Ancient Greek · ~16 min
Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-31
Not analysed yet
Τοῦτο πρὸς ὑμᾶς ἔστω παραμυθία τοὺς ὑβριζομένους. Ὑβρίζεσθε; ὑβρίζεται καὶ Θεός. Ὀνειδίζεσθε; ὀνειδίζεται καὶ Θεός. Διαπτύεσθε; καὶ γὰρ καὶ ὁ Δεσπότης ὁ ἡμέτερος. Ἐν μὲν οὖν τούτοις ἡμῖν κοινωνεῖ, ἐν δὲ τοῖς ἐναντίοις οὐκ ἔτι. Οὐ γὰρ ὕβρισεν ἀδίκως ποτέ· μὴ γένοιτο· οὐδὲ ὠνείδισεν ἁπλῶς, οὐδὲ ἠδίκησεν. Ὥστε ἡμεῖς ἐσμεν οἱ κοινωνοῦντες, οὐχ ὑμεῖς. Τὸ μὲν γὰρ ὑβριζόμενον φέρειν, Θεοῦ· τὸ δὲ ὑβρίζειν ἁπλῶς, δαίμονος. Ἴδετε τὰς δύο μερίδας. Δαιμόνιον ἔχεις, ἤκουσεν ὁ Χριστός· ἐῤῥαπίσθη ἀπὸ τοῦ δούλου τοῦ ἀρχιερέως. Οἱ ὑβρίζοντες τοίνυν ἀδίκως, μετ' ἐκείνων ἑστήκασιν· εἰκότως. Εἰ γὰρ ὁ Πέτρος καὶ Σατανᾶς ἤκουσε δι' ἓν ῥῆμα, πολλῷ μᾶλλον οὗτοι Ἰουδαῖοι ἀκούσονται, ὅταν τὰ Ἰουδαίων ποιῶσιν, ὥσπερ κἀκεῖνοι διαβόλου τέκνα, ἐπειδὴ τὰ τοῦ διαβόλου εἰργάζοντο. Ὑβρίζεις, τίς ὢν, εἰπέ μοι; Μᾶλλον δὲ διὰ τοῦτο ὑβρίζεις, ἐπειδὴ οὐδὲν εἶ· οὐδεὶς γὰρ ἄνθρωπος ὢν ὑβρίζει. Ὥστε ὃ λέγεται ἐν ταῖς μάχαις, Σὺ τίς εἶ; ἐξ ἐναντίας ἔδει λέγεσθαι· οἷον, Ὕβριζε, λέγειν ἐχρῆν· οὐδὲν γὰρ εἶ· νῦν δὲ λεγόντων ἡμῶν, Ὡς τίς ὑβρίζεις; Ὡς βελτίων σου, διὰ πάντων ἀκούειν ἔστι. Καὶ μὴν τὸ ἐναντίον ἔδει λέγειν· ἀλλ' ἐπειδὴ ἡμεῖς κακῶς ἐρωτῶμεν, διὰ τοῦτο κἀκεῖνοι κακῶς ἀποκρίνονται· ὥστε ἡμεῖς αἴτιοι. Ὡς μεγάλων γὰρ ἀνδρῶν ὄντων τῶν ὑβριζόντων, οὕτω λέγομεν· Ὡς τίς ὑβρίζεις; Διὰ τοῦτο κἀκεῖνοι οὕτως ἀποκρίνονται. Τοὐναντίον δὲ ἐχρῆν λέγειν· Ὑβρίζεις; ὕβριζε· οὐδεὶς γὰρ εἶ. Πρὸς δὲ τοὺς οὐχ ὑβρίζοντας τοῦτο μᾶλλον ἔδει λέγεσθαι· Ὡς τίς οὐχ ὑβρίζεις; ὑπερέβης τὴν ἀνθρωπίνην φύσιν. Τοῦτο εὐγένεια, τοῦτο ἐλευθερία, μηδὲν ἀνελεύθερον φθέγγεσθαι, κἂν ἄξιος ᾖ τις ἀκούειν. Εἰπὲ δή μοι, πόσοι οὐχὶ ἄξιοί εἰσιν ἀναιρεῖσθαι; Ἀλλ' ὅμως οὐ ποιεῖ τοῦτο δι' ἑαυτοῦ ὁ δικαστὴς, ἀλλ' ἐρωτᾷ· καὶ οὐδὲ τοῦτο δι' ἑαυτοῦ. Εἰ δὲ διαλέγεσθαι ἀνθρώπῳ πονηρῷ οὐκ ἀνεκτὸν δικάζοντα, ἀλλὰ μέσῳ τινὶ κέχρηται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς ὁμοτίμους ὑβρίζειν οὐ χρή· οὐ γὰρ οὕτω τῷ ὑβρίσαι πλεονεκτήσομεν αὐτῶν, ὡς τῷ διδαχθῆναι, ὅτι ὑβρίσαμεν ἑαυτούς. Τοὺς μὲν οὖν πονηροὺς διὰ τοῦτο οὔτε ὑβρίζειν χρὴ, τοὺς δὲ ἀγαθοὺς καὶ δι' ἕτερον, ὅτι οὐκ ἄξιοι· καὶ τρίτον, ὅτι ὑβριστὴν εἶναι οὐ χρή. Νῦν δὲ, ὅρα ὅσα γίνεται· ὑβρίζεται καὶ ἐπηρεάζεται ἄνθρωπος, καὶ ὁ ἐπηρεάζων ἄνθρωπος, καὶ οἱ θεωροῦντες ἄνθρωποι. Τί οὖν; τὰ θηρία δεῖ εἰς μέσον ἐλθεῖν καὶ διαλῦσαι; τοῦτο γὰρ λείπεται. Ὅταν γὰρ οἱ τερπόμενοι τῇ ἀδικίᾳ ἄνθρωποι ὦσι, τοῖς θηρίοις ἡ καταλλαγὴ λείπεται· ὥσπερ οὖν δεσποτῶν μαχομένων ἐν οἰκίᾳ, λείπεται τοὺς οἰκέτας καταλλάττειν (τοῦτο γὰρ ἡ τοῦ πράγματος φύσις ἀπαιτεῖ, εἰ καὶ ταύτῃ τάχα μὴ γίνεται)· οὕτω καὶ ἐνταῦθα. Ὑβρίζεις; εἰκότως· οὐδὲ γὰρ ἄνθρωπος εἶ. Διὰ τοῦτο ἔδοξε μέγα τι εἶναι ἡ ὕβρις, καὶ ἔδοξε τοῖς μεγάλοις προσήκειν· τὸ δὲ ἀνδραπόδοις μᾶλλον προσήκει, ὥσπερ τὸ εὐφημεῖν ἐλευθέροις ἐμπρέπει. Ὥσπερ γὰρ τὸ κακῶς ποιεῖν ἐκείνων, οὕτω τὸ κακῶς πάσχειν τούτων. Οἷόν ἐστι κλέπτρια δούλη τὰ τοῦ δεσπότου λαθραίως ὑφαιροῦσα, τοιοῦτόν τί ἐστι καὶ ἡ ὕβρις· καὶ ὡς ἂν εἴποι τις, καθάπερ ὁ κλέπτης σπουδῇ εἰσιὼν πανταχοῦ περιβλέπεται ὑφελέσθαι τι σπουδάζων· οὕτω καὶ οὗτος πάντα περισκοπεῖ. ἐκβάλλειν τι θέλων. Τάχα ἑτέρῳ τινι παραδείγματι αὐτὸν διαγράψωμεν. Ὥσπερ γὰρ εἴ τις σκεύη ἀκάθαρτα κλέπτων ἐξ οἰκίας, καὶ ἐξάγων πάντων ἔμπροσθεν, οὐχὶ τὰ ὑφαιρεθέντα ᾔσχυνε τοσοῦτον, ὅσον αὐτὸς ἑαυτὸν, ταῦτα ὑφελόμενος καὶ ἐξάγων· οὕτω δὴ καὶ οὗτος, ἐκβαλὼν ἔμπροσθεν πάντων ἀκάθαρτα ῥήματα, οὐχὶ ἑτέρους ᾔσχυνεν, ἀλλ' ἑαυτὸν διὰ τῶν ῥημάτων, προαγαγὼν τοιαῦτα καὶ καταῤῥυπάνας αὐτοῦ καὶ τὴν γλῶτταν καὶ τὴν διάνοιαν. Ταυτὸν γὰρ γίνεται, ὅταν πρὸς τοὺς πονηροὺς μαχώμεθα, ὥσπερ ἂν εἴ τις ἄνθρωπος τὸν ἐν σηπεδόνι ὄντα ὑπὲρ τοῦ πλῆξαι μολύνῃ ἑαυτὸν, καθεὶς αὐτοῦ τὰς χεῖρας εἰς τὸν βόρβορον. Ταῦτα δὴ, παρακαλῶ, πάντα ἀναλογιζόμενοι, φεύγωμεν τὴν ἐντεῦθεν βλάβην, καὶ εὔφημον ἔχωμεν γλῶτταν, ἵνα καθαρεύοντες πάσης ὕβρεως, δυνηθῶμεν μετὰ ἀκριβείας τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.