Ancient Greek · ~18 min
Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-34
Not analysed yet
Ὅρα τὴν σύνεσιν τοῦ Παύλου· οὐ πρότερον ἐπ' ἄλλας ἔρχεται πόλεις, πρὶν ἢ τὰς δεξαμένας τὸν λόγον ἐπισκέψασθαι. Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς Ἐκκλησίας. Κατήντησε δὲ εἰς Δέρβην καὶ Λύστραν. Καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῇ τρέχειν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· τοὺς πρώτους πρῶτον παιδεύωμεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γίνωνται τοῖς μετὰ ταῦτα. Ἐπισκεψώμεθα, φησὶ, τοὺς ἀδελφοὺς πῶς ἔχουσι. Καὶ τοῦτο ἠγνόει εἰκότως, ἵνα ἐλθὼν τοὺς ἀδελφοὺς ἐπισκέψηται. Ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, μεριμνῶντα, οὐκ ἀνεχόμενον καθῆσθαι, καίτοι μυρίους ὑπέμενε κινδύνους. Ὁρᾷς, ὅτι οὐ δειλίας ἦν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν; Καθάπερ γὰρ ἰατρὸς ἐπὶ τοὺς κάμνοντας ἀπῄει, καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν εἰπὼν, Ἐν αἷς κατηγγείλαμεν τὸν λόγον. Ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν. Ἐπιλεξάμενος, φησὶ, τὸν Σίλαν, καὶ παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ. Τί τοῦτό ἐστιν; Ηὔξαντο, φησὶν, ἐδεήθησαν τοῦ Θεοῦ. Ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν ἀδελφῶν. Καὶ λοιπὸν πεζῇ ὥδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόμενος· εἰκότως. Ὅτε μὲν γὰρ ἔσπευδον, ἔπλεον· νῦν δὲ οὐκ ἔτι. Καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκωνίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν· καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. ᾜδεσαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. Ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνεσιν. Ὁ τοσαῦτα μαχεσάμενος περὶ τῆς περιτομῆς, ὁ πάντα κινήσας, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ὅτε κατώρθωσε, τοῦ δόγματος κυρωθέντος, περιτέμνει τὸν μαθητήν. Οὐ μόνον ἑτέρους οὐ κωλύει, ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται. Οὐδὲν Παύλου συνετώτερον· ὥστε πάντα πρὸς τὸ συμφέρον ἑώρα· οὐδὲν ἁπλῶς ἐποίει προλήψει. Τοῦτον ἠθέλησε, φησὶν, ἐξελθεῖν σὺν αὐτῷ. Τὸ θαυμαστὸν τοῦτο, ὅτι καὶ ἐπήγετο αὐτόν. Διὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Αὕτη ἡ αἰτία τοῦ περιτεμεῖν· οὐ γὰρ ἂν ἠνέσχοντο παρὰ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι. Καὶ τί; Ὅρα τὸ κατόρθωμα· περιέτεμεν, ἵνα περιτομὴν καθέλῃ· τὰ δόγματα γὰρ ἐκήρυττε τὰ τῶν ἀποστόλων. Ὁρᾷς μάχην, καὶ διὰ μάχης οἰκοδομήν; Οὐ παρ' ἑτέρων πολεμούμενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν Ἐκκλησίαν ᾠκοδόμουν. Δόγμα εἰσήνεγκαν μὴ περιτέμνειν, καὶ περιτέμνει. Καὶ ἐπερίσσευον, φησὶ, τῷ ἀριθμῷ καθ' ἡμέραν. Εἶδες τὸ κέρδος τῆς περιτομῆς; Εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τούτοις, ἅτε ἐπισκέψασθαι ἐλθών· ἀλλὰ τί; Πόῤῥω πρόεισιν. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ. Αἱ μὲν οὖν Ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ' ἡμέραν. Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, τὴν Φρυγίαν καὶ τὴν Γαλατίαν ἀφέντες, εἰς τὴν μεσόγαιον ἔσπευδον. Ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα. Διὰ τί μὲν οὖν ἐκωλύθησαν, οὐ λέγει· ὅτι δὲ ἐκωλύθησαν, εἶπε, παιδεύων ἡμᾶς πείθεσθαι μόνον καὶ μὴ ζητεῖν τὰς αἰτίας, καὶ δεικνὺς, ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν. Παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρωάδα. Καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· Ἀνήρ τις ἦν Μακεδὼν ἑστὼς, παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν. Διὰ τί ὅραμα, καὶ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἐκέλευσεν; Ἐβούλετο αὐτοὺς καὶ οὕτως ἐφέλκεσθαι· ἐπεὶ καὶ τοῖς ἁγίοις ὄναρ ἐφάνη· καὶ ἐξ ἀρχῆς αὐτὸς ὅραμα εἶδεν, ἄνδρα εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας. Εἶτα καὶ διὰ τοῦτο αὐτὸν ἐκεῖ ἕλκει, ἵνα ἐκτείνηται τὸ κήρυγμα. Ἄλλως δὲ καὶ διὰ τοῦτο κωλύεται ἐνδιατρῖψαι ταῖς ἄλλαις πόλεσιν, ἐπείγοντος αὐτὸν τοῦ Χριστοῦ. Οὗτοι μὲν γὰρ ἔμελλον ἀπολαύσεσθαι Ἰωάννου καὶ χρόνον πολὺν, καὶ ἴσως οὐδὲ πάνυ ἐδέοντο· ἐκεῖ δὲ ἀπελθεῖν ἔδει. Καὶ ἀντιπεράσας λοιπὸν ἔξεισιν. Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς. Ἀναχθέντες δὲ ἀπὸ Τρωάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν, ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς Μακεδονίας πόλις, κολώνεια. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. Οὕτως αὐτῷ καὶ ὁ Χριστὸς φαίνεται λέγων, ὅτι Καίσαρί σε δεῖ παραστῆναι. Εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισε· καὶ δείκνυσιν, ὅτι ἐν ταῖς μείζοσι, τὰς δὲ ἄλλας παρῄει. Ἀξίωμά ἐστι πόλεως ἡ κολώνεια. Ἀλλ' ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἀνάγκην περιτίθησι τῷ Βαρνάβᾳ τῆς ἀποδημίας λέγων· Ἐπισκεψώμεθα τὰς πόλεις, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν μέλλοντα κατηγορεῖν μετὰ ταῦτα.