Ancient Greek
Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-45
Not analysed yet
Ὅρα πῶς μάλιστα δὴ αὐτοῖς ἐγχρονίζει. Οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. Ὅρα τὸ ἦθος αὐτῶν πανταχοῦ ταραχῶδες, καὶ ἁπλῶς βοώντων ἐν τῷ μέσῳ. Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε, φησίν. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου. Ἃ μάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόμος, ταῦτα προφέρουσι ἐκεῖνοι. Καὶ οὐδὲν ἐνεκάλεσε τοῖς ἀποστόλοις ὁ Παῦλος παθὼν καίτοι τοσαῦτα, ὅτι αὐτοὶ αἴτιοι τούτων γεγόνασιν αὐτῷ· οὕτως ἦν μεγαλόψυχος. Καὶ εἷλκον αὐτὸν, φησὶν, ἔξω τοῦ ἱεροῦ· καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν καὶ διὰ τοῦτο ἔξω εἷλκον, ὥστε μετὰ πλείονος ἀδείας τοῦτο ποιῆσαι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρας, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ' αὐτούς. Οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. Τότε ἐγγίσας ὁ χιλίαρχος, ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο, τίς ἂν εἴη καὶ τί ἐστι πεποιηκώς. Ἄλλοι δὲ ἄλλα ἐβόων ἐν τῷ ὄχλῳ. Καὶ τίνος ἕνεκεν μέλλων αὐτὸν ἐξετάζειν, ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί; Παραμυθούμενος τὸν θυμὸν τοῦ δήμου. Μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυ βον, ἐκέλευσε ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμοὺς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον, Αἶρε αὐτόν. Τί ἐστιν, Αἶρε αὐτόν; Ἔθος ἦν Ἰουδαίοις καθ' ὧν ἂν ἀπεφαίνοντο τοῦτο λέγειν, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ φαίνονται ποιοῦντες καὶ λέγοντες, Ἆρον αὐτόν· τουτέστιν, Ἐκ τῶν ζώντων ποίησον ἀφανῆ. Τινὲς δὲ, ὃ παρ' ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊκὴν συνήθειαν, Ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, τοῦτο εἶναι τὸ, Αἶρε αὐτόν. Μέλλων δὲ εἰς τὴν παρεμβολὴν εἰσάγεσθαι ὁ Παῦλος, λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; Ἐπὶ τοὺς ἀναβαθμοὺς φερόμενος, ἀξιοῖ πρὸς τὸν χιλίαρχον εἰπεῖν τι. Καὶ ὅρα πῶς ἐπιεικῶς· Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; φησίν. Ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις; Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας, καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; Οὗτος ὁ Αἰγύπτιος ἄνθρωπός τις νεωτεροποιὸς γέγονε καὶ στασιαστής. Πρὸς δὴ τοῦτο ἀπολογεῖται ὁ Παῦλος, καὶ δι' ὧν εἶπεν ἀπάγει τῆς ὑποψίας αὐτόν. Ἴδωμεν δὲ ἄνωθεν τὰ ἀνεγνωσμένα. Εἰσὶν ἡμῖν ἄνδρες, φησὶ, τέσσαρες εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν· τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς. Πρὸς δὴ τοῦτο οὐκ ἀντιπίπτει ὁ Παῦλος, ἀλλὰ πείθεται. Ὅθεν δῆλον, ὅτι οὐ προηγουμένως ἔδει τοῦτο ποιεῖν (διὸ καὶ πείθουσιν αὐτόν), ἀλλ' ὅτι οἰκονομία τὸ πρᾶγμα καὶ συγκατάβασις ἦν. Οὐκ ἄρα ἐγκοπὴ τοῦ κηρύγματος τοῦτο ἦν, ὅπου γε καὶ αὐτοὶ ἐνομοθέτουν ἐκείνοις τὰ τοιαῦτα. Τοῦτο τοίνυν οἰκονομῶν καὶ αὐτὸς Πέτρῳ ἐγκαλεῖ ὕστερον· καὶ οὐχ ἁπλῶς αὐτὸ ποιεῖ. Ὅπερ γὰρ ἐνταῦθα ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν αὐτοῦ τὸ δόγμα. Καὶ οὐκ εἶπον, ὅτι Οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη διδάσκειν, οὐδὲ Ἀρκεῖ τὸ μὴ κηρῦξαι ἐκεῖ· ἀλλὰ δεῖ καὶ πλεῖόν τι ποιῆσαι, ἵνα πεισθῶσιν ἐκεῖνοι, ὅτι φυλάττεις τὸν νόμον. Συγκατάβασις τὸ πρᾶγμά ἐστι, μηδὲν φοβηθῇς. Καὶ ὅρα, οὐ πρότερον πείθουσιν αὐτὸν, ἕως τοῦ εἰπεῖν τὴν οἰκονομίαν πρῶτον καὶ τὸ κέρδος. Καὶ τὸ ἐν Ἱεροσολύμοις δὲ τοῦτο ποιεῖν, φορητόν. Ποίησον τοίνυν τοῦτο ἐνταῦθα, ἵνα ἐξῇ σοι ἔξω ποιεῖν ἐκεῖνο. Τότε παραλαβὼν, φησὶν, ὁ Παῦλος τοὺς ἄνδρας τῇ ἐχομένη ἡμέρᾳ. Οὐκ ἀνεβάλετο, ἀλλ' ἔργῳ δεικνὺς τὴν πειθὼ, παραλαμβάνει μεθ' ὧν ἔμελλεν ἁγνίζεσθαι. Τοιοῦτόν τί ἐστι θερμὸν ἡ οἰκονομία. Καὶ πῶς, φησὶν, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι εἶδον αὐτὸν ἐν τῷ ἱερῷ; Εἰκὸς ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν. Ὅρα δὲ πῶς καὶ οἰκονομία τὸ γενόμενον ἦν· μετὰ γὰρ τὸ πεισθῆναι τοὺς Ἰουδαίους, τότε ἐπιτίθενται· εἰκότως, ἵνα μὴ κἀκεῖνοι συνεπιθῶνται. Βοηθεῖτε, φησὶν, ἄνδρες Ἰσραηλῖται. Ὥς τινος δυσθηράτου καὶ δυσχειρώτου ταῖς ἐκείνων ἐμπεσόντος χερσὶ, Βοηθεῖτε, λέγουσι. Πάντας πανταχοῦ οὗτός ἐστιν ὁ διδάσκων. Οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ Πανταχοῦ. εἶτα καὶ ἡ κατηγορία μείζων ἀπὸ τῶν παρόντων. Ἔτι δὲ, φησὶ, καὶ κεκοινώνηκε τὸ ἱερὸν, ἄνδρας Ἕλληνας εἰσαγαγών. Καὶ μὴν καὶ ἐπὶ τοῦ Χριστοῦ ἀνέβησαν προσκυνήσοντες· ἀλλὰ τοὺς οὐκ ἂν ἑλομένους προσκυνῆσαι οὗτοι λέγουσι. Καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, φησὶν, εἷλκον αὐτὸν ἔξω. Σκόπει· ἀπὸ τοῦ ἱεροῦ ἐκβάλλουσιν αὐτόν· οὐκέτι γὰρ νόμων ἐδέοντο οὐδὲ δικαστηρίων· διὸ καὶ ἔτυπτον αὐτόν· οὕτω διὰ πάντων φαίνονται θρασεῖς ὄντες καὶ ἰταμοί. Ὁ δὲ τότε μὲν οὐκ ἀπελογήσατο, ὕστερον δέ· εἰκότως· τότε γὰρ οὐδ' ἂν ἤκουσαν. Καὶ τί δήποτε ἔκραζον, Αἶρε αὐτόν; Ἐφοβοῦντο, μὴ διαφύγῃ. Ἀλλ' ὅρα μεθ' ὅσης ὑποστολῆς διαλέγεται ὁ Παῦλος τῷ χιλιάρχῳ. Τί γάρ φησιν; Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; Τοσοῦτον ἦν ταπεινὸς, ὅτι καὶ μετριάζειν ᾔδει πανταχοῦ. Οὐκ ἄρα σὺ εἶ, φησὶν, ὁ Αἰγύπτιος;