Ancient Greek · ~15 min
Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-38
Not analysed yet
Τοῦτον καὶ ἡμεῖς μιμώμεθα· ἀντιτυπτήσωμεν τοὺς τύπτοντας τῇ ἐπιεικείᾳ, τῇ σιγῇ, τῇ μακροθυμίᾳ. Χαλεπώτερα ταῦτα τὰ τραύματα, μείζων ἡ πληγὴ καὶ φορτικωτέρα· οὐ γὰρ τὸ πλήττεσθαι τὸ σῶμα, ἀλλὰ τὸ τὴν διάνοιαν, χαλεπόν. Πολλοὺς πλήττομεν, ἀλλὰ ἐπειδὴ ἐν τάξει φιλίας, καὶ ἥδονται· ἂν δὲ τὸν τυχόντα πλήξῃς ὑβριστικῶς, ἐπειδὴ τῆς καρδίας ἥψω, σφόδρα ἐλύπησας· οὕτω μᾶλλον τὴν καρδίαν αὐτῶν πλήττομεν. Ὅτι δὲ μειζόνως ἐπιείκεια πλήττει θρασύτητος, φέρε ἀποδείξωμεν ὡς δυνατὸν τῷ λόγῳ. Ἡ μὲν γὰρ σαφὴς ἀπόδειξις διὰ τῶν ἔργων καὶ τῆς πείρας ἐστίν· εἰ δὲ δοκεῖ, καὶ τῷ λόγῳ τὴν ἐξέτασιν ποιησώμεθα, καίτοι πολλάκις ἤδη ἐποιησάμεθα. Ἐν γὰρ ταῖς ὕβρεσιν οὐδὲν οὕτως ἡμᾶς λυπεῖ, ὡς ἡ παρὰ τῶν ὁρώντων ψῆφος· οὐ γὰρ ἴσον δημοσίᾳ τε ὑβρίζεσθαι καὶ ἰδίᾳ, ἀλλ' ἐκείνας μὲν καὶ φέρομεν εὐκόλως τὰς ὕβρεις, ὅταν ἐπ' ἐρημίας, ὅταν μηδενὸς ὄντος τοῦ μαρτυροῦντος τοῦτο πάθωμεν, μηδὲ τοῦ συνειδότος. Οὕτως οὐχ ἡ τῆς ὕβρεως φύσις ἐστὶν ἡ δάκνουσα, ἀλλὰ τὸ ἐπὶ πάντων τοῦτο παθεῖν· ὡς εἴ γέ τις τιμῶν ἐπὶ πάντων, ὑβρίζοι κατ' ἰδίαν, καὶ χάριν εἰσόμεθα. Οὐκοῦν οὐκ ἐν τῇ τῆς ὕβρεως φύσει τὸ λυπηρόν ἐστιν, ἀλλ' ἐν τῇ ψήφῳ τῶν ὁρώντων, ὥστε μὴ δόξαι εὐκαταφρόνητον εἶναι. Τί οὖν, ἂν αὕτη ὑπὲρ ἡμῶν ᾖ; οὐχὶ μᾶλλον ὁ ὑβρίζων ὕβρισται, ὅταν ὑπὲρ ἡμῶν τὰς ψήφους φέρωσιν; Εἰπέ μοι, τίνος καταφρονοῦσιν οἱ παρόντες; τοῦ ὑβρίζοντος, ἢ τοῦ ὑβρισθέντος καὶ σιγῶντος; Ὁ μὲν γὰρ θυμὸς ὑποβάλλει, ὅτι τοῦ ὑβριζομένου· νῦν δὲ, ὅτε καθαροὶ τοῦ πάθους ἐσμὲν, ἴδωμεν, ἵνα μὴ τότε συναρπασθῶμεν. Τίνος οὖν καταγινώσκομεν ἅπαντες; Εὔδηλον ὅτι τοῦ ὑβρίζοντος· κἂν μὲν ἐλάττων ᾖ, καὶ μαίνεσθαι αὐτὸν φήσομεν, ἂν δὲ ὁμότιμος, ἀνοηταίνειν, ἂν δὲ μείζων, οὐδ' οὕτως ἀποδεξόμεθα. Τίς γὰρ, εἰπέ μοι, ἀποδοχῆς ἄξιος; ὁ ταραττόμενος, ὁ χειμαζόμενος, ὁ ἐκθηριούμενος, ὁ πρὸς τὴν κοινὴν φύσιν οὕτω διακείμενος, ἢ ὁ ἐν γαλήνῃ καὶ λιμένι καὶ φιλοσοφίᾳ πολλῇ; οὐχ ὁ μὲν ἀγγέλῳ προσέοικεν, ὁ δὲ οὐδὲ ἀνθρώπῳ; Ὁ μὲν γὰρ οὐδὲ τὰ οἰκεῖα δύναται βαστάσαι κακὰ, ἐκεῖνος δὲ καὶ τὰ ἀλλότρια· οὗτος οὐδὲ ἑαυτὸν ἐνεγκεῖν ἐδυνήθη, ἐκεῖνος δὲ καὶ ἕτερον· ὁ μὲν ἐν ναυαγίῳ ἐστὶν, οὗτος δὲ ἐν ἀσφαλείᾳ πλεῖ, ἐξ οὐρίων αὐτῷ τῆς νηὸς φερομένης· οὐ γὰρ εἴασε τὸ τοῦ θυμοῦ πνεῦμα τοῖς ἱστίοις ἐμπεσὸν ἀνατρέψαι τῆς διανοίας τὸ σκάφος· ἀλλὰ λεπτή τις αὔρα καὶ ἡδεῖα προσπνεύσασα, τῆς ἀνεξικακίας ἡ πνοὴ, μετὰ πολλῆς αὐτῷ τῆς ἡσυχίας ἐπὶ τὸν τῆς φιλοσοφίας ἄγει λιμένα. Καὶ καθάπερ ἐν πλοίῳ ναυαγοῦντι οἱ ναῦται οὐκ ἴσασιν ἃ ῥίπτουσιν, ἄν τε τῶν οἰκείων ἄν τε τῶν ἀλλοτρίων λάβωσι παρακαταθήκας, ἀλλὰ πάντων ὁμοίως ἐκβολὴν ποιοῦνται τῶν ἐγκειμένων, τῶν τε τιμίων τῶν τε οὐ τοιούτων· ἐπειδὰν δὲ ὁ χειμὼν παύσηται, τότε ἀναλογιζόμενοι ὅσα ἐξέβαλον, δακρύουσι καὶ τῆς γαλήνης οὐκ αἰσθάνονται διὰ τὴν ζημίαν τῆς ἐκβολῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ὁ θυμὸς πνεύσῃ, καὶ ὁ χειμὼν αἴρηται, οὐκ ἴσασιν ἐν τάξει ἐκβάλλειν τὰ δέοντα· ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥημάτων μεμνημένοι, δι' ὧν κατῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος. Ὄντως σκότος ἐστὶν ὁ θυμός. Εἶπεν ἄφρων, φησὶν, ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Τάχα καὶ περὶ τοῦ θυμουμένου τοῦτο εἰπεῖν εὔκαιρον, ὅτι εἶπεν ὁ θυμούμενος· Οὐκ ἔστι Θεός. Κατὰ γὰρ τὸ πλῆθος, φησὶ, τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Ὃς γὰρ ἂν ἐπεισέλθῃ λογισμὸς εὐσεβὴς, πάντας διωθεῖται καὶ διακρούεται, πάντας ῥίπτει πλαγίους. Εἰ μὴ σὺ μᾶλλον ἀλγεῖς τοῦ ὑβρισθέντος, ὕβριζε, κἂν μηδεὶς ὁ ἐγκαλῶν· εἰ μὴ τὸ τοῦ συνειδότος δικαστήριον ἰδίᾳ σε λαβὸν μαστίζει μυρία. Ὅταν οὖν ἀκούσῃς, ὅτι ὁ ὑβριζόμενος οὐδὲν ἐξέβαλε ῥῆμα πικρὸν, οὐχὶ ταύτῃ μᾶλλον ἀλγεῖς; Εἰπέ μοι, πῶς ἄνθρωπον πρᾶον καὶ ταπεινὸν, καὶ ἐπιεικῆ μυρίαις ἔπλυνας λοιδορίαις; Ταῦτα λέγομεν συνεχῶς, οὐχ ὁρῶμεν δὲ ἐπιδεικνύμενα διὰ τῶν ἔργων. Ἄνθρωπος ὢν ἄνθρωπον ὑβρίζεις; δοῦλος ὢν τὸν ὁμόδουλον; Ἀλλὰ τί τοῦτο θαυμάζω, ὅπου γε καὶ Θεὸν ὑβρίζουσι πολλοί;