Ancient Greek · ~19 min
Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-16
Not analysed yet
Σὺ δέ μοι σκόπει, ὅσα οἰκονομεῖται διὰ τοῦ θανάτου τοῦ Στεφάνου. Διασπείρονται κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, εὐαγγελίζονται τὸν λόγον, κηρύσσουσι τὸν Χριστὸν, σημεῖα ἐπιτελοῦσι, κατὰ μικρὸν λαμβάνουσι τὴν δωρεὰν οὗτοι. Τοῦτο διπλοῦν σημεῖον ἦν· τό τε γὰρ ἐκείνοις δοῦναι, τό τε τούτῳ μὴ δοῦναι, σημεῖον μέγιστον ἦν. Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν εἰς Ἱεροσόλυμα, καὶ πολλὰς κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. Καλῶς οὕτως εἶπε· Διαμαρτυράμενοι. Διαμαρτύρονται γὰρ ἴσως δι' αὐτὸν, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἐν ἀσφαλείᾳ ὦσιν, ἵνα μὴ ἐξ ἀπειρίας πολλάκις συναρπαγῶσιν. Ὑπέστρεψαν εἰς Ἱεροσόλυμα. Διὰ τί πάλιν ἀπίασιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν, ἔνθα ἡ ἀρχὴ τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; Καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, καὶ τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβάνουσι· τὸ αὐτὸ καὶ οὗτοι ἐργάζονται. Ὅρα πάλιν οὐχὶ προηγουμένως ἐρχομένους εἰς Σαμάρειαν, ἀλλὰ διωκομένους τοὺς μαθητὰς, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ, καὶ τοὺς ἀποστόλους πρὸς τοὺς πιστεύσαντας ἤδη τῶν Σαμαρειτῶν λοιπὸν ἐξαποστελλομένους. Ἀκούσαντες δὲ, φησὶν, οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην. Τί δήποτε ἀποστέλλονται; Ὥστε ἀπαλλάξαι μαγείας αὐτοὺς, ὥστε τῆς διδαχῆς ἀναμνῆσαι, ἣν παρὰ Χριστοῦ ἔμαθον, ὅτε πρῶτον ἐπίστευσαν. Δέον οὖν τοὐναντίον αἰτῆσαι, ἵνα λάβῃ Πνεῦμα ἅγιον· ὁ δὲ, ἐπειδὴ οὐκ ἔμελεν αὐτῷ τούτου, ἵνα διδῷ ἑτέροις αἰτεῖ. Καίτοι ἐκεῖνοι οὐκ ἔλαβον τοῦτο ὥστε διδόναι· ἀλλ' ἤθελεν οὗτος Φιλίππου γενέσθαι λαμπρότερος, ὁ ἐν τοῖς μαθηταῖς ὤν. Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Οὐκ ἐπαρωμένου ταῦτά ἐστιν, ἀλλὰ παιδεύοντος. Ἐπειδὴ γὰρ εἰς δέον αὐτῷ οὐκ ἐχρήσατο, Σοὶ, φησίν, ἔστω τῷ τοιούτῳ. Ὡς ἂν εἴποι τις· Συναπόλοιτο μετὰ τῆς προαιρέσεώς σου, ὅτι οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα· οὐκ ἔστι τοῦτο. Εἰ γοῦν προσῆλθεν, ὡς ἔδει προσελθεῖν, κἂν ἀπεδέχθη, κἂν ὡς λοιμὸς οὐκ ἠλάθη. Ὁρᾷς, ὅτι ὁ μικρὰ περὶ μεγάλων φανταζόμενος διπλᾶ ἁμαρτάνει; Δύο τοίνυν αὐτῷ κελεύει· Μετανόησον καὶ δεήθητι, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Οὕτως ἦν ἐπινοήσας τι πονηρόν. Διὰ τοῦτο καὶ εἶπεν, Εἰ ἄρα ἀφεθήσεταί σοι, ὅτι ᾔδει ἀδιόρθωτον ὄντα. Ὁ δὲ πάλιν δέδοικε τὸ πλῆθος, καὶ φοβεῖται ἀρνήσασθαι. Καίτοι εἰ μὴ ἐθορυβήθη, εἶπεν ἂν, ὅτι Οὐκ ᾔδειν, ὅτι ἀφελῶς ἐποίησα· ἀλλ' ἐξεπλάγη, πρώτῳ μὲν ἐκείνῳ, ὅτι ἑάλω τοῖς σημείοις· δευτέρῳ δὲ τούτῳ, τῷ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ φανερὰ γενέσθαι. Διὰ τοῦτο μακρὰν καὶ ἀπῄει λοιπὸν εἰς τὴν Ῥώμην, ὡς οὐ φθάνοντος ἐκεῖ τοῦ Ἀποστόλου. Πολλάς τε, φησὶ, κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. Ὅρα, πῶς καὶ αἱ ὁδοὶ αὐτοῖς ἔμπρακτοι ἦσαν· ἀλλ' οὐχὶ ἁπλῶς ἐποιοῦντο αὐτάς. Τοιαύτας καὶ ἡμᾶς ἀποδημίας ἔδει ποιεῖσθαι. Καὶ τί λέγω ἀποδημίας; Πολλοὶ κώμας ἔχουσι καὶ χωρία, καὶ οὐ μέλει αὐτοῖς, οὐδὲ ποιοῦνταί τινα λόγον· ἀλλ' ὅπως μὲν βαλανεῖον γένοιτο, καὶ ὅπως τὰ τιμήματα ἐπιταθείη, καὶ ὅπως αὐλαὶ, καὶ ὅπως οἰκοδομήματα κατασκευασθείη, πολλὴν σπουδὴν ποιοῦνται· ὅπως δὲ ψυχαὶ γεωργηθεῖεν, οὐκέτι. Καὶ σὺ μὲν, ἂν ἀκάνθας παρὰ τὴν ἄρουραν ἴδῃς, τέμνεις, καίεις, ἀφανίζεις, ὥστε τὴν γῆν ἀπαλλάξαι τῆς ἐντεῦθεν λύμης· ὁρῶν αὐτοὺς δὲ τοὺς γεωργοὺς ἀκανθῶν γέμοντας, καὶ οὐκ ἐκτέμνων, οὐ δέδοικας καὶ φρίττεις, εἰπέ μοι, τὸν μέλλοντά σε καὶ ὑπὲρ τούτων ἀπαιτεῖν λόγον; Οὐ γὰρ ἐχρῆν ἕκαστον τῶν πιστῶν ἐκκλησίαν οἰκοδομεῖν, διδάσκαλον λαμβάνειν πρὸς τὸ συναίρεσθαι, πρὸ πάντων τοῦτο σκοπεῖν, ὅπως ἅπαντες εἶεν Χριστιανοί; Πῶς, εἰπέ μοι, Χριστιανὸς ἔσται ὁ γεωργὸς, ὁρῶν σὲ οὕτως ἀμελοῦντα τῆς αὑτοῦ σωτηρίας; Οὐ δύνασαι ποιῆσαι σημεῖα καὶ πεῖσαι; Οἷς ἔχεις πεῖσον, φιλανθρωπίᾳ, προστασίᾳ, ἡμερότητι, κολακείᾳ, τοῖς ἄλλοις ἅπασι. Καὶ ἀγορὰς μὲν καὶ βαλανεῖα ποιοῦσιν οἱ πολλοὶ, ἐκκλησίας δὲ οὐχί· καὶ πάντα μᾶλλον, ἢ τοῦτο. Διὸ παρακαλῶ καὶ ἀντιβολῶ καὶ χάριν αἰτῶ, μᾶλλον δὲ καὶ νόμον τίθημι, ὥστε μηδένα ὀφθῆναι ἔρημον ἐκκλησίας χωρίον ἔχοντα. Μή μοι εἴπῃς· Πλησίον ἐστὶν, ἐκ γειτόνων ἐστί· πολλή ἐστιν ἡ δαπάνη, οὐ πολλὴ ἡ πρόσοδος. Εἴ τι ἔχεις εἰς πένητας ἀναλῶσαι, ἐκεῖ ἀνάλωσον· βέλτιον ἐκεῖ, ἢ ἐνταῦθα· θρέψον διδάσκαλον, θρέψον διάκονον καὶ ἱερατικὸν σύστημα. Ὡσανεὶ γυναῖκα ἀγαγὼν ἢ νύμφην, ἢ δοὺς θυγατέρα, οὕτω τῇ Ἐκκλησίᾳ διάκεισο· προῖκα ἐπίδος αὐτῇ. Οὕτω σοι εὐλογίας τὸ χωρίον πληρωθήσεται. Τί γὰρ οὐκ ἔσται ἐκεῖ τῶν ἀγαθῶν; μικρὸν, εἰπέ μοι, τὸν ληνὸν εὐλογεῖσθαι; μικρὸν, ἐξ ὅλων τῶν καρπῶν τῶν σῶν τὸν Θεὸν πρότερον ἀπόμοιραν καὶ ἀπαρχὰς λαμβάνειν; Πρὸς εἰρήνην τῶν γεωργούντων τοῦτο χρήσιμον. Αἰδέσιμος ἔσται καὶ ὁ πρεσβύτερος λοιπὸν, καὶ πρὸς ἀσφάλειαν τοῦ χωρίου συμβαλεῖται τοῦτο. Εὐχαὶ ἐκεῖ διηνεκεῖς διὰ σὲ, ὕμνοι καὶ συνάξεις διὰ σὲ, προσφορὰ καθ' ἑκάστην Κυριακήν. Οἷόν ἐστιν εἰς θαῦμα μεῖζον, τοῦ τάφους μὲν ἑτέρους οἰκοδομῆσαι λαμπροὺς, ἵνα οἱ μετὰ ταῦτα ἀκούωσιν, ὅτι ὁ δεῖνα ᾠκοδόμησε, σὲ δὲ ἐκκλησίας ἀναστῆσαι. Ἐννόησον, ὅτι μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας σὺ τὸν μισθὸν ἕξεις ὁ ἀναστήσας θυσιαστήριον τοῦ Θεοῦ.