Ancient Greek · ~15 min
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-30
Not analysed yet
Ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν. Διότι ἔστησεν ἡμέραν, φησὶν, ἐν ᾖ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὅρα· πάλιν τὴν οἰκουμένην εἶπεν, οὕτω τοὺς ἀνθρώπους καλῶν. Ἐν ἀνδρὶ ᾧ ὥρισεν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα πῶς πάλιν τὸ πάθος ἐδήλωσεν, ἀναστάσεως μνημονεύσας. Ὅτι δὲ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γάρ· καὶ ὅτι πάντα ἀληθείᾳ εἶπε, δῆλον ἐξ ὧν ἀνέστη. Ὅτι δὲ καὶ πᾶσι ταύτην παρεῖχον πίστιν, τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, καὶ τοῦτο λοιπὸν δῆλον. Ταῦτα εἴρηται μὲν πρὸς Ἀθηναίους· καιρὸν δ' ἂν ἔχοι καὶ πρὸς ἡμᾶς λέγεσθαι, ὅτι πάντας πανταχοῦ μετανοεῖν δεῖ, ὅτι ὥρισεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην. Ὅρα πῶς καὶ δικαστὴν αὐτὸν εἰσάγει, καὶ προνοοῦντα τοῦ κόσμου καὶ φιλάνθρωπον καὶ συγγνωμονικὸν καὶ δυνατὸν καὶ σοφὸν, καὶ πάντα ἁπλῶς Δημιουργοῦ ἔχοντα. Ἀπόδειξιν ἔδωκε τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν τὰ εἰρημένα. Μετανοήσωμεν οὖν· πάντως γὰρ κριθῆναι δεῖ. Εἰ μὴ ἀνέστη ὁ Χριστὸς, οὐ κρινόμεθα· εἰ δὲ ἀνέστη, πάντως κρινόμεθα. Εἰς τοῦτο γὰρ καὶ ἀπέθανεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, φησί· καὶ πάλιν· Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται πρὸς ἃ ἔπραξε. Μὴ δὴ νομίσητε ῥήματα μόνον εἶναι ταῦτα· ἰδοὺ καὶ τὸν περὶ τῆς ἀναστάσεως τῶν πάντων εἰσήγαγε λόγον· οὐ γὰρ ἄλλως κρίνεται ἡ οἰκουμένη. Καὶ τὸ, Ἀναστήσας δὲ αὐτὸν ἐκ νεκρῶν, περὶ σώματός ἐστιν εἰρημένον· τοῦτο γὰρ καὶ νεκρὸν, τοῦτο καὶ πέπτωκε. Παρὰ Ἕλλησιν ὥσπερ τὰ τῆς δημιουργίας, οὕτω καὶ τὰ τῆς κρίσεως ἀθετεῖται. Ταῦτα δὲ παίδων εὑρήματα, καὶ μεθυόντων ἀνθρώπων ἐστίν. Ἀλλ' ἡμεῖς οἱ περὶ τούτων ἀκριβῶς εἰδότες, πράττωμέν τι τῶν χρησίμων, καὶ σπουδάζωμεν οἰκειωθῆναι τῷ Χριστῷ. Μέχρι πότε ἐχθραίνομεν πρὸς αὐτόν; μέχρι πότε πρὸς αὐτὸν ἀηδῶς ἔχομεν; Μὴ γένοιτο, φησί· τί ταῦτα λέγεις; Οὐκ ἐβουλόμην ταῦτα λέγειν, εἰ μὴ ταῦτα ἐπράττετε ὑμεῖς· νυνὶ δὲ τί τὸ κέρδος τῆς τῶν λόγων σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων μετὰ πάσης περιφανείας; Πῶς οὖν αὐτὸν φιλήσομεν; Εἶπον μὲν μυριάκις μυρία, ἐροῦμεν δὲ καὶ νῦν. Τρόπον ἕνα εὑρηκέναι μοι δοκῶ, πολὺ μέγαν καὶ θαυμαστόν· μετὰ τοῦ τὰ κοινῇ γινόμενα λογίζεσθαι ὑπὸ τοῦ Θεοῦ τοσαῦτα ὄντα, ὅσα οὐδὲ ἀριθμεῖν τις δύναται, καὶ ὑπὲρ τούτων ἁπάντων χάριτας εἰδέναι αὐτῷ, καὶ τὰ ἑκάστῳ ἡμῶν γεγενημένα ἐννοῶμεν πάντες, καὶ καθ' ἑκάστην ἀναλογιζώμεθα τὴν ἡμέραν. Ἐπειδὴ τοίνυν μεγάλην ἔχει τὴν ἰσχὺν ταῦτα, ἕκαστος ἡμῶν ἀναλογιζέσθω παρ' ἑαυτῷ, καὶ μετὰ ἀκριβείας ἀνερευνάτω, εἴ ποτε εἰς κινδύνους προπεσὼν διέφυγε τὰς τῶν ἐναντίων χεῖρας, καὶ καθάπερ ἐν βίβλῳ τὰς εὐεργεσίας ἀναγράπτους ἐχέτω τοῦ Θεοῦ· οἷον, εἴ ποτε ἐξελθὼν εἰς ὁδὸν ἀωρίᾳ, διέφυγε κίνδυνον· εἴ ποτε πονηροῖς ἀνθρώποις συμβαλὼν, ἀνώτερος αὐτῶν γέγονεν· εἴ ποτε νόσῳ περιπεσὼν, πάντων ἀπεγνωκότων ἀνήνεγκε· μέγα γὰρ τοῦτο δύναται πρὸς τὸ οἰκειοῦν ἡμᾶς τῷ Θεῷ. Εἰ γὰρ δὴ Μαρδοχαῖος ἐκεῖνος τὰ ὑπ' αὐτοῦ γεγενημένα ἀγαθὰ ἔργα εἰς μνήμην ἐλθόντα τοῦ βασιλέως, οὕτως ἔσχε προϊστάμενα, ὡς πάλιν ἐπὶ τὴν λαμπρότητα ἐκείνην ἐλθεῖν· πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἀναμνησθῶμεν, καὶ δύο τούτων ἀκριβῆ ποιησώμεθα ἐξέτασιν τῶν πραγμάτων, τί μὲν ἡμάρτομεν ἡμεῖς εἰς Θεὸν, τί δὲ αὐτὸς εἰς ἡμᾶς ἀγαθὸν εἴργασται· οὕτω καὶ εὐχάριστοι ἐσόμεθα, καὶ πάντα προησόμεθα. Ἀλλ' οὐδεὶς τούτων οὐδενὸς ποιεῖται μνήμην· ἀλλ' ὥσπερ περὶ ἁμαρτημάτων λέγομεν, ὅτι ἁμαρτωλοί ἐσμεν, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζοντες, οὕτω καὶ περὶ τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὅτι εὐηργέτησεν ἡμᾶς, λέγοντες, ὁ Θεὸς, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζομεν, οὐ λέγομεν, ποῦ καὶ πόσα καὶ ἐν ποίῳ καιρῷ. Ἀλλ' ἀπὸ τοῦ νῦν πολλὴν ποιησώμεθα τὴν ἀκρίβειαν. Εἰ μὲν γάρ τις καὶ τὰ πάλαι ἀναλαβεῖν δύναται, πάντα ἀναλογιζέσθω ἀκριβῶς, ὡς μέγαν εὑρήσων θησαυρόν. Τοῦτο καὶ πρὸς τὸ μὴ ἀπογινώσκειν χρήσιμον ἡμῖν. Ὅταν γὰρ ἴδωμεν, ὅτι προέστη πολλάκις ἡμῶν, οὐκ ἀπογνωσόμεθα οὐδὲ ἡγησόμεθα ἀπεῤῥῖφθαι· ἀλλ' ἐνέχυρον αὐτοῦ μέγα ληψόμεθα τῆς περὶ ἡμῶν κηδεμονίας, ὅταν ἐννοήσωμεν, ὅτι ἁμαρτόντες οὐ κολαζόμεθα, ἀλλὰ καὶ προστασίας ἀπολαύομεν.