Ancient Greek · ~20 min
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-37
Not analysed yet
Εἰπὼν δὲ, ὅτι πᾶν ἔθνος ἀνθρώπων ἐξ ἑνὸς αἵματος ἐποίησε, τὸ πάντων αἴτιον τῶν ἀγαθῶν ἐδήλωσε. Τί τούτου τοῦ ὑψηλοῦ ἴσον; Θαυμαστὸν μὲν γὰρ καὶ τὸ ἐξ ἑνὸς ποιῆσαι τοσούτους· τὸ δὲ πάντας αὐτὸν συγκρατεῖν, ἔτι πολλῷ θαυμαστότερον. Διδοὺς γὰρ, φησὶ, πᾶσι πνοὴν καὶ ζωήν. Τί ἐστιν, Ὁρίσας προστεταγμένους καιροὺς, καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν; Ὅτι οὐκ ἠναγκάζετό τις, φησὶ, περιιέναι καὶ ζητεῖν τὸν Θεόν· ἢ εἰ μὴ τοῦτο, ὅτι ὥρισε ζητῆσαι τὸν Θεόν. Ἀλλ' οὐ διαπαντὸς τοῦτο ὥρισεν, ἀλλὰ Προστεταγμένους καιρούς. Τοῦτο δὲ λέγει, δεικνὺς ὅτι οὐδὲ νῦν ζητήσαντες εὗρον, καίτοι οὕτως ἦν φανερὸς πρὸς τὸ εὑρίσκεσθαι, ὥσπερ ἂν εἰς μέσον τι ψηλαφώμενον. Οὐδὲ γὰρ ἐνταῦθα μὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὔ· οὐδὲ ἐν τούτῳ τῷ χρόνῳ ἦν, ἐν ἄλλῳ δὲ οὔ. Ὥστε καὶ κατὰ πάντα καιρὸν, καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν. Οὕτως ᾠκονόμησε τὸ ζητεῖσθαι, ὥστε μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ. Καὶ αὐτὸ δὴ τοῦτο μάλιστα αὐτοῖς συνεβάλλετο, εἴ γε ἠβούλοντο, τὸ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τὸ ἐν παντὶ χρόνῳ ἑστάναι. Διὸ καὶ οὕτως εἶπε· Καίτοι γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, ἀλλ' ἐγγὺς ὄντα πᾶσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον τὴν ζωὴν ἔδωκε καὶ τὴν πνοὴν καὶ τὰ πάντα· ἀλλὰ καὶ τὸ κεφάλαιον ἁπάντων, εἰς γνῶσιν ἤγαγεν αὑτοῦ, δοὺς ταῦτα, δι' ὧν δυνάμεθα εὑρεῖν αὐτὸν καὶ καταλαβεῖν. Ἀλλ' οὐκ ἠθελήσαμεν ζητῆσαι, καίτοι πρὸ ποδῶν ὄντα. Οὐ μακρὰν, φησὶν, ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Βαβαί. πᾶσιν ἐγγὺς εἶναι λέγει τοῖς πανταχοῦ τῆς οἰκουμένης οὖσι. Τί τούτου μεῖζον; Ὅρα πῶς καὶ καθαιρεῖ τοὺς μερικούς. Τί λέγω μακράν; Οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῇν. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὡς ἐν σωματικῷ ὑποδείγματι τοιοῦτόν τι λέγει· Ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα πανταχοῦ κεχυμένον, καὶ οὐ μακρὰν ἀφ' ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· οὕτω δὴ καὶ τὸν τῶν ὅλων δημιουργόν. Ὅρα πῶς πάντα αὐτοῦ λέγει εἶναι· τὴν πρόνοιαν αὐτοῦ, φησὶ, καὶ τὴν συγκράτησιν, τὸ εἶναι παρ' αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπολέσθαι. Καὶ οὐκ εἶπε, Δι' αὐτοῦ, ἀλλ' ὃ ἐγγύτερον ἦν, Ἐν αὐτῷ. Οὐδὲν ἴσον εἶπεν ὁ ποιητὴς ἐκεῖνος, Τοῦ γὰρ καὶ γένος, εἰπὼν, ἐσμέν· ἀλλ' ἐκεῖνος μὲν περὶ τοῦ Διὸς εἶπε, οὗτος δὲ περὶ Δημιουργοῦ αὐτὸ λαμβάνει, οὐ τὸν αὐτὸν ἐκείνῳ λέγων, μὴ γένοιτο, ἀλλὰ τὰ κυρίως ἐπ' αὐτῷ εἰρημένα ἁρμόζων· ἐπεὶ καὶ βωμὸν τούτου εἶπεν, οὐκ ἐκείνου, ὃν ἐσέβοντο. Εἴρηται μὲν γάρ τινα καὶ πράττεται εἰς τοῦτον, ἀλλ' οὐκ ἴσασιν Ἕλληνες ὅτι εἰς αὐτὸν, ἀλλ' εἰς ἕτερον αὐτὰ νενοήκασιν. Εἰπὲ γάρ μοι περὶ τίνος ἂν λεχθείη κυρίως, Ἀγνώστῳ Θεῷ, περὶ τοῦ Δημιουργοῦ, ἢ περὶ τοῦ δαίμονος; Δῆλον ὅτι περὶ τοῦ Δημιουργοῦ, εἰ καὶ τὸν μὲν ἠγνόουν, τὸν δὲ ᾔδεσαν. Ὁμοίως καὶ ὅτι πάντα πεποίηκε, περὶ τοῦ Θεοῦ ἂν εἰρῆσθαι κυρίως ἁρμόσειεν, ἢ τοῦ Διὸς, μιαροῦ τινος ἀνθρώπου καὶ καταπτύστου καὶ γόητος. Οὕτως οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε, μὴ γένοιτο, καὶ τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμέν· ἀλλ' ἑτέρῳ νῷ. Γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι· τουτέστιν, οἰκείους, ἐγγυτάτους· ἢ ὡς ἄν τις εἴποι, παροίκους καὶ γείτονας. Ἵνα γὰρ μὴ πάλιν λέγωσι, Ξενίζοντα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν (οὐδὲν γὰρ οὕτως ἀνθρώποις ἐναντίον), ἄγει τὸν ποιητὴν εἰς μέσον. Καὶ οὐκ εἶπεν· Οὐκ ὀφείλετε νομίζειν χρυσῷ ἢ ἀργύρῳ τὸ Θεῖον εἶναι ὅμοιον, ὢ μιαροὶ καὶ παμμίαροι· ἀλλὰ ταπεινότερον, Τοῦτο οὐκ ὀφείλομεν νομίζειν, φησὶν, ἀλλ' ὑπὲρ τοῦτο, Τί δαὶ τὸ ὑπὲρ τοῦτο; Θεός· ἀλλ' οὐδὲ τοῦτο (ἐνεργείας γάρ ἐστιν ὄνομα), ἀλλὰ τέως τοῦτο· πλὴν οὐ λέγομεν τούτῳ τὸ Θεῖον εἶναι ὅμοιον· τίς γὰρ ἂν εἴποι; Ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν. Ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, φησὶ, χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ Θεῖον εἶναι ὅμοιον. Ἀλλ' εἴποι ἄν τις· Οὐ τοῦτο νομίζομεν· τί οὖν ταῦτα λέγει; Ἀλλὰ πρὸς τοὺς πολλοὺς ὁ λόγος ἦν αὐτῷ· καλῶς οὕτως εἶπεν. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὅμοιοι ἐκείνοις τὸ κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός. Τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας. Οὐ μόνον δὲ χαράγματι τέχνης τὸ Θεῖον οὐκ ἔστιν ὅμοιον, ἀλλ' οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ ὑπονοίᾳ ὑποβάλλεται· ἢ γὰρ τέχνη ἢ διάνοια εὗρε. Διὰ τοῦτο οὕτως εἶπεν· Ὅπερ οὖν τέχνη ἀνθρωπίνη ἢ διάνοια εὗρε, τοῦτο ὁ Θεὸς, καὶ ἐν λίθῳ οὐσία Θεοῦ· πῶς οὖν, εἰ ἐν αὐτῷ ζῶμεν, οὐχ εὑρίσκομεν αὐτόν; Διπλοῦν τὸ ἔγκλημα, ὅτι τε ἐκεῖνον οὐχ εὗρον, καὶ ὅτι τοιούτους εὗρον. Οὐδαμοῦ ἡ διάνοια ἀξιόπιστος καθ' ἑαυτήν. Ἀλλ' ἐπειδὴ κατέσεισε αὐτῶν τὴν ψυχὴν δείξας ἀναπολογήτους, ὅρα τί ἐπάγει· Τοὺς μὲν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν. Τί οὖν; οὐδεὶς κολάζεται τούτων; Οὐδεὶς τῶν θελόντων μετανοεῖν. Περὶ τούτων λέγει, οὐ περὶ τῶν ἀπελθόντων, ἀλλ' οἷς παραγγέλλει. Οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς, φησίν. Οὐκ εἶπεν, Ἐκεῖνος παρεῖδεν· οὐκ εἶπεν, Εἴασεν· ἀλλ' Ὑμεῖς ἠγνοήσατε. Ὑπερεῖδεν· τουτέστιν, οὐκ ἀπαιτεῖ κόλασιν ὡς ἀξίους ὄντας κολάσεως. Ἠγνοήσατε. Καὶ οὐ λέγει, Ἑκόντες ἐκακουργήσατε, ἀλλὰ τοῦτο διὰ τῶν ἄνω ἔδειξε, Πανταχοῦ μετανοεῖν, εἰπών. Ἐνταῦθα πᾶσαν τὴν οἰκουμένην αἰνίττεται.