Ancient Greek · ~18 min
Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-29
Not analysed yet
Τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ γίνεται καὶ τοῦ Μωϋσέως· ὁ μὲν ἀξιοῖ, ὁ δὲ ὀργίζεται. Οἷον ὡς ὅταν λέγῃ· Εἰ ὁ πατὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς· καὶ πάλιν, Ἄφες με, καὶ θυμωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον· καὶ ὁ Σαμουὴλ, ὅταν πενθῇ τὸν Σαούλ· δι' ἑκατέρων γὰρ μεγάλα γίνεται ἀγαθά. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν ὀργίζεται, ὁ δὲ οὐκ ἔτι. Τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται. Καὶ ὁ παροξυσμὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ μὴ δόξῃ σκηνὴ τὸ πρᾶγμα εἶναι. Οὐ γὰρ ἂν ὁ πανταχοῦ εἴκων, ἐνταῦθα οὐκ εἶξεν, ὁ οὕτω Παῦλον φιλῶν, ὥστε καὶ πρὸ τούτου ζητῆσαι αὐτὸν ἐν Ταρσῷ, καὶ πρὸς τοὺς ἀποστόλους αὐτὸν ἀπενεγκεῖν, καὶ τὴν ἐλεημοσύνην κοινὴν ἐργάσασθαι, καὶ τὰ κατὰ τὸ δόγμα κοινῇ καταδέξασθαι. Οὐκ ἂν οὖν διὰ τοιοῦτον πρᾶγμα ὠργίσθη· ἀλλὰ χωρίζονται ἀπ' ἀλλήλων, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ' αὐτῶν διδασκαλίας· ὥσπερ οὖν καὶ ἀλλαχοῦ ποιεῖ λέγων· Ὑμεῖς δὲ μὴ ἐκκακεῖτε τὸ καλὸν ποιοῦντες. Καὶ ἐπιτιμᾷ μὲν ἑτέροις, κελεύει δὲ τὸ καλὸν ποιεῖν πρὸς πάντας. Τοῦτο καὶ ἐν τῇ συνηθείᾳ ποιοῦμεν. Ἐνταῦθά μοι δοκοῦσι καὶ ἄλλοι συναγανακτῆσαι τῷ Παύλῳ. Καὶ λοιπὸν κατ' ἰδίαν κἀκείνους λαβὼν πάντα ποιεῖ, καὶ παραινεῖ, καὶ νουθετεῖ. Πολλὰ ἡ ὁμόνοια δύναται, πολλὰ ἡ ἀγάπη· κἂν ὑπὲρ μεγάλου ἀξιοῖς, κἂν ἀνάξιος ᾖς, ἀπὸ τῆς προαιρέσεως ἀκουσθήσῃ, μὴ φοβοῦ. Διήρχετο, φησὶ, τὰς πόλεις. Καὶ ἰδοὺ ἦν μαθητὴς ὀνόματι Τιμόθεος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Μεγάλη ἡ πίστις τοῦ Τιμοθέου, ὅτι ὑπὸ πάντων μαρτυρεῖται. Ὅτε ἀπέστη Βαρνάβας, ἕτερον ἀντίῤῥοπον εὑρίσκει. Περὶ τούτου φησὶ, Μεμνημένος σου τῶν δακρύων καὶ τῆς ἀνυποκρίτου σου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ. Καὶ λαβὼν, φησὶ, περιέτεμεν αὐτόν. Τίνος δὲ ἕνεκεν, αὐτὸς ἐπάγει λέγων· Διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Διὰ τοῦτο τοίνυν περιτέμνεται· ἢ καὶ διὰ τὸν πατέρα· Ἕλλην γὰρ ἔμενεν ὤν. Ἄρα οὐκ ἦν ἐμπερίτομος. Ὅρα ἤδη τὸν νόμον λυόμενον. Τισὶ δὲ δοκεῖ μετὰ τὸ κήρυγμα αὐτὸν τεχθῆναι· ἀλλ' οὐκ ἔστι τάχα τοῦτο. Ἀπὸ βρέφους γὰρ, φησὶ, τὰ ἱερὰ Γράμματα οἶδας. Ἐκεῖνο τοίνυν ἔστιν εἰπεῖν, ἢ εἰ μὴ τοῦτο, ὅτι ἔμελλεν αὐτὸν ἐπίσκοπον ποιεῖν, καὶ οὐκ ἔδει ἀκρόβυστον εἶναι. Τέως δὲ ἔδει τὰ ἔθνη μηδὲν τοιοῦτον φυλάττειν. Οὐ μικρὸν καὶ τοῦτο ἦν, ὅπου γε μετὰ τοσοῦτον χρόνον καὶ τοῦτο αὐτοὺς ἐσκανδάλιζεν. Ἀρχὴ καταλύσεως ἦν τὸ τὰ ἔθνη μὴ τηρεῖν ταῦτα, καὶ μηδὲν βλάπτεσθαι, μηδὲ ἔλαττον ἔχειν κατὰ τὴν πίστιν· ἑκόντες λοιπὸν ἀφίσταντο. Ἐπεὶ οὖν ἔμελλε κηρύττειν, ἵνα μὴ διπλῇ πλήξῃ τοὺς Ἰουδαίους, περιέτεμε τοῦτον, καίτοι ἐξ ἡμισείας ἦν· ἀπὸ πατρὸς Ἕλληνος γὰρ ἦν, καὶ πιστῆς μητρός· ἀλλ' ὅμως ἐπειδὴ μέγα ἦν ἐκεῖνο τὸ κατόρθωμα τὸ ἐν τοῖς ἔθνεσιν, οὐκ ἐφρόντιζε τούτου· τὸν γὰρ λόγον ἔδει κατασπαρῆναι· διὰ τοῦτο καὶ αὐτὸς αὐτὸν περιέτεμεν. Ὅρα καὶ ἐνταῦθα ἀπὸ ἐναντιώσεως μέγα τι γενόμενον ἀγαθόν. Καὶ ἐπερίσσευον τῷ ἀριθμῷ, φησίν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν; Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως, φησὶν, ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος. Ὅρα, οὐκέτι δι' ἀγγέλου καθάπερ Φιλίππῳ, καθάπερ Κορνηλίῳ· ἀλλὰ τί; Δι' ὁράματος φαίνεται αὐτῷ λοιπὸν ἀνθρωπινώτερον, οὐκέτι θειότερον. Ἔνθα μὲν γὰρ εὐκολώτερον τὸ πεισθῆναι, ἀνθρωπινώτερον· ἔνθα δὲ πολλὴ ἡ βία, θειότερον. Ὅπου μὲν γὰρ κηρῦξαι ἠπείγετο μόνον, εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· ὅπου δὲ μὴ κηρῦξαι οὐκ ἠνείχετο, εἰς τοῦτο Πνεῦμα ἅγιον ἀποκαλύπτει. Οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ· Ἀναστὰς κατάβηθι. Οὐ γὰρ δὴ καὶ τὰ εὔκολα εἰργάζετο τὸ Πνεῦμα, ἀλλ' ἤρκει καὶ ὄναρ αὐτῷ. Καὶ τῷ Ἰωσὴφ δὲ ῥᾳδίως πειθομένῳ ὄναρ φαίνεται, τοῖς δὲ ἄλλοις ὕπαρ. Οὕτω καὶ Κορνηλίῳ, καὶ αὐτῷ τούτῳ. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Μακεδὼν ἑστὼς, παρακαλῶν καὶ λέγων. Οὐκ εἶπεν, Ἐπιτάττων, ἀλλὰ Παρακαλῶν· τουτέστιν, ὑπὲρ αὐτῶν τῶν δεομένων τῆς θεραπείας. Τί ἐστι, Συμβιβάζοντες; Στοχαζόμενοι, φησί. Τῷ τε γὰρ Παῦλον ἰδεῖν καὶ μηδένα ἕτερον, καὶ τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ πρὸς τοῖς ὅροις εἶναι, ἀπὸ τούτων ἁπάντων ταῦτα συνῆγον. Ἄλλως δὲ καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν· οὐ γὰρ ἐγένετο χρόνος πολὺς, ὅθεν εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας παραγίνονται. Ὥστε ὁ παροξυσμὸς συμφερόντως οἰκονομεῖται γενέσθαι. Οὐκ ἂν γὰρ ἐνήργησε τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν τὸν λόγον Μακεδονία ἐδέξατο. Ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἶναί τι ἀνθρώπινον τὸ γεγονός. Καίτοι οὐκ ἔφη, ὅτι Βαρνάβας παρωξύνθη· ἀλλὰ, Μεταξὺ αὐτῶν παροξυσμὸς ἐγένετο. Εἰ οὗτος οὐ παρωξύνθη, οὐδὲ ἐκεῖνος.