρωτῆσαι τοὺς ἐν τοῖς κακοῖς ζῶντας, εἰ μηδέποτε εἰς ἔννοιαν ἔρχονται τῶν οἰκείων ἁμαρτημάτων, εἰ μὴ τρέμουσιν, εἰ μὴ δεδοίκασιν, εἰ μὴ ὀδυνῶνται, εἰ μὴ μακαρίζουσι τοὺς ἐν νηστείᾳ, τοὺς ἐν ὄρεσι, τοὺς ἐν φιλοσοφίᾳ ζῶντας Βούλει ἄνεσιν εὑρεῖν ἐκεῖ; Θλίβηθι ἐνταῦθα διὰ τὸν Χριστόν· οὐδὲν ταύτης τῆς ἀνέσεως ἴσον. Ἔχαιρον οἱ ἀπόστολοι μαστιζόμενοι. Παῦλος τοῦτο παραινεῖ λέγων· Χαίρετε ἐν Κυρίῳ. Καὶ πῶς ἔνι χαίρειν, φησὶν ἔνθα δεσμὰ, ἔνθα βάσανοι, ἔνθα δικαστήρια; Μάλιστα ἐνταῦθα χαίρειν ἔνι. Πῶς δὲ ἔνι χαίρειν, ἔνθα ταῦτα, μάνθανε. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς, μέγα πως ἡσθήσεται, ὥστε, ὅσῳ ἂν εἴπῃς τὴν θλῖψιν, τοσούτῳ λέγεις τὴν ἡδονήν. Εἰπὲ γάρ μοι, ὁ μυρία τραύματα λαβὼν στρατιώτης καὶ ἐπανιὼν, ἆρ' οὐχὶ μετὰ πολλῆς ἐπανήξει τῆς ἡδονῆς, παῤῥησίας ὑπόθεσιν ἔχων τὰ τραύματα, λαμπρότητός τε καὶ εὐδοκιμήσεως; Καὶ σὺ ἂν δυνηθῇς ῥῆξαι τὴν φωνὴν ἐκείνην, ἣν Παῦλος, ὅτι Τὰ στίγματα τοῦ Ἰησοῦ βαστάζω, δυνήσῃ μέγας γενέσθαι καὶ λαμπρὸς καὶ εὐδόκιμος. Ἀλλ' οὐκ ἔστι διωγμός; Στῆθι πρὸς δόξαν· κἂν εἴπῃ τις ἐναντίον τι, μὴ φοβηθῇς ἀκοῦσαι κακῶς διὰ Χριστόν· στῆθι πρὸς τύφου τυραννίδα, στῆθι πρὸς θυμοῦ μάχην, στῆθι πρὸς ἐπιθυμίας βάσανον. Καὶ ταῦτα στίγματά ἐστι, καὶ αὗται βάσανοι. Εἰπὲ γάρ μοι, τί τὸ δεινότατον τῶν βασάνων; ἆρ' οὐχ ὅτι ἡ ψυχὴ ἀλγεῖ καὶ καίεται; Ἐκεῖ μὲν γὰρ κἂν τὸ σῶμα μερίζεται· ἐνταῦθα δὲ τὸ πᾶν αὐτῆς ἐστι. Περὶ αὐτὴν ἡ ὀδύνη, ὅταν ὀργίζηται, ὅταν βασκαίνῃ, ὅταν τι τοιοῦτον ποιῇ, μᾶλλον δὲ ὅταν πάσχῃ. Οὐ γὰρ ποιεῖν τοῦτό ἐστιν, ἀλλὰ πάσχειν, τὸ ὀργίζεσθαι, τὸ φθόνον ἔχειν· διὰ τοῦτο καὶ πάθη καλεῖται ψυχῆς, καὶ τραύματα, καὶ ὠτειλαί. Ὄντως γὰρ πάθος ἐστὶ, καὶ πάθους χαλεπώτερον. Ἐννοήσατε, οἱ ὀργιζόμενοι, ὅτι πάθει ταῦτα ποιεῖτε. Οὐκοῦν ὁ μὴ ὀργιζόμενος οὐ πάσχει, Ὁρᾷς, ὅτι ὁ ὑβριζόμενος οὐ πάσχει, ἀλλ' ὁ ὑβρίζων, ὅπερ ἔφην καὶ ἤδη; Ὅτι γὰρ πάσχει, δῆλον μὲν καὶ ἀπὸ τοῦ πάθος καλεῖσθαι τὸ τοιοῦτον, δῆλον δὲ καὶ ἐκ τοῦ σώματος· ταῦτα γὰρ ἀπὸ ὀργῆς τίκτεται τὰ πάθη, ἀμβλυωπία, παραπληξία, καὶ μυρία ἕτερα. Ἀλλὰ τὸν παῖδα ὕβρισε, φησὶν, ἀλλὰ τὸν οἰκέτην. Μὴ νομίσῃς εἶναι ἀσθένειαν τὸ μὴ καὶ αὐτὸς τοῦτο ποιῆσαι. Εἰπὲ γάρ μοι, καλῶς γέγονεν; Οὐκ οἶμαι εἰπεῖν· οὐκοῦν μὴ ποιήσῃς τὸ μὴ καλῶς γινόμενον. Οἶδα οἷαι ἐν τοῖς τοιούτοις αἱ ὀργαὶ τίκτονται. Τί οὖν, ἂν καταφρονῇ, φησὶν, ἂν πάλιν εἴπῃ; Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· πραότητι ὀργὴ λύεται· προσελθὼν ἐγκάλεσον. Ὑπὲρ μὲν γὰρ τῶν εἰς ἡμᾶς οὐδὲ τοῦτο ποιεῖν χρὴ, ὑπὲρ δὲ τῶν ἄλλων, καὶ ἀνάγκη τοῦτο δὴ ποιεῖν. Μὴ ἰδίαν ὕβριν νομίσῃς τὸ τὸν παῖδα ὑβρισθῆναι· κἂν ἀλγῇς ὑπὲρ ἐκείνου, μὴ ὡς αὐτὸς ὑβρισθείς· οὐ γὰρ ἐπειδὴ ὁ παῖς κακῶς ἔπαθεν, ὑβρίσθης σὺ, ἀλλ' ὁ ποιήσας κακῶς. Σβέσον τὴν μάχαιραν τὴν ὀξεῖαν, ἐν τῇ θήκῃ κείσθω. Ἂν ἔχωμεν αὐτὴν γυμνὴν, πολλάκις καὶ οὐκ ὄντος καιροῦ χρησόμεθα, ἐφελκόμενοι ὑπ' αὐτῆς· ἂν δὲ ᾖ κεκρυμμένη, κἂν χρεία γένηται, σβεσθήσεται ἡ ὀργή. Ὑπὲρ αὑτοῦ οὐ βούλεται ἡμᾶς ὀργίζεσθαι ὁ Χριστὸς (ἄκουσον γὰρ τί φησι πρὸς τὸν Πέτρον· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὴν θήκην)· καὶ σὺ ὑπὲρ παιδὸς ὀργίζῃ; Δίδαξον καὶ τὸν παῖδα φιλοσοφεῖν· εἰπὲ αὐτῷ τὰ τοῦ Δεσπότου παθήματα· μίμησαί σου τὸν Διδάσκαλον. Ὅτε ἔμελλον καὶ αὐτοὶ ἀτιμάζεσθαι, οὐκ εἶπεν, ὅτι Ἐκδικήσω· ἀλλὰ τί; Ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Οὐκοῦν φέρετε γενναίως· οὐ γὰρ ἐμοῦ βελτίους ὑμεῖς. Ταῦτα καὶ σὺ πρὸς τὸν υἱὸν καὶ τὸν παῖδα εἰπέ· Οὐκ εἶ τοῦ Δεσπότου σου βελτίων. Ἀλλὰ χήρας εἶναι δοκεῖ τὰ ῥήματα τῆς φιλοσοφίας. Οἴμοι, ὅτι λόγῳ παραστῆσαι οὐκ ἔνι, ὡς ὑπὸ τῆς πείρας αὐτῆς διδαχθῆναι ἔνεστι. Καὶ ἵνα μάθῃς, ἐν μέσῳ δύο ἑστὼς διαμαχομένων, γενοῦ τῆς μερίδος τῶν ἀδικουμένων, καὶ μὴ τῶν ἀδικούντων, ἂν μὴ παρὰ σαυτῷ τὰ νικητήρια ἴδῃς, ἂν μὴ λαμπροὺς λάβῃς στεφάνους. Ὅρα, πῶς ὑβρίζεται ὁ Θεὸς, καὶ πῶς ἀποκρίνεται πράως καὶ ἡμέρως. Ποῦ ἔστι, φησὶν, Ἄβελ ὁ ἀδελφός σου; Καὶ τί ἐκεῖνος; Μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Τί αὐθαδέστερον τούτου; κἂν παρά γε υἱοῦ ἤκουσεν ἄν τις; εἰ γὰρ παρὰ ἀδελφοῦ, οὐχ ὕβριν ἂν ἡγήσατο τὸ πρᾶγμα; Ἀλλ' ὁ Θεὸς πάλιν ἡμέρως ἀποκρίνεται· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου, φησὶ, βοᾷ πρός με. Ἀλλ' ὁ Θεὸς ἀνώτερός ἐστιν ὀργῆς, φησίν. Ἀλλὰ διὰ τοῦτο κατῆλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα σὲ θεὸν ποιήσῃ κατὰ δύναμιν τὴν ἀνθρωπίνην. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἄνθρωπος ὤν. Οὐκοῦν φέρε ἀνθρώπους σοι παραγάγωμεν. Καὶ μή με νομίσῃς Παῦλον ἐρεῖν μηδὲ Πέτρον, ἀλλά τινας τῶν ἐλαττόνων καὶ σφόδρα κατωτέρω. Τὸ παιδάριον Ἠλεὶ τὴν Ἄνναν ὕβρισε λέγον· Περιελοῦ τὸν οἶνόν σου. Τί τούτου ὑβριστικώτερον; Τί οὖν ἐκείνη; Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι. Οὐδὲν ὄντως θλίψεως ἴσον· φιλοσοφίας μήτηρ ἐστίν. Ἡ αὐτὴ δὲ αὕτη καὶ τὴν ἀντίζηλον αὐτῆς ἔχουσα, οὐχ ὕβρισεν αὐτήν· ἀλλὰ τί; Πρὸς τὸν Θεὸν καταφεύγει, καὶ εὐχομένη οὐδὲ μέμνηται αὐτῆς, οὐδὲ λέγει, Ἐπειδὴ ὀνειδίζει με ἡ δεῖνα, ἐπάμυνόν μοι· οὕτω φιλόσοφος ἦν ἡ γυνὴ (αἰσχυνθῶμεν οἱ ἄνδρες)· καίτοι ἴστε, ὅτι ζήλου ἴσον οὐδέν.