Ancient Greek · ~18 min
Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπέστειλε σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-15
Not analysed yet
Ἐπεὶ καὶ οὗτος τοιαῦτα ἐφθέγγετο, καὶ οὐκ ἐθυμοῦτο. Καὶ ὁ Ἠλίας ἔλεγεν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; καὶ οὐκ ἐθυμοῦτο. Καὶ ὁ Φινεὲς ἔσφαξε, καὶ οὐκ ἐθυμοῦτο. Ὁ γὰρ θυμὸς οὐκ ἀφίησιν ἰδεῖν, ἀλλὰ καθάπερ ἐν νυκτομαχίᾳ πάντα συνδήσας, καὶ ὀφθαλμοὺς καὶ ὦτα, οὕτως ἄγει, ὅπουπερ ἂν ἐθέλῃ. Ἀπαλλαγῶμεν οὖν τούτου τοῦ δαίμονος, ἀρχόμενον αὐτὸν καταστείλωμεν, τὴν σφραγῖδα ἐπιθῶμεν τῷ στήθει καθάπερ τινὰ χαλινόν. Κύων ἐστὶν ἀναιδὴς ὁ θυμός· ἀλλὰ μαθέτω ἀκούειν τοῦ νόμου. Ἂν ᾖ κύων ἐν ποίμνῃ οὕτως ἄγριος, ὡς μὴ πείθεσθαι προστάττοντι τῷ βουκόλῳ, μηδὲ ἐπιγινώσκειν αὐτοῦ τὴν φωνὴν, πάντα ἀπόλωλε καὶ διέφθαρται. Μετὰ τῶν προβάτων νέμεται· ἀλλ' ἐὰν ἀπογεύηται τῶν προβάτων, ἄχρηστός ἐστι καὶ κατασφάττεται. Εἰ ἔμαθεν ἀκούειν σου, θρέψον τὸν κύνα· χρήσιμός ἐστι, κατὰ τῶν λύκων, κατὰ τῶν πειρατῶν, κατὰ τοῦ λῃστάρχου ὑλακτῶν, οὐ κατὰ προβάτων, οὐδὲ κατὰ οἰκείων. Ἂν μὴ ἀκούῃ, πάντα διαφθείρει· ἂν μάθῃ καταφρονεῖν, πάντα ἀπολλύει. Τὸ τοίνυν ἥμερον τὸ ἐν σοὶ μὴ ἀναλισκέτω, ἀλλὰ φυλαττέτω ὁ θυμὸς καὶ πῖον ποιείτω· φυλάξει δὲ, καὶ ἐν ἀσφαλείᾳ πολλῇ νέμεσθαι καταστήσει, ἂν τοὺς μιαροὺς λογισμοὺς καὶ τοὺς πονηροὺς καταναλίσκῃ, ἂν τὸν διάβολον διώκῃ πανταχόθεν. Οὕτως ἐπιείκεια διασώζεται, ὅταν μηδαμοῦ τῷ πλησίον κακόν τι λογιζώμεθα· οὕτως αἰδέσιμοι γινόμεθα, ὅταν μὴ μανθάνωμεν ἀναισχυντεῖν. Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς πονηρὸν συνειδός. Διὰ τί αἱ πόρναι ἀναίσχυντοί εἰσι; διὰ τί αἱ παρθένοι αἰσχυντηλαί; Οὐκ ἀπὸ τῆς ἁμαρτίας ἐκεῖναι; οὐκ ἀπὸ τῆς σωφροσύνης αὗται; Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς ἁμαρτία. Καὶ μὴν τοὐναντίον, φησὶ, κατ[αν]αισχύνει. Ναὶ τὸν καταγνόντα ἑαυτοῦ· τὸν δὲ ἀπηρυθριασμένον, καὶ ἰταμώτερον ἐργάζεται· ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ, θρασὺς γίνεται. Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Ὁ δὲ ἀναίσχυντος, καὶ ἰταμὸς ἂν εἴη· ὁ δὲ ἰταμὸς, καὶ θρασύς. Βούλει μαθεῖν πότε ἀναλίσκεται ἐπιείκεια; Ὅταν πονηροὶ λογισμοὶ αὐτὴν διαμασῶνται. Ἀλλ' εἰ καὶ τοῦτο συμβαίνει, ὅτι μὴ ὁ κύων ἕστηκε μέγα ὑλακτῶν, οὐδὲ οὕτως ἀπογινώσκειν χρή. Ἔστι γὰρ ἡμῖν καὶ σφενδόνη καὶ λίθος (ἴστε τὸ λεγόμενον)· ἔστιν ἡμῖν καὶ δόρυ, καὶ μάνδρα, καὶ σηκὸς, ἐν ᾧ φυλάξομεν τοὺς λογισμοὺς ἀσινεῖς. Ἂν ὁ κύων σαίνῃ μὲν τὰ πρόβατα, ἀγριαίνῃ δὲ κατὰ τῶν ἔξω καὶ ἀγρυπνῇ, τοῦτο ἀρετὴ κυνός· κἂν λιμώττῃ, μὴ γεύεσθαι τῶν προβάτων· κἂν ἐν πλησμονῇ ᾖ, μὴ φείδεσθαι τῶν λύκων. Τοιοῦτον καὶ ὁ θυμός· κἂν δάκνηται, τῆς ἐπιεικείας μὴ ἀφίστασθαι· κἂν ἐν ἡσυχίᾳ ᾖ, διεγείρεσθαι πρὸς τοὺς πονηροὺς λογισμούς· καὶ τὸ μὲν οἰκεῖον καὶ πλῆττον μὴ καταλιμπάνειν, ἀλλ' ἐπιγινώσκειν, τὸ δὲ ἀλλότριον καὶ σαῖνον λυμαίνεσθαι. Σαίνει ὁ διάβολος πολλάκις ὡς ὁ κύων, ἀλλὰ γνώτω πᾶς, ὅτι ἀλλότριός ἐστιν. Οὕτω δὴ καὶ ἡμεῖς τὴν ἀρετὴν, κἂν λυπῇ, σαίνωμεν· καὶ τὴν κακίαν, κἂν εὐφραίνῃ, ἀποστρεφώμεθα. Μὴ γενώμεθα χείρους τῶν κυνῶν, οἳ μαστιζόμενοι καὶ ἀγχόμενοι οὐκ ἀφίστανται. Ἂν δὲ αὐτοὺς καὶ τρέφῃ ὁ ἀλλότριος, πῶς οὐ μᾶλλον βλάψουσιν; Ἔστιν ὅτε χρήσιμος ὁ θυμὸς, ἀλλ' ὅταν ὑλακτῇ κατὰ τῶν ἀλλοτρίων. Τί ἐστιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ; Ἀντὶ τοῦ, Μὴ ἄμυνε σαυτῷ, μηδὲ ἐκδίκει ἂν ἕτερον ἴδῃς ἀπολλύμενον, ὄρεξον χεῖρα. Οὐκ ἔτι θυμὸς λοιπὸν τοῦτό ἐστιν, ὅταν τῆς οἰκείας συμπαθείας ἀπηλλαγμένος ᾖς. Ἔλαβεν ὁ Δαυῒδ τὸν Σαοὺλ, καὶ οὐκ ἐθυμώθη, οὐδὲ ἐνέπηξε τὸ δόρυ, τὸν ἐχθρὸν λαβὼν, ἀλλ' ἠμύνατο τὸν διάβολον. Ὁ Μωϋσῆς, ὅτε μὲν ἀλλότριον ἀδικοῦντα εἶδε, καὶ ἀνεῖλεν· ὅτε δὲ οἰκεῖον, οὐκ ἔτι· ἀλλὰ τοὺς μὲν ἀδελφοὺς κατήλλαττεν, ἐκείνους δὲ καὶ ἀπωθεῖτο. Καίτοι πραότατον αὐτὸν ἡ Γραφὴ μαρτυρεῖ, ἀλλ' ὅμως ἦν καὶ διεγηγερμένος. Ἀλλ' οὐχ ἡμεῖς· ἀλλ' ἔνθα μὲν πραότητα ἐπιδείκνυσθαι χρὴ, πάντων θηρίων ἐσμὲν ἀγριώτεροι· ἔνθα δὲ διεγερθῆναι, πάντων νωθέστεροι καὶ ὑπνηλότεροι. Ἐπεὶ οὖν οὐκ εἰς δέον κεχρήμεθα τοῖς ἐν ἡμῖν, διά τοι τοῦτο καὶ εἰς οὐδὲν δέον ὁ βίος ἡμῖν ἀνάλωται. Οὕτω καὶ ἐν σκεύεσιν, ἐὰν ἄλλῳ ἄλλως χρήσηταί τις, τὰ πάντα ἀπόλλυσιν· οἷον ἂν μάχαιραν λαβών τις, ἔνθα αὐτῇ χρῆσθαι δεῖ, μὴ χρῷτο, ἀλλὰ τῇ χειρὶ τοῦτο ποιοῖ, οὐδὲν πλέον ἐργάσεται· ὥσπερ καὶ ὁ ἔνθα τῇ χειρὶ χρήσασθαι χρὴ, τὴν μάχαιραν μεταχειρίζων, πάντα ἂν ἀπολέσειεν. Οὕτω δὴ καὶ ἰατρὸς, ἔνθα ἂν τέμνειν δέῃ, μὴ τέμνων, καὶ ἔνθα ἂν μὴ χρὴ, τέμνων, πάντα διαφθείρει. Διὸ παρακαλῶ, ἡμεῖς εἰς καιρὸν χρώμεθα τῷ πράγματι. Θυμοῦ γὰρ καιρὸς οὐδαμοῦ, ὅταν ἑαυτοῖς βοηθῶμεν· ἂν δὲ ἑτέρους διορθῶσαι χρὴ, τότε μάλιστα αὐτῷ χρῆσθαι δεῖ, ἵνα ἑτέρους ἐξαρπάσωμεν. Οὕτω καὶ ἰσόθεοι ἐσόμεθα, τὸ ἀόργητον πανταχοῦ διατηροῦντες, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.