Ancient Greek · ~20 min
Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-18
Not analysed yet
Καὶ διὰ τί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα ἅγιον βαπτισθέντες; Ἤτοι τῷ μὴ δοῦναι Φιλίππου τούτῳ τιμῶντος τάχα τοὺς ἀποστόλους· ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον (τῶν ἑπτὰ γὰρ ἦν)· ὅπερ καὶ μᾶλλόν ἐστιν εἰπεῖν. Ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἶναι, ὁ Στεφάνου δεύτερος. Διὸ καὶ βαπτίζων. Πνεῦμα τοῖς βαπτιζομένοις οὐκ ἐδίδου· οὐδὲ γὰρ εἶχεν ἐξουσίαν· τοῦτο γὰρ τὸ δῶρον μόνων τῶν δώδεκα ἦν. Σκόπει δέ· Ἐκεῖνοι οὐκ ἐξῄεσαν, ᾠκονομήθη τούτους ἐξελθεῖν, οἳ καὶ ὑστέρουν τῆς χάριτος, διὰ τὸ μήπω λαβεῖν Πνεῦμα ἅγιον. Δύναμιν μὲν γὰρ ἔλαβον ποιεῖν σημεῖα, οὐχὶ δὲ καὶ Πνεῦμα διδόναι ἑτέροις. Ἄρα τοῦτο ἦν τῶν ἀποστόλων ἐξαίρετον· ὅθεν καὶ τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς, ἔστιν ἰδεῖν τοῦτο ποιοῦντας. Ἰδὼν δὲ, φησὶ, Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ ἂν οὕτως εἶπεν, εἰ μὴ αἰσθητόν τι ἐγίνετο. Τοῦτο καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. Εἶδες τὴν μιαρίαν τοῦ Σίμωνος; Χρήματα προσήνεγκε· καίτοι οὐκ εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· ὥστε οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν. Διὰ τοῦτο καὶ ἀκούει· Οὐκ ἔστι σοι μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ. Πάλιν τὰ ἐν τῇ διανοίᾳ εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζε. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Ἀποκριθεὶς δὲ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ' ἐμὲ ὧν εἰρήκατε. Δέον ἀπὸ καρδίας μετανοῆσαι, δέον κλαῦσαι· ὁ δὲ ἀφοσιώσει μόνον τοῦτο ποιεῖ. Εἰ ἄρα ἀφεθήσεταί σοι. Τοῦτο εἶπεν, οὐχ ὡς οὐ συγχωρηθέντος ἂν αὐτῷ, εἰ ἔκλαυσεν, ἀλλ' ἔθος καὶ τοῖς προφήταις μόνον ἀπαγορεύειν, καὶ μὴ λέγειν· Ἐὰν δὲ τόδε ποιήσῃς, συγχωρήσεταί σοι· ἀλλ' ὅτι Πάντως ἔσται ἡ τιμωρία. Σὺ δέ μοι θαύμασον καὶ πῶς ἐν καιρῷ συμφορᾶς οὐκ ἀμελοῦσιν, ἀλλὰ τοῦ κηρύγματος ἔχονται· καὶ πῶς καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγίνετο τὰ θαύματα· οὕτω δὴ καὶ ἐνταῦθα. Μαγεία ἦν, καὶ ὅμως φανερὰ ταῦτα τὰ σημεῖα ἦν, καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴ γε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς· ἐπεὶ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παράλυτοι, ἐκεῖνα οὐκ ἀλήθεια ἦν. Οὗτος δὲ οὐχὶ σημείοις μόνον, ἀλλὰ καὶ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλεγόμενος. Ὁ δὲ Σίμων, φησὶ, βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Οὐ πίστεως ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι τοιοῦτος προσεκαρτέρει. Οἱ δὲ καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς ἔδει δυνάμεως, ὥστε δοῦναι Πνεῦμα ἅγιον; Οὐ γάρ ἐστιν ἴσον ἀφέσεως τυχεῖν, καὶ λαβεῖν δύναμιν τοιαύτην. Θεασάμενος δὲ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα. Μὴ γὰρ τοὺς ἄλλους εἶδε τοῦτο ποιοῦντας; μὴ γὰρ Φίλιππον; μὴ γὰρ ἐνόμιζεν αὐτοὺς οὐκ εἰδέναι μεθ' οἵας διανοίας προσῄει; Διὸ καλῶς Πέτρος καὶ δωρεὰν καλεῖ τὸ πρᾶγμα, λέγων· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. Ὁρᾷς πανταχοῦ καθαροὺς αὐτοὺς χρημάτων ὄντας; Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Ὥστε ἀπὸ τῆς κακίας πάντα ἔπραττε· καὶ μὴν ἀφελῆ ἔδει εἶναι. Μετανόησον οὖν. Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα. Πολλοῦ θυμοῦ τὰ ῥήματα. Οὐ κολάζει δὲ αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ᾖ, ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ, ἵνα τὰ τῆς μετανοίας εἰσαγάγῃ· ἢ καὶ ὅτι ἤρκει εἰς διόρθωσιν τὸ ἐλέγξαι, τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν, τὸ ἐκεῖνον ὁμολογῆσαι, ὅτι ἑάλω. Τῷ γὰρ εἰπεῖν, ὅτι Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ, τοῦτό ἐστιν ὁμολογοῦντος ὁμοῦ καὶ δεικνύντος. Ὅρα πῶς, καίτοι μιαρὸς ὢν, ὅμως, ὅτε ἠλέγχθη, τότε ἐπίστευσεν, ὥσπερ καὶ ταπεινὸς γέγονεν, ὅτε πάλιν ἠλέγχθη. Θεωρῶν σημεῖα γινόμενα ἐξίστατο, δεικνὺς τὸ πᾶν ψεῦδος. Οὐ, Προσῆλθεν, εἶπεν, ἀλλ', Ἐξίστατο. Καὶ τί δήποτε ἐκεῖνο εὐθὺς οὐ ποιεῖ; Ἐνόμιζε δύνασθαι λανθάνειν, ἐνόμιζε τέχνην εἶναι τὸ πρᾶγμα· ἐπειδὴ δὲ οὐκ ἴσχυσε λαθεῖν τοὺς ἀποστόλους, προσῆλθε. Πολλῶν γὰρ ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο. Τοῦτο τοῦ ἐξελθεῖν σημεῖον φανερὸν, τὰ δὲ τῶν μάγων ἀπεναντίας· μᾶλλον γὰρ ἐκεῖνοι καὶ ἐδέσμουν. Πολλοί τε παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι. Προσεῖχον δὲ αὐτῷ πάντες, λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· Πολλοὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐπὶ τῷ ὀνόματί μου. Διὰ τί δὲ οὐκ εὐθέως αὐτὸν ἤλεγξαν; Ἠρκέσθησαν τῷ καταγνῶναι αὐτὸν ἑαυτοῦ· καὶ γὰρ καὶ τοῦτο διδασκαλίας ἦν. Ἐπειδὴ δὲ ἀντιστῆναι οὐκ ἴσχυσεν, ὑποκρίνεται ὥσπερ καὶ οἱ μάγοι, ὅτε ἔλεγον· Τοῦτο δάκτυλός ἐστι Θεοῦ. Ἵνα δὲ μὴ καὶ ἀπελαθῇ πάλιν, διὰ τοῦτο καὶ προσεκαρτέρει τῷ Φιλίππῳ, καὶ οὐκ ἐχωρίζετο.