Ancient Greek · ~19 min
Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπέστειλε σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-17
Not analysed yet
Τί ἐστι τοῦτο; Τινές φασι, τὸν ὑπ' ἀγγέλων λέγειν διαταχθέντα. Οὐκ ἔστι δέ· ποῦ γὰρ ἄγγελοι νόμον ἐφάνησαν διατάττοντες; ἀλλὰ διαταχθέντα νόμον λέγει, τὸν ἐγχειρισθέντα αὐτῷ δι' ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ· μὴ γὰρ ἄνθρωπος ἦν; Οὐδὲν οὖν θαυμαστὸν τούτους ἐκεῖνα ποιήσαντας, φησὶ, καὶ ταῦτα ποιῆσαι. Εἰ τοὺς καταγγείλαντας ἀνείλετε, πολλῷ μᾶλλον αὐτόν. Ἐνταῦθα καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύματι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας, καθὼς καὶ ἑτέρωθί φησιν ἡ Γραφή· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Οἱ τοίνυν ἀντιποιούμενοι λόγῳ τοῦ νόμου, ἔλεγον· Εἰς Μωϋσῆν βλασφημεῖ. Ὁ δὲ δείκνυσιν, ὅτι αὐτοὶ βλασφημοῦσι μᾶλλον, οὐ μόνον εἰς Μωϋσῆν, ἀλλὰ καὶ εἰς Θεὸν, καὶ ὅτι αὐτοὶ ἄνωθεν τοιαῦτα ποιοῦσι, καὶ ὅτι αὐτοὶ τὰ ἔθη κατέλυσαν, καὶ ὅτι οὐ χρεία τούτων λοιπόν· καὶ ὅτι ἐγκαλοῦντες καὶ λέγοντες Μωϋσῇ ἐναντιοῦσθαι αὐτὸν, αὐτοὶ τῷ Πνεύματι ἠναντιοῦντο· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ μετὰ φόνου· καὶ ἄνωθεν εἶχον τὴν ἔχθραν. Ὁρᾷς, ὅτι καὶ Μωϋσῇ καὶ πᾶσι δείκνυσιν ἐναντιουμένους αὐτοὺς, καὶ τὸν νόμον μὴ φυλάττοντας; Καίτοι γε Μωϋσῆς εἶπε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος· καὶ οἱ ἄλλοι δὲ τοῦτον ἐλεύσεσθαι προὔλεγον, καὶ ὁ προφήτης, λέγων· Ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ πάλιν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; Τοῦτο παῤῥησία ἀνδρὸς τὸν σταυρὸν ἔχοντος. Μιμώμεθα τοίνυν καὶ ἡμεῖς ταύτην, εἰ καὶ πολέμου οὐκ ἔστι καιρὸς, ἀλλὰ παῤῥησίας ἀεὶ καιρός ἐστιν. Ἐλάλουν γὰρ, φησὶν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Ἂν τοίνυν Ἕλλησι συμπλεκώμεθα, οὕτως αὐτοὺς ἐπιστομίζωμεν χωρὶς θυμοῦ, χωρὶς τραχύτητος. Ἂν μὲν γὰρ μετὰ θυμοῦ τοῦτο ποιῶμεν, οὐκ ἔτι παῤῥησία, ἀλλὰ πάθος εἶναι δοκεῖ· ἂν δὲ ἐπιεικῶς, ὄντως ἐστὶν αὕτη παῤῥησία. Οὐ γὰρ δυνατὸν ὁμοῦ κατὰ ταυτὸν καὶ κατόρθωμα εἶναι καὶ ἐλάττωμα. Ἡ παῤῥησία, κατόρθωμα· ὁ θυμὸς, ἐλάττωμα. Δεῖ τοίνυν ἡμᾶς, εἰ μέλλομεν παῤῥησίαν ἔχειν, καθαροὺς εἶναι τοῦ θυμοῦ, ἵνα μὴ ἐκείνῳ τις λογίσηται τὰ ῥήματα. Κἂν δίκαια λέγῃς μετὰ θυμοῦ, τὸ πᾶν ἀπώλεσας, κἂν παῤῥησιάζῃ, κἂν νουθετῇς, κἂν ὁτιοῦν πράττῃς. Ὅρα τὸν ἄνδρα τοῦτον οὐ μετὰ θυμοῦ διαλεγόμενον· οὐ γὰρ δὴ ὕβρισεν, ἀλλὰ προφητικοῦ αὐτοὺς ἀνέμνησε λόγου. Ὅτι γὰρ οὐκ ἦν θυμοῦ, ἔδειξεν, ὅτε κακῶς ἔπασχε, τότε ὑπὲρ αὐτῶν εὐχόμενος καὶ λέγων· Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὕτως οὐκ ὀργιζόμενος αὐτοῖς, ἀλλὰ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόμενος, ταῦτα ἐφθέγγετο· ἐπεὶ καὶ περὶ τῆς ὄψεως διὰ τοῦτο εἶπεν, ὅτι Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, ἵν' αὐτοὺς ἐφελκύσηται. Καθαροὶ τοίνυν θυμοῦ ὦμεν. Οὐ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα θυμός· ἐπικατάρατος ὁ θυμώδης. Οὐκ ἔστιν οὐδὲν ὑγιὲς προελθεῖν, ὅθεν θυμὸς ἔξεισι. Καθάπερ γὰρ ἐν χειμῶνι θαλαττίῳ πολὺς ὁ θόρυβος, μεγάλη ἡ κραυγὴ, καὶ οὐκ ἂν ἔχοι τις καιρὸν φιλοσοφεῖν· οὕτως οὐδὲ ἐν θυμῷ. Ἀλλ' εἰ μέλλει τι φιλόσοφον ἢ λέγειν ἢ παιδεύεσθαι ψυχὴ, ὀφείλει πρότερον ἐν λιμένι εἶναι. Οὐχ ὁρᾷς πῶς, ὅταν βουλώμεθα περί τινων ἀναγκαίων διαλεχθῆναι, τόπους θορύβου καθαροὺς παρατηροῦμεν, ἔνθα ἡσυχία, ἔνθα γαλήνη, ἵνα μὴ ἐκκρουώμεθα; Εἰ δὲ ὁ ἔξωθεν ἐκκρούει θόρυβος, πολλῷ μᾶλλον ἡ ἔνδον ταραχή. Κἂν εὔχηταί τις, εἰκῆ εὔχεται, μετὰ ὀργῆς καὶ θυμοῦ τοῦτο ποιῶν· κἂν φθέγγηται, καταγέλαστος ἔσται· κἂν σιγᾷ, πάλιν ὁμοίως· κἂν ἐσθίῃ, καὶ οὕτως ἐβλάβη· κἂν πίνῃ, κἂν μὴ πίνῃ, κἂν καθέζηται, κἂν στήκῃ, κἂν βαδίζῃ, κἂν καθεύδῃ· καὶ γὰρ ἐν τοῖς ὀνείροις τοιαῦτα φαντάζονται. Τί γὰρ τῶν τοιούτων οὐκ ἄτοπον; Ὀφθαλμοὶ ἀηδεῖς, στόμα διεστραμμένον, μέλη κεκινημένα καὶ οἰδαίνοντα, γλῶσσα ἀκράτητος καὶ οὐδενὸς φειδομένη, διάνοια ἐξεστηκυῖα, σχῆμα ἀπρεπὲς, πολλὴ ἡ ἀηδία. Ἴδε μοι τῶν δαιμονώντων τοὺς ὀφθαλμοὺς καὶ τῶν μεθυόντων καὶ μαινομένων, τί διεστήκασιν ἀλλήλων; οὐχὶ μανία τὸ πᾶν ἐστι; Τί γὰρ, εἰ πρὸς καιρὸν τοῦτο γίνεται; Καὶ γὰρ ὁ μαινόμενος πρὸς καιρὸν κατέχεται· τούτου δὲ τί χεῖρον; Καὶ οὐκ αἰσχύνονται ἐπὶ τῇ ἀπολογίᾳ· Οὐκ ᾔδειν, φησὶ, τί εἶπον. Καὶ διὰ τί μὴ ᾔδεις τοῦτο ὁ λογικὸς ἄνθρωπος, ὁ λογισμὸν ἔχων; διὰ τί τὰ τῶν ἀλόγων ποιεῖς, καθάπερ ἵππος ἄγριος ἀπὸ θυμοῦ καὶ ὀργῆς συναρπαγείς; Καὶ μὴν ἡ ἀπολογία, ἐγκλήματος ἀξία. Εἴθε γὰρ ᾔδεις, ἃ ἔλεγες. Τοῦ θυμοῦ, φησὶν, ἐστὶ τὰ ῥήματα, οὐκ ἐμά. Πῶς ἐκείνου; Καὶ μὴν ὁ θυμὸς οὐκ ἔχει ἰσχὺν, ἂν μὴ παρὰ σοῦ λάβῃ. Ὡς καὶ ἂν εἴποι τις· Τῆς χειρός ἐστιν, οὐκ ἐμὰ τὰ τραύματα. Τί οἴει μάλιστα δεῖσθαι θυμοῦ; οὐχὶ πόλεμον καὶ μάχην; Ἀλλὰ καὶ ἐκεῖ ἂν μετὰ θυμοῦ τι γίνηται, τὸ πᾶν διέφθαρται καὶ ἀπόλωλε. Μάλιστα γὰρ τοὺς μαχομένους θυμοῦσθαι οὐ χρή· μάλιστα τοὺς ὑβρίζοντας θυμοῦσθαι οὐ χρή. Καὶ πῶς ἔνι μάχεσθαι, φησίν; Λόγῳ, ἐπιεικείᾳ· μάχη γάρ ἐστι τὸ ἐξ ἐναντίας στῆναι. Ἢ οὐχ ὁρᾷς καὶ τούτους τοὺς πολέμους νόμῳ καὶ διατάξει καὶ καιροῖς ὡρισμένους; Θυμὸς γὰρ οὐδέν ἐστιν, ἢ ὁρμὴ ἄλογος· ἀλόγῳ δὲ οὐδὲν λογικὸν γενέσθαι δυνατόν.