Ancient Greek · ~20 min
Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-29
Not analysed yet
Εἶδες πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὅν; Ἀλλ' ἀκούσωμεν τί καὶ λέγοντες οἱ ἀπόστολοι ἔπεισαν, ὅτι ἐσταυρώθη. Τί τούτου ἀπιθανώτερον, ὅτι ἐτάφη παρ' αὐτῶν, οἷς ἐπηγγέλλετο σωτηρίαν ἔσεσθαι, ὅτι ὁ ταφεὶς ἀφίησιν ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον; Διὸ καὶ οὐκ εἶπεν, Ὧν οὐκ ἠβουλήθητε· ἀλλ' Ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται, τὸ ἀσθενὲς τοῦ νόμου δεικνύς. Καλῶς δὲ προσέθηκε καὶ τὸ, Πᾶς, ἵνα δείξῃ ὅτι ὅστις ἂν ᾖ ὁ πιστεύων. Οὐδὲν γὰρ ὄφελος ἐκείνων, ἐὰν μή τις εὐεργεσία ᾖ. Διὰ τοῦτο ὕστερον τίθησι τὴν ἄφεσιν, ἐντεῦθεν τὸ μεῖζον συνάγων, καὶ δεικνὺς ὅτι, ὃ ἀδυνάτως εἶχεν ὁ νόμος ποιεῖν, τοῦτο ἐργασάμενος διὰ τοῦ θανάτου ὁ παθὼν φαίνεται. Ὥστε καλῶς ἔλεγε· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαὸν, τὸν ἀνελόντα φησὶν, οὐκ ἂν ὄντες, εἰ μὴ θείᾳ δυνάμει ἐβεβαιοῦντο· οὐκ ἂν γὰρ πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, οὐκ ἂν πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ δὲ, Ἐγὼ σήμερον γεγέννηκά σε, εἶπεν, ὡς τούτῳ λοιπὸν εἰδὼς ὅτι καὶ τὰ ἄλλα ἕπεται. Καὶ διὰ τί μὴ ἐπήγαγε μαρτυρίαν, δι' ἧς ἔμελλον πείθεσθαι, ὅτι ἄφεσις ἁμαρτιῶν δι' αὐτοῦ γίνεται; Ὅτι τὸ σπουδαζόμενον τοῦτο ἦν, δεῖξαι τέως, ὅτι ἀνέστη· τούτου δὲ ὡμολογημένου, ἐκεῖνο ἀναμφισβήτητον ἦν διὰ τούτου, τὸ καὶ ὅτι ὑπ' αὐτοῦ ἄφεσις ἁμαρτιῶν γίνεται. Ἄλλως δὲ ἐβούλετο εἰς πόθον αὐτοὺς ἀγαγεῖν τοῦ μεγάλου τούτου. Οὐκ ἄρα ἐγκατάλειψις ἦν ὁ θάνατος αὐτοῦ, ἀλλὰ προφητείας πλήρωσις. Ἀναμιμνήσκει ἱστοριῶν, ἃς ἀγνοήσαντες μυρία ἔπαθον δεινά. Καὶ τοῦτο αἰνίττεται διὰ τοῦ τέλους λέγων· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε. Καὶ ὅρα πῶς αὐτὸ τραχὺ ὃν ὑποτέμνεται. Μὴ ἐπέλθοι, φησὶν, ἐφ' ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον, ὅτι ἔργον ἐγὼ ἐργάζομαι, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Μὴ θαυμάζετε, ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν. Τοῦτο καὶ πρὸς ἡμᾶς εἰκότως ἂν λεχθείη, Βλέπετε οἱ καταφρονηταὶ, περὶ τῶν τῇ ἀναστάσει διαπιστούντων. Καὶ γὰρ σφόδρα κακῶς τὰ τῆς Ἐκκλησίας διάκειται, καίτοι γε νομίζετε ἐν εἰρήνῃ εἶναι τὰ πράγματα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν πολλοῖς ὄντες κακοῖς, οὐδ' ὅτι ἐσμὲν ἐν κακοῖς ἴσμεν. Τί λέγεις; τὰς Ἐκκλησίας κατέχομεν, τὰ κτήματα, τὰ ἄλλα πάντα, αἱ συνάξεις γίνονται, καθ' ἑκάστην ἡμέραν πρόσεισιν ὁ λαός· καὶ καταφρονοῦμεν; Ἀλλ' οὐκ ἀπὸ τούτου Ἐκκλησίαν ἄν τις δοκιμάσειεν. Ἀλλὰ πόθεν, φησίν; Εἰ εὐλάβειά ἐστιν, εἰ κερδαίνοντες ἀναχωροῦμεν οἴκαδε καθ' ἑκάστην ἡμέραν, εἰ καρπούμενοι μέγα τι ἢ μικρὸν, εἰ μὴ νόμον ἁπλῶς πληροῦντες καὶ ἀφοσιούμενοι. Τίς βελτίων γέγονεν ὁλοκλήρῳ μηνὶ συλλεγόμενος· Τοῦτό ἐστι τὸ ζητούμενον ἐπεὶ καὶ αὐτὸ τοῦτο, ὃ δοκεῖ εὐπραγίας εἶναι, τοῦτο δυσπραγία ἐστὶν, ὅταν τούτων γινομένων μηδὲν πλέον γίνηται. Εἴθε μὲν οὖν μηδὲν πλέον· νῦν δὲ καὶ ἐπὶ τὸ χεῖρον. Τί καρποῦσθε ἀπὸ τῶν συνάξεων; Καίτοι εἴ γέ τι ὄφελος ὑμῖν ἐγίνετο, πάλαι πάντας ἔδει τὸν τῆς φιλοσοφίας βίον ζῇν, τοσούτων μὲν προφητῶν δεύτερον τῆς ἑβδομάδος ὑμῖν διαλεγομένων, τοσούτων δὲ ἀποστόλων, εὐαγγελιστῶν, πάντων τὰ σωτήρια δόγματα προτιθέντων, καὶ τὰ δυνάμενα ἦθος ῥυθμίσαι μετὰ πολλῆς ἀκριβείας παριστώντων ὑμῖν. Ὁ στρατιώτης ἐπὶ τὸ γυμνάσιον ἰὼν, ἀκριβέστερος γίνεται περὶ τὰ τακτικά· ὁ ἀθλητὴς εἰς παλαίστραν βαδίζων, ἐμπειρότερος γίνεται περὶ τὴν πάλην· ὁ ἰατρὸς πρὸς τὸν διδάσκαλον ἐρχόμενος, ἀκριβέστερος γίνεται, καὶ πλείονα οἶδε, καὶ πλείονα μανθάνει· σὺ τί κεκέρδηκας; οὐ λέγω πρὸς τοὺς ἐνιαυτὸν ἔχοντας, ἀλλὰ πρὸς τοὺς ἐκ πρώτης ἡλικίας συναγομένους. Ἢ τοῦτο νομίζετε εὐλάβειαν εἶναι, τὸ συνεχῶς παραβάλλειν τῇ συνάξει; Τοῦτο οὐδέν ἐστιν, ἂν μή τι καρπωσώμεθα· ἂν μή τι συνάγωμεν, βέλτιον οἴκοι μένειν. Καὶ γὰρ οἱ πρόγονοι τὰς ἐκκλησίας ἡμῖν ᾠκοδόμησαν, οὐχ ἵνα ἐκ τῶν ἰδίων οἴκων συναγαγόντες ἡμᾶς ἀλλήλοις δεικνύωσι· τοῦτο γὰρ καὶ ἐν ἀγορᾷ καὶ ἐν βαλανείοις καὶ ἐν πομπῇ γένοιτο ἄν· ἀλλ' ἵνα μαθητὰς ὁμοῦ καὶ διδασκάλους συναγαγόντες, βελτίους τούτους δι' ἐκείνων ἐργάσωνται. Νόμος ἁπλῶς καὶ ἀφοσίωσις γέγονε τὰ ἡμέτερα· συνήθεια τὸ πρᾶγμα λοιπόν ἐστιν. Ἦλθε τὸ Πάσχα, πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή· οὐ γὰρ ἂν εἴποιμι πολλοὶ οἱ ἄνθρωποι· τοῦτο γὰρ οὐκ ἀνθρώπων. Ἀπῆλθεν ἡ ἑορτὴ, ὁ μὲν θόρυβος ὑποτέμνεται, ἡσυχία δὲ πάλιν ἄκαρπος. Παννυχίδες πόσαι καὶ ὑμνῳδίαι ἱεραί; Καὶ τί τὸ πλέον; Χεῖρον μὲν οὖν· πολλοὶ καὶ διὰ κενοδοξίαν τοῦτο ἐργάζονται. Πῶς οἴεσθε κόπτομαι τὰ σπλάγχνα, καθάπερ εἰς πίθον τετρημένον πάντα προχωροῦντα ὁρῶν; Ἀλλὰ πάντως ἐρεῖτέ μοι, ὅτε τὰς Γραφὰς ἴσμεν. Καὶ τί τοῦτο; Ἂν διὰ τῶν ἔργων αὐτὰς ἐπιδεικνύητε, τοῦτό ἐστι τὸ κέρδος, αὕτη ἡ ὠφέλεια. Βαφεῖον ἡ ἐκκλησία ἐστίν· ἂν διαπαντὸς ἀπίητε μηδεμίαν δεχόμενοι βαφὴν, τί τὸ ὄφελος τοῦ συνεχῶς ἐνταῦθα ἰέναι; Μείζων μὲν γὰρ ἡ βλάβη. Τίς τοῖς νόμοις προσέθηκεν, οἷς ἀπὸ τῶν πατέρων ἐδέξατο; Οἷόν τι λέγω· ἔθος ὁ δεῖνα ἔχει ποιεῖν τὴν ἀνάμνησιν τῆς μητρὸς, ἢ τῆς γυναικὸς, ἢ τοῦ παιδίου· τοῦτο ποιεῖ κἄν τε ἀκούῃ, κἄν τε μὴ ἀκούῃ παρ' ἡμῶν, ὑπὸ τῆς συνηθείας καὶ τοῦ συνειδότος ἑλκόμενος. Διὰ τοῦτο οὖν ἀγανακτεῖς, φησί; Μὴ γένοιτο, ἀλλὰ καὶ πάνυ χαίρω· ἐβουλόμην δὲ αὐτόν τι καὶ ἀπὸ τῆς ἡμετέρας καρπώσασθαι διαλέξεως, καὶ ὅπερ ἡ συνήθεια ἐποίησε, τοῦτο καὶ ἀφ' ἡμῶν γενέσθαι, καὶ ἑτέραν ἐπεισαχθῆναι συνήθειαν· ἐπεὶ τί κόπτομαι εἰκῆ καὶ ληρῶ, εἰ μέλλοιτε ἐπὶ τῶν αὐτῶν μένειν, εἰ μηδὲν αἱ συνάξεις εἰς ὑμᾶς ἐργάζονται ἀγαθόν;