Ancient Greek · ~28 min
Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-45
Not analysed yet
Ὅρα κακουργίαν διαβόλου. Ἀπατεὼν ἦν ἐκεῖνος καὶ γόης ὁ Αἰγύπτιος, καὶ προσεδόκησε συσκιάζειν διὰ τούτου καὶ κοινωνοὺς ποιεῖν τῶν ἐκείνῳ προσηκόντων ἐγκλημάτων καὶ τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους· ἀλλ' οὐδὲν ἴσχυσεν, ἀλλ' ὅμως ἔτι λαμπροτέρα γέγονεν ἡ ἀλήθεια, οὐδὲν παραβλαβεῖσα τοῖς τοῦ διαβόλου μηχανήμασιν, ἀλλὰ καὶ μᾶλλον λάμψασα. Εἰ μὲν γὰρ μὴ ἦσαν γόητες, εἶτα οὗτοι ἐκράτουν, τάχα ἄν τις ἐπελάβετο· ὅτε δὲ καὶ ἐκεῖνοι ἐφάνησαν, οὗτοι κρατοῦσι, τοῦτό ἐστι τὸ θαυμαστόν. Διὸ καὶ φανῆναι οὐ κωλύονται, ἵνα καὶ οὕτω μᾶλλον λάμψωσιν· ὥσπερ οὗτος καὶ ἀλλαχοῦ λέγει· Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Τοιοῦτό τι ἦν, ὃ καὶ Γαμαλιῆλος ἔλεγεν, ὅτι Πρὸ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς. Τοὺς δὲ σικαρίους, οἱ μὲν γένος τι λῃστῶν φασιν αὐτοὺς εἶναι, οὕτω καλουμένους ἀφ' ὧν ἐπεφέροντο ξιφῶν, σικῶν λεγομένων παρὰ Ῥωμαίοις· οἱ δὲ τῆς μιᾶς αἱρέσεως τῆς παρ' Ἑβραίοις. Τρεῖς γάρ εἰσι παρ' αὐτοῖς αἱρέσεις αἱ γενικαὶ, Φαρισαῖοι, Σαδδουκαῖοι, καὶ Ἐσσηνοὶ, οἱ καὶ Ὅσιοι λέγονται (τοῦτο γάρ ἐστι τὸ Ἐσσηνοὶ ὄνομα) διὰ τὸ τοῦ βίου σεμνόν· οἱ αὐτοὶ δὲ καὶ Σικάριοι διὰ τὸ εἶναι ζηλωταί. Μὴ τοίνυν ἀλγῶμεν, ὅτι αἱρέσεις εἰσὶν, ὅπου καὶ ψευδόχριστοι καὶ τῷ Χριστῷ ἐπιθέσθαι ἠθέλησαν καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο, ὥστε συσκιάσαι. Ἀλλ' ἡ ἀλήθεια λάμπει καὶ διάδηλός ἐστι πανταχοῦ. Τοῦτο καὶ ἐπὶ τῶν προφητῶν γέγονε· γεγόνασι ψευδοπροφῆται, καὶ ἀπὸ συγκρίσεως μᾶλλον ἔλαμψαν. Καὶ γὰρ ἡ νόσος τὴν ὑγείαν φανερὰν δείκνυσι, καὶ τὸ σκότος τὸ φῶς, καὶ τὴν γαλήνην ὁ χειμών. Οὐκ ἔνι εἰπεῖν τοὺς Ἕλληνας, ὅτι πλάνοι καὶ γόητες ἦσαν· ἐκεῖνοι γὰρ ἠλέγχθησαν. Τοῦτο καὶ ἐπὶ Μωϋσέως γέγονε· συνεχώρησεν ὁ Θεὸς τοὺς μάγους, ἵνα μὴ μάγος ὑποληφθῇ Μωϋσῆς· εἴασεν αὐτοὺς διδάξαι πάντας μέχρι πόσου μαγεία φαντάσαι δύναται· περαιτέρω δὲ οὐκ ἠπάτησαν, ἀλλ' αὐτοὶ τὴν ἧτταν ὡμολόγησαν. Οὐδὲν ἡμᾶς βλάπτουσιν οἱ ἐπιθέται· μᾶλλον δὲ καὶ ποιοῦσι βελτίους, ἄν τις θέλῃ προσέχειν τὸν νοῦν. Τί οὖν, φησὶν, ὅταν κοινωνῶμεν αὐτοῖς τῆς δόξης; Οὐ παρ' ἡμᾶς, ἀλλὰ παρὰ τοὺς οὐκ ἔχοντας κρίσιν. Μὴ σφόδρα μελέτω τῆς δόξης ἡμῖν τῆς τῶν πολλῶν, μηδὲ πέρα τοῦ δέοντος αὐτῆς φροντίζωμεν. Θεῷ ζῶμεν, οὐκ ἀνθρώποις· ἐν οὐρανῷ πολιτευόμεθα, οὐκ ἐπὶ τῆς γῆς· ἐκεῖ τὰ βραβεῖα καὶ τὰ ἔπαθλα κεῖται τῶν ἡμετέρων πόνων· ἐκεῖθεν προσδοκῶμεν τοὺς ἐπαίνους, ἐκεῖθεν τοὺς στεφάνους. Μέχρι τοσούτου φροντίζωμεν τῶν ἀνθρώπων, μέχρι τοῦ μὴ διδόναι καὶ παρέχειν αὐτοῖς λαβήν. Ἂν δὲ ἡμῶν μὴ παρεχόντων ἐκεῖνοι θέλωσιν ἁπλῶς καὶ εἰκῇ κατηγορεῖν, γελῶμεν, μὴ δακρύωμεν. Σὺ προνόει καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων· ἂν σοῦ προνοοῦντος καλὰ ἐκεῖνος σκώπτῃ, μηκέτι φρόντιζε. Ἔχεις τὰ ὑποδείγματα ἐν ταῖς Γραφαῖς. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; φησί· καὶ πάλιν, Ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα. Καὶ ὁ Χριστὸς οὕτως ἐπὶ τῶν σκανδαλιζομένων ἔλεγεν· Ἄφες αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· καὶ πάλιν, Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσιν πάντες οἱ ἄνθρωποι· καὶ πάλιν· Λαμψάτω τὰ ἔργα ὑμῶν, ὅπως ἴδωσιν οἱ ἄνθρωποι, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ ἀλλαχοῦ λέγει· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης· μὴ θαυμάσῃς· οὐ γάρ ἐστι ταῦτα ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Ὅταν μὲν γὰρ παρ' ἡμᾶς γένηται, οὐαὶ ἡμῖν· ὅταν δὲ μὴ παρ' ἡμᾶς, οὐκέτι. Καὶ πάλιν· Οὐαὶ ὑμῖν, δι' οὓς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται. Τί οὖν, ἂν ἐγὼ μὲν ποιῶ τι τῶν δεόντων, ἕτερος δὲ βλασφημῇ; Οὐδὲν πρὸς σὲ, ἀλλὰ πρὸς ἐκεῖνον· δι' ἐκείνου γὰρ ἐβλασφημήθη. Καὶ πῶς ἔνι πρᾶξαί τι τῶν δεόντων, καὶ δοῦναι τοῖς ἄλλοις λαβήν; Πόθεν βούλεσθε, ἀπὸ τῶν νῦν ὄντων, ἢ ἀπὸ τῶν παλαιῶν τὰ παραδείγματα ὑμῖν ἀγάγω; Ἵνα μὴ ψοφοδεεῖς ὦμεν, βούλεσθε αὐτὸ δὴ τοῦτο τὸ νῦν μετὰ χεῖρας εἴπωμεν; Ἰουδάϊζεν ὁ Παῦλος ἐν Ἱεροσολύμοις, ἀλλ' ἐν Ἀντιοχείᾳ οὐκ ἔτι· ἰουδάϊζε καὶ ἐσκανδαλίζοντο, ἀλλ' οὐ δικαίως ἐσκανδαλίζοντο ἐκεῖνοι. Λέγεται Νέρωνος καὶ οἰνοχόον καὶ παλλακίδα ἀσπάσαι· πόσα οἴεσθε κατ' αὐτοῦ εἰρηκέναι αὐτοὺς διὰ τοῦτο; Ἀλλ' οὐ δικαίως. Εἰ μὲν γὰρ ἐπὶ ἀσελγείᾳ ἠσπάσατο, ἢ ἐπὶ πονηροῖς πράγμασιν, εἰκότως· εἰ δὲ ἐπὶ βίῳ ὀρθῷ, τίνος ἕνεκεν; Εἴπω τι καί τινι τῶν ἐμοὶ συνήθων συμβάν. Ἐπέπεσεν ὀργή ποτε τοῦ Θεοῦ, καὶ σφόδρα νέος ὢν ἐκεῖνος, καὶ ἐν τῇ τοῦ διακόνου τάξει τυγχάνων, ἐπεὶ τότε ὁ ἐπίσκοπος ἔτυχεν ἀπὼν κατ' ἐκεῖνον τὸν καιρὸν, καὶ τῶν πρεσβυτέρων οὐδεὶς ἐφρόντιζεν, ἀλλ' ἁπλῶς ἐποίησαν φωτισθῆναι ἀθρόον ἐν μιᾷ νυκτὶ μυριάδας πολλὰς, καὶ ἁπλῶς ἐβαπτίζοντο πάντες οὐδὲν εἰδότες· τούτους ἐκεῖνος λαβὼν κατ' ἰδίαν ὁμοῦ ἑκατὸν καὶ διακοσίους, διελέγετο, ἄλλο μὲν οὐδὲν, τὰ δὲ τῶν μυστηρίων μόνον ὡς μηδὲ τοῖς ἀμυνήτοις συγχωρεῖν παρεῖναι. Τοῦτο αὐτὸν ποιοῦντα ἐνόμισαν πολλοὶ τῆς ἀρχῆς ἐρῶντα τοῦτο ποιεῖν. Ἀλλ' οὐκ ἐφρόντισεν ἐκεῖνος τῶν νομιζόντων· οὐκ ἐξέτεινε μέντοι ἐπὶ χρόνον τὸ πρᾶγμα, ἀλλ' εὐθέως ἐπαύσατο. Τί οὖν; ἐκεῖνος τοῦ σκανδάλου αἴτιος; Οὐκ ἔγωγε οἶμαι. Εἰ μὲν γὰρ οὐκ οὔσης αἰτίας τοῦτο ἐποίει, εἰκότως ἐκείνῳ τὴν αἰτίαν ἐπέγραφον, καὶ εἰ πάλιν ἐπεξέτεινεν. Ὅταν γὰρ τῶν τῷ Θεῷ δοκούντων κωλύηται διὰ τὸ ἑτέρου σκάνδαλον, καταφρονεῖν δεῖ· τότε δὲ φροντίζειν, ὅταν μηδὲν ἀναγκαζώμεθα δι' ἐκεῖνον προσκρούειν Θεῷ· ἐπεὶ, εἰπέ μοι, ἂν μεταξὺ διαλεγομένων ἡμῶν καὶ τοὺς μεθύοντας σκωπτόντων σκανδαλίζηταί τις, ἐγὼ παύσωμαι λέγων; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Μὴ καὶ ὑμεῖς βούλεσθε ὑπάγειν; Οὕτως οὔτε καταφρονεῖν οὔτε σφόδρα ἀντιποιεῖσθαι τῆς τῶν πολλῶν ἀσθενείας χρή. Ἢ οὐχ ὁρῶμεν καὶ τοὺς ἰατροὺς τοῦτο ποιοῦντας, καὶ, ὅταν μὲν ἐγχωρῇ, χαριζομένους τοῖς κάμνουσιν, ὅταν δὲ ἡ χάρις ἡ ἐκείνων βλάβην ἐργάζηται, οὐκ ἔτι φειδομένους; Πανταχοῦ τὸ μέτρον τιμᾷν καλόν. Ἐβλασφήμησαν πολλοὶ κατηχήσεως ἕνεκεν κόρης τινὸς εὐμόρφου παρθένου μεινάσης, παρέβαλον πρὸς αὐτὴν, καὶ τοὺς κατηχοῦντας ἐλοιδόρησαν. Τί οὖν; ἀποστῆναι ἐκείνους ἔδει διὰ τοῦτο; Οὐδαμῶς· οὐδὲν γὰρ εἰργάζοντο ἐναντίον, ἀλλὰ καὶ σφόδρα δοκοῦν πρᾶγμα Θεῷ. Μὴ τοίνυν, εἰ σκανδαλίζονταί τινες, ἴδωμεν, ἀλλ' εἰ δικαίως, καὶ εἰ μὴ μετὰ τῆς ἡμετέρας βλάβης. Εἰ βρῶμα σκανδαλίζει, φησὶ, τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Εἰκότως· οὐδὲν γὰρ ἔβλαπτε τὸ μὴ φαγεῖν· εἰ μέντοι σκανδαλίζει αὐτὸν, ὅτι βούλομαι ἀποτάξασθαι, οὐκ ἔτι φροντίζειν δεῖ. Καὶ τίνα, φησὶ, τοῦτο σκανδαλίζει; Πολλοὺς, ἔγωγε οἶδα. Ὅταν τοίνυν ἀδιάφορον ᾖ τὸ κώλυμα, γινέσθω· ἐπεὶ, εἰ μέλλοιμεν πρὸς τοῦτο μόνον ὁρᾷν, πολλῶν ἔχομεν ἀποστῆναι· ὥσπερ οὖν καὶ τοὐναντίον, εἰ μέλλοιμεν καταφρονεῖν, πολλοὺς ἀπολλύναι· ἐπεὶ καὶ Παῦλος προενόησε σκανδάλου· καὶ πῶς, ἄκουε· Ἵνα μὴ τῇ ἁδρότητι, φησὶ, ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν· οὐδὲν γὰρ ἔβλαπτε τὸ τὴν ὑπόνοιαν ἐξελεῖν. Ὅταν δὲ εἰς τοιαύτην ἐμπέσωμεν ἀνάγκην, ὥστε μεγάλα γενέσθαι κακὰ διὰ τὸ ἑτέρου σκάνδαλον, καταφρονῶμεν ἐκείνου. Ἐκεῖνος μὲν γὰρ ἑαυτῷ αἴτιος, ἡμεῖς δὲ οὐκ ἔτι ὑπεύθυνοι· οὐ γὰρ ἐνῆν ἀβλαβῶς αὐτοῦ φείσασθαι. Ἐσκανδαλίσθησαν πολλοὶ, ὅτι εἰς ἱερὰ κατέκειντό τινες πιστοὶ, ἐπειδὴ οὐκ ἔδει κατακεῖσθαι· ἀλλὰ κακῶς· οὐδεμία γὰρ ἀπὸ τούτου βλάβη. Ἐσκανδαλίζοντο, ὅτι ἤσθιε μετὰ τῶν ἐθνικῶν ὁ Πέτρος· ἀλλ' ἐκεῖνος μὲν ἐφείσατο, αὐτὸς δὲ οὐκ ἔτι. Πανταχοῦ προσήκει ἡμᾶς τοῖς τοῦ Θεοῦ νόμοις κατακολουθοῦντας, πολλὴν σπουδὴν ποιεῖσθαι, ὥστε μηδεμίαν ἀφορμὴν παρέχειν σκανδάλου, ἵνα καὶ αὐτοὶ ἀνεύθυνοι ὦμεν, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.