Ancient Greek · ~21 min
Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-24
Not analysed yet
Οὕτω καὶ ἡμᾶς χρὴ ἐν τοῖς τῶν πλησίον ἀγαθοῖς δοξάζειν τὸν Θεὸν, ἀλλ' οὐκ ἐπηρεάζειν, καθάπερ οἱ πολλοὶ τῶν νεοφωτίστων ἐπηρεάζουσιν, ὅταν ἄλλους ἴδωσι φωτισθέντας καὶ εὐθὺς ἀπιόντας. Δοξάζειν δεῖ τὸν Θεὸν, καὶ ὅτι μένειν οὐ συγχωρεῖ. Ὥστε καὶ σὺ ἐὰν θέλῃς, μείζονα ἔλαβες δωρεάν· οὐ κατὰ τὸ φώτισμα λέγω (ἡ γὰρ αὐτή ἐστι κἀκείνου καὶ σοῦ), ἀλλὰ κατὰ τὸ λαβεῖν προθεσμίαν εὐδοκιμήσεως. Ἐκεῖνος ἐνεδύσατο τὴν στολὴν καὶ οὐκ ἀφέθη ἐμπομπεῦσαι ἐν αὐτῇ· σοὶ πολλὴν ἔδωκεν ἐξουσίαν ὁ Θεὸς χρήσασθαι τοῖς ὅπλοις εἰς δέον, καὶ λαβεῖν αὐτῶν ἐντεῦθεν τὴν πεῖραν. Ἐκεῖνος ἄπεισι τῆς πίστεως μόνον ἔχων τὸν μισθόν· σὺ ἕστηκας ἐν τῷ σταδίῳ τῶν ἔργων δυνάμενος λαβεῖν πολλὰς τὰς ἀμοιβὰς, καὶ τοσοῦτον ἐκείνου φανῆναι λαμπρότερος, ὅσον ὁ ἥλιος τοῦ μικροτάτου ἀστέρος, ὅσον ὁ στρατηγὸς τοῦ ἐσχάτου στρατιώτου, μᾶλλον δὲ ὅσον ὁ βασιλεύς. Σαυτὸν τοίνυν αἰτιῶ· μᾶλλον δὲ μὴ αἰτιῶ, ἀλλὰ διόρθου ἀεί· οὐ γὰρ ἀρκεῖ τὸ αἰτιάσασθαι· ἔξεστιν ἀναμαχέσασθαι. Κατεβλήθης; δεινὰ ἔπαθες; Ἀνάστηθι, ἀνάκτησαι σαυτόν· ἔτι ἐν τῷ σταδίῳ ἕστηκας, ἔτι τὸ θέατρον συνέστηκεν. Οὐχ ὁρᾷς πόσοι καταπαλαισθέντες, ὕστερον ἀνεμαχέσαντο; Μόνον μὴ ἑκὼν καταπέσῃς. Μακαρίζεις τὸν ἀπελθόντα; Πολλῷ μᾶλλον μακάρισον σαυτόν. Ἀφέθη ἁμαρτημάτων ἐκεῖνος; Ἀλλ', ἐὰν θέλῃς σὺ, οὐ μόνον τὰ ἁμαρτήματα ἀπονίψῃ, ἀλλὰ καὶ κατορθώματα ἕξεις, ὅπερ ἐπ' ἐκείνου οὐ δυνατόν. Ἔνεστιν ἡμᾶς ἀνακαλέσασθαι ἑαυτούς. Μεγάλα τῆς μετανοίας τὰ φάρμακα· μηδεὶς ἀπογινωσκέτω ἑαυτοῦ. Ἐκεῖνος ὄντως ἀπογνώσεως ἄξιος, ὁ ἀπογινώσκων ἑαυτοῦ· ἐκεῖνος οὐκ ἔτι σωτηρίας ἔχει ἐλπίδας. Οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν δεινὸν, ἀλλὰ τὸ κεῖσθαι μετὰ τὸ ἐλθεῖν· οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν ἀσεβὲς, ἀλλὰ τὸ καταφρονῆσαι μετὰ τὸ ἐλθεῖν. Δι' ὃ ὀφείλεις μεριμνᾷν, εἰπέ μοι, μᾶλλον καταφρονεῖς; Τραύματα τοσαῦτα ἔχων, ἀνέπεσες; Οὐδέν ἐστι ψυχῆς ἀνίατον τραῦμα· ἀλλ' ἐπὶ μὲν σώματος πολλὰ τοιαῦτα, ἐπὶ δὲ τῆς ψυχῆς οὐδέν· καὶ ὑπὲρ ἐκείνων μὲν οὐ διαλιμπάνομεν κάμνοντες, ὑπὲρ δὲ τούτων ῥᾳθυμοῦμεν. Οὐχ ὁρᾷς τὸν λῃστὴν, πῶς ἐν βραχεῖ χρόνῳ κατώρθωσεν; οὐχ ὁρᾷς τοὺς μάρτυρας, πῶς ἐν βραχεῖ τὸ πᾶν ἤνυσαν; Ἀλλ' οὐκ ἔστιν ἄρτι μαρτυρίου καιρός; Ἀλλ' ἀγώνων ἐστὶ καιρὸς, ὃ πολλάκις εἶπον, εἰ βουλοίμεθα. Οἱ γὰρ θέλοντες, φησὶν, εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Οἱ εὐσεβῶς ζῶντες ἀεὶ διώκονται, κἂν μὴ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ δαιμόνων, ὃς δὴ καὶ χαλεπώτερός ἐστι διωγμός. Καὶ πρῶτον ὑπ' αὐτῆς μάλιστα τῆς ἀνέσεως τοῦτον ὑπομένουσιν οἱ μὴ νήφοντες. Ἢ μικρὸν οἴει διωγμὸν τὸ ἐν ἀνέσει εἶναι; Τοῦτο πάντων ἐστὶ βαρύτερον, τοῦτο καὶ διωγμοῦ χεῖρον. Καθάπερ γὰρ ῥεῦμα ἐπιῤῥέον ἡ ἄνεσις χαυνοῖ τὴν ψυχήν· καὶ ὅπερ ἐστὶ θέρος καὶ χειμὼν, τοῦτο διωγμὸς καὶ ἄνεσις. Ἵνα δὲ μάθῃς ἐκ περιουσίας, ὅτι χείρων οὗτος ὁ διωγμὸς, σκόπει ἐντεῦθεν. Ὕπνον καταχεῖ τῇ ψυχῇ, χάσμην πολλὴν καὶ ῥᾳθυμίαν ἐμποιεῖ, τὰ πάθη διεγείρει πάντοθεν, ὁπλίζει τῦφον, ὁπλίζει ἡδονὴν, ὁπλίζει θυμὸν, βασκανίαν, κενοδοξίαν, ζῆλον. Ἀλλ' ἐν διωγμῷ τούτων οὐδὲν ἐνοχλεῖν δύναται· ἀλλ' ὁ φόβος ἐπεισελθὼν καθάπερ τινὶ μάστιγι σφόδρα κύνα ὑλακτοῦντα πλήξας, ταῦτα πάντα τὰ πάθη οὐδὲ γρῦξαι ἐᾷ. Τίς ἐν διωγμῷ κενοδοξῆσαι δύναται; τίς ἐν ἡδονῇ γενέσθαι; Οὐδείς· ἀλλὰ τρόμος πολὺς καὶ φόβος, πολλὴν τὴν γαλήνην ἐργαζόμενος, εὔδιον τὸν λιμένα παρασκευάζων, τὴν ψυχὴν εὐλαβῆ ποιῶν. Ἤκουσά ποτε πατέρων τῶν ἡμετέρων λεγόντων (ἐφ' ἡμῶν γὰρ μὴ γένοιτο· κελευόμεθα γὰρ μὴ αἰτεῖν πειρασμὸν), ὅτι κατὰ τὸν διωγμὸν τὸν παλαιὸν ἦν ἰδεῖν ὄντως Χριστιανοὺς ἄνδρας. Οὐδεὶς γὰρ χρημάτων ἐφρόντιζεν, οὐδεὶς γυναικὸς, οὐδεὶς παίδων, οὐδεὶς οἰκίας, οὐδεὶς πατρίδος· μία πᾶσιν ἦν σπουδὴ, τὴν ψυχὴν περισῶσαι ἑαυτῶν. Οἱ μὲν ἐν μνήμασι καὶ τάφοις, οἱ δὲ ἐν ἐρημίαις ἐκρύπτοντο. Οὐ μόνον δὲ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες ἁπαλαὶ καὶ τρυφεραὶ τότε ἐκρύπτοντο, διηνεκεῖ μαχόμεναι λιμῷ. Ἐννόησον οὖν, εἴ τις πολυτελείας, εἴ τις τρυφῆς ἐπεισῆλθεν ἄν ποτε πόθος γυναικὶ παρὰ λάρνακι κρυπτομένῃ καὶ περιμενούσῃ τὴν θεραπαινίδα, ὅπως ἔλθῃ κομίζουσα δεῖπνον, καὶ φοβουμένῃ, μή πως ἁλῷ, καὶ καθάπερ ἐν καμίνῳ τῷ τάφῳ κειμένῃ· ἆρα γὰρ ἐνθυμήσεται, ὅτι γέγονέ ποτε τρυφὴ, ὅτι κόσμος ὅλως ἐστίν; Ὁρᾷς ὅτι νῦν ἐστι μᾶλλον ὁ διωγμὸς, καθάπερ θηρίων τῶν παθῶν ἐπιτιθεμένων ἡμῖν πάντοθεν; Νῦν ἐστιν ὁ χαλεπὸς διωγμὸς, ταύτῃ τε, καὶ ὅτι οὐδὲ νομίζεται εἶναι διωγμός. Καὶ γὰρ καὶ τοῦτο ἔχει τὸ χαλεπὸν οὗτος ὁ πόλεμος, ὃς εἰρήνη νομίζεται, ἵνα μὴ ὁπλιζώμεθα κατ' αὐτοῦ, μηδὲ διαναστῶμεν· οὐδεὶς δέδοικεν, οὐδεὶς τρέμει. Εἰ δὲ ἀπιστεῖτε, τοὺς Ἕλληνας ἐρωτήσατε, τοὺς διώκοντας, πότε τὰ τῶν Χριστιανῶν ἀκριβέστερα, πότε δοκιμώτεροι πάντες; Εἰς ὀλίγον μὲν περιειστήκει τότε τὸ πλῆθος· εἰς πολὺν δὲ ἀρετῆς πλοῦτον ἦν. Τί γὰρ ὄφελος, εἰπέ μοι, πολὺν εἶναι χόρτον, παρὸν λίθους εἶναι τιμίους; Οὐκ ἐν τῷ πλήθει τοῦ ἀριθμοῦ, ἀλλ' ἐν τῇ δοκιμότητι τῆς ἀρετῆς τὸ πλῆθός ἐστιν. Ὁ Ἠλίας εἷς ἦν· ἀλλ' ὁ κόσμος οὐκ ἦν αὐτοῦ ἀντάξιος. Καὶ μὴν ὁ κόσμος μυριάδες εἰσίν· ἀλλ' οὐκ εἰσὶ μυριάδες, ὅταν μηδὲ πρὸς τὸν ἕνα ἐξισῶνται. Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μύριοι παράνομοι. Τοῦτο καί τις σοφὸς αἰνιττόμενος οὕτω πώς φησι· Μὴ ἐπιθύμει πλῆθος τέκνων ἀχρήστων. Οὗτοι καὶ βλασφημίαν προστρίβονται τῷ Θεῷ μᾶλλον, ἢ εἰ μὴ ἦσαν Χριστιανοί. Τί μοι δεῖ πλήθους; Τροφὴ πλείων τῷ πυρί. Τοῦτο καὶ ἐκ τοῦ σώματος γνοίης ἂν, ὅτι βελτίων σύμμετρος τροφὴ μετὰ ὑγιείας, ἢ τρυφὴ μετὰ κακώσεως. Αὕτη πλείων ἐκείνης ἡ τροφή· τοῦτο τροφὴ, ἐκεῖνο νόσος. Τοῦτο καὶ ἐν πολέμῳ ἴδοι τις ἂν, βέλτιον εἶναι δέκα ἐμπείρους καὶ γενναίους ἄνδρας, ἢ μυρίους ἀπείρους. Οὗτοι πρὸς τῷ μηδὲν ἐργάσασθαι καὶ τοὺς ἐργαζομένους ἐγκόπτουσι. Τοῦτο καὶ ἐπὶ πλοίου εὕροι τις ἂν, βέλτιον εἶναι δύο ναύτας ἐμπείρους, ἢ μυρίον πλῆθος ἀπείρων· οὗτοι γὰρ τὸ πλοῖον καὶ καταδύσουσι.