Ancient Greek · ~26 min
Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-22
Not analysed yet
Ταῦτα λέγω, οὐχὶ πρὸς τὸ πλῆθος ὑμῶν ἀπεχθῶς ἔχων, ἀλλὰ βουλόμενος πάντας εἶναι δοκίμους, καὶ μὴ τῷ πλήθει θαῤῥεῖν. Πολλῷ πλείους εἰσὶν οἱ εἰς τὴν γέενναν εἰσιόντες· ἀλλὰ μείζων αὐτῆς ἐστιν ἡ βασιλεία, κἂν ὀλίγους ἔχῃ. Ὡς ἡ ἄμμος τῆς θαλάσσης ἦν τὸ πλῆθος τοῦ λαοῦ, ἀλλ' εἷς ἔσωσεν αὐτούς. Εἷς ἦν ὁ Μωϋσῆς, καὶ πάντων μείζονα ἴσχυσεν· εἷς ἦν ὁ Ἰησοῦς, καὶ τῶν ἑξακοσίων χιλιάδων πλέον ἠδυνήθη. Μὴ τοῦτο σπουδάζωμεν, ὅπως πολλοὶ γένοιντο μόνον, ἀλλὰ πρὸ τούτου, ὅπως δόκιμοι· ὅταν τοῦτο κατασκευασθῇ, τότε κἀκεῖνο. Οὐδεὶς οἰκίαν εὐρύχωρον πρῶτον βούλεται ποιῆσαι, ἀλλὰ πρῶτον ἰσχυρὰν καὶ δόκιμον, καὶ τότε εὐρύχωρον· οὐδεὶς βάλλει θεμέλια, ἵνα καταγελασθῇ. Πρῶτον τοῦτο ζητῶμεν, καὶ τότε ἐκεῖνο. Τούτου ὄντος, εὔκολον κἀκεῖνο ἔσται· ἐκείνου δὲ οὐκ ὄντος, τοῦτο κἂν ᾖ, οὐδὲν ὄφελος. Ὄντων μὲν γὰρ τῶν δυναμένων ἐν Ἐκκλησίᾳ λάμψαι, ταχέως ἔσται καὶ πλῆθος· τούτων δὲ οὐκ ὄντων, τὸ πλῆθος οὐδέποτε ἔσται δόκιμον. Πόσους οἴεσθε ἐν τῇ πόλει τῇ ἡμετέρᾳ εἶναι τοὺς σωζομένους; Ἐπαχθὲς μέν ἐστιν, ὃ μέλλω λέγειν· ἐρῶ δὲ ὅμως. Οὐκ ἔστιν ἐν τοσαύταις μυριάσιν ἑκατὸν εὑρεῖν τοὺς σωζομένους· ἀλλὰ καὶ ὑπὲρ τούτων ἀμφισβητῶ. Πόση γὰρ, εἰπέ μοι, κακία ἐν τοῖς νέοις; πόση ῥᾳθυμία ἐν τοῖς γεγηρακόσιν; Οὐδεὶς ὡς χρὴ ἐπιμέλειαν ἔχει τοῦ παιδὸς τοῦ ἑαυτοῦ· οὐδεὶς ἔχει ζῆλον πρὸς πρεσβύτην ἰδὼν μιμήσασθαι. Τὰ ἀρχέτυπα ἠφάνισται· διὰ τοῦτο οὐδὲ οἱ νέοι γίνονται θαυμαστοί. Μή μοι ἐκεῖνο λέγε, ὅτι Πολυοχλοῦμεν. Τοῦτο ψυχρῶν ἀνθρώπων ἐστί· καὶ ἐπὶ μὲν ἀνθρώπων εἰκότως ἂν τοῦτο λέγοιτο, ἐπὶ δὲ Θεοῦ τοῦ οὐ δεομένου ἡμῶν, οὐκ ἔτι. Ὅτι δὲ καὶ ἐκεῖ ψυχρόν ἐστι τὸ ῥῆμα, ἄκουσον. Ὁ πολλοὺς ἔχων οἰκέτας, ἂν διεφθαρμένους αὐτοὺς ἔχῃ, ὅσα πείσεται δεινά. Καὶ ἐπὶ μὲν τοῦ μηδένα ἔχοντος τοῦτο δοκεῖ εἶναι τὸ δεινὸν, ὅτι οὐχ ὑπηρετεῖται· ἐπὶ δὲ τοῦ τοὺς πονηροὺς ἔχοντος, καὶ ἑαυτὸν προσαπόλλυσι μετ' ἐκείνων, καὶ μείζων ἡ ζημία. Τοῦ γὰρ ἑαυτῷ διακονεῖν πολλῷ χαλεπώτερον τὸ καὶ ἑτέροις πυκτεύειν καὶ πόλεμον ἀναδέχεσθαι. Ταῦτα λέγω, ἵνα μή τις τὴν Ἐκκλησίαν θαυμάζῃ διὰ τὸ πλῆθος, ἀλλ' ἵνα σπουδάζωμεν αὐτὸ δόκιμον ἐργάσασθαι· ἵνα ἕκαστος τοῦ οἰκείου προνοῇ μέλους, οὐχὶ τῶν φίλων, οὐδὲ τῶν συγγενῶν, ὅπερ ἀεὶ λέγω, οὐδὲ τῶν γειτόνων· ἀλλὰ καὶ ὥστε τοὺς ξένους ἐφέλκεσθαι. Οἷον, εὐχὴ γίνεται, κεῖνται πάντες νέοι ψυχροὶ καὶ γέροντες· καθάρματα μᾶλλον ἢ νέοι, γελῶντες, ἀνακαγχάζοντες, διαλεγόμενοι (καὶ γὰρ καὶ τοῦτο ἤκουσα γινόμενον), καὶ ἀλλήλους σκώπτοντες ἐπὶ γόνατα κείμενοι· σὺ παρέστηκας ὁ νέος ἢ ὁ πρεσβύτης, ἐπίπληξον, ἂν ἴδῃς, ἐγκάλεσον σφοδρότερον, οὐκ ἀνεχόμενον, τὸν διάκονον κάλεσον, ἀπείλησον, τὰ παρὰ σαυτοῦ ποίησον· καὶ ἐὰν τολμήσῃ τι εἰς σὲ ἐργάσασθαι, πάντως πολλοὺς ἕξεις τοὺς συναιρομένους. Τίς γὰρ οὕτως ἀλόγιστος, ὡς ἰδών σε ἐγκαλοῦντα ὑπὲρ τοιούτων κἀκείνους ἐγκαλουμένους, μὴ τῆς σῆς γενέσθαι μερίδος; Ἄπελθε λαβὼν τὸν μισθὸν ἀπὸ τῆς εὐχῆς. Ἐν οἰκίᾳ δεσποτικῇ τούτους εὐνουστέρους τῶν δούλων κρίνομεν, ὅσοιπερ ἂν μηδὲν παρορῶσιν ἀτάκτως κείμενον σκεῦος. Εἰπὲ δή μοι, ἂν ἴδῃς ἐν οἰκίᾳ τὸ ἀργύρεον σκεῦος ἔξω ἐῤῥιμμένον, κἂν μὴ ᾖς ἐπιτεταγμένος, ἆρ' οὐ λήψῃ τοῦτο καὶ εἰσοίσεις ἐν τῇ οἰκίᾳ; ἂν ἱμάτιον ἁπλῶς ἐῤῥιμμένον, κἂν μὴ ἔχῃς τὴν φροντίδα, κἂν ἐχθρὸς ᾖς τοῦ προστεταχότος, διὰ τὴν εἰς τὸν δεσπότην εὔνοιαν, οὐ θήσεις τοῦτο καλῶς; Οὕτω καὶ νῦν. Σκεύη ταῦτά ἐστιν· ἂν ἴδῃς ἀτάκτως κείμενα, μεταῤῥύθμισον· ἐμοὶ πρόσελθε, οὐ παραιτοῦμαι· ἐμοὶ εἰπὲ, δῆλον κατάστησον· οὐ δύναμαι πάντα ὁρᾷν, σύγγνωτε. Ὁρᾶτε, ὅση κακία τὴν οἰκουμένην κατέχει. Μήτι ἁπλῶς ἔλεγον, ὅτι πλῆθός ἐσμεν χόρτου, πέλαγος ἄτακτον; Οὐ λέγω, ὅτι ἐκεῖνοι τοιαῦτα ποιοῦσιν, ἀλλ' ὅτι τοσοῦτος ὕπνος καταχεῖται τῶν εἰσιόντων, ὥστε μηδὲ ταῦτα διορθοῦν. Πάλιν ἑτέρους ὁρῶ διαλεγομένους ἑστῶτας, τῆς εὐχῆς γινομένης· οἱ δὲ ἐπιεικέστεροι αὐτῶν, οὐδὲ τῆς εὐχῆς γινομένης μόνον, ἀλλὰ καὶ εὐλογοῦντος τοῦ ἱερέως. Ὢ τῆς τόλμης. πότε ἔσται σωτηρία; πῶς δυνησόμεθα τὸν Θεὸν ἐξιλεώσασθαι; Εἰς παιδιὰν ἂν ἀπέλθῃς, ὄψει πάντας εὐρύθμους χορεύοντας, καὶ οὐδὲν παρημελημένον. Ὡς οὖν ἐν λύρᾳ παναρμονίῳ καὶ ποικίλως ἐσκευασμένῃ μία τις εὔηχος συμφωνία ἀποτελεῖται ἐκ τῆς καθ' ἕκαστον εὐταξίας τῶν συγκειμένων· οὕτω δὴ καὶ ἐνταῦθα μίαν ἐξ ἁπάντων σύμφωνον ἁρμονίαν προσῆκεν ἀποτελεῖσθαι. Μία γὰρ γεγόναμεν Ἐκκλησία, μιᾶς κεφαλῆς συναρμολογούμενα μέλη τελοῦμεν, ἓν οἱ πάντες κατέστημεν σῶμα· ἂν ἀμεληθῇ τὸ τυχὸν, τὸ πᾶν ἠμέληται καὶ διέφθαρται. Οὕτω τῇ τῶν πολλῶν εὐταξίᾳ ἡ τοῦ ἑνὸς ἀταξία λυμαίνεται. Καὶ τὸ δὴ φοβερὸν, ὅτι ἐνταῦθα οὐχὶ παιδιὰν οὐδὲ χορείαν ἔρχῃ χορεύσων, καὶ ἕστηκας ἄτακτος. Οὐκ οἶδας ὅτι μετὰ ἀγγέλων ἕστηκας; μετ' ἐκείνων ᾄδεις, μετ' ἐκείνων ὑμνεῖς, καὶ ἕστηκας γελῶν; Ὅτι γὰρ σκηπτὸς οὐκ ἀφίεται, οὐκ ἐπ' ἐκείνους μόνον, ἀλλὰ καὶ ἐφ' ἡμᾶς, οὐ θαυμαστόν; ἄξια γὰρ σκηπτοῦ ταῦτα. Πάρεστιν ὁ βασιλεὺς, θεωρεῖ τὸ στρατόπεδον· σὺ δὲ ὑπὸ ταῖς ἐκείνων ὄψεσιν ἕστηκας γελῶν, ἢ τὸν γελῶντα περιορῶν; ἀλλὰ μέχρι τίνος ἐγκαλοῦμεν; μέχρι τίνος μεμφόμεθα; Οὐ γὰρ ὡς λυμεῶνας, οὐ γὰρ ὡς φθορέας, οὐ γὰρ ὡς ἐξώλεις καὶ διεφθαρμένους τοὺς τοιούτους, καὶ μυρίων γέμοντας κακῶν τῆς Ἐκκλησίας ἐπελαύνεσθαι ἔδει; Πότε οὗτοι φείσονται γέλωτος, οἱ ἐν ὥρᾳ φρίκης γελῶντες; πότε ἀφέξονται φλυαρίας, οἱ ἐν τῷ καιρῷ τῆς εὐλογίας διαλεγόμενοι; οὐ τοὺς παρόντας αἰδοῦνται; οὐ γὰρ τὸν Θεὸν δεδοίκασιν; οὐ γὰρ ἀρκεῖ ἡμῖν ἡ κατὰ διάνοιαν ῥᾳθυμία, οὐδὲ ὅτι εὐχόμενοι ἀλλαχοῦ ῥεμβόμεθα· ἀλλὰ καὶ γέλωτα ἐπεισάγομεν καὶ πολὺν τὸν καγχασμόν. Μὴ γὰρ θέατρόν ἐστι τὰ ἐνταῦθα; Ἀλλ', οἶμαι, τὰ θέατρα τοῦτο ποιεῖ· δυσηνίους τοὺς πολλοὺς ἡμῖν καθίστησιν καὶ ἀῤῥύθμους. Ἅπερ οἰκοδομοῦμεν ἐνταῦθα, ἐκεῖ καταστρέφεται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέρας ἀκαθαρσίας ἀνάγκη αὐτοὺς ἀναπεπλῆσθαι. Καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις χωρίον ἐθέλοι καθᾶραι, πηγῆς ἄνωθεν ὑπερκειμένης βόρβορον ἀφιείσης· ὅσον γὰρ ἂν καθάρῃς, πάλιν ἕτερον ἐπιῤῥεῖ. Τοῦτο καὶ ἐνταῦθα γίνεται. Ὅταν γὰρ καθάρωμεν ἀπὸ τῶν θεάτρων εἰσιόντας, ἀκαθαρσίαν ἐπιφέροντας, ἀπελθόντες πάλιν ἐκεῖ, μείζονα δέχονται τὴν ἀκαθαρσίαν, ὡς ἐπίτηδες διὰ τοῦτο ζῶντες, ἵνα κόπους ἡμῖν παρέχωσι, καὶ ἔρχονται πάλιν πολλὴν κόπρον βαστάζοντες, ἐν τοῖς ἤθεσιν, ἐν τοῖς κινήμασιν, ἐν τοῖς ῥήμασιν, ἐν τῷ γέλωτι, ἐν τῇ ῥᾳθυμίᾳ. Εἶτα πάλιν ἡμεῖς σκάπτομεν ἄνωθεν, ὡς ἐπίτηδες διὰ τοῦτο σκάπτοντες, ἵνα καθαροὺς αὐτοὺς πέμψαντες πάλιν ἴδωμεν συναγαγόντας τὸν βόρβορον. Διὰ τοῦτο παραδίδωμι ὑμᾶς τῷ Θεῷ. Ἐντεῦθεν ἤδη καὶ διαμαρτύρομαι ὑμῖν τοῖς ὑγιαίνουσιν, ὅτι κρῖμα ὑμῖν ἔσται καὶ κατάκριμα, εἴ τις ἰδὼν ἀτακτοῦντα, εἴ τις διαλεγόμενον μάλιστα ἐν ἐκείνῳ τῷ καιρῷ, μὴ καταμηνύσει, μηδὲ ἐπιστρέψει· βέλτιον εὐχῆς τοῦτο. Ἄφες σου τὴν εὐχὴν, κἀκείνῳ ἐπιτίμησον· οὕτω κἀκεῖνον ὠφελήσεις, καὶ σὺ κερδανεῖς. Οὕτω καὶ δυνησόμεθα ἅπαντες σωθῆναι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.