Ancient Greek · ~28 min
Εἶπε δὲ ὁ Παῦλος· Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τὸν λαόν. Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-46
Not analysed yet
Ἐνταῦθα μέγα ἐφθέγξατο. Οὐ γὰρ εἶπεν, Εἰς τὸ ὄνομα αὐτοῦ βάπτισαι· ἀλλ', Ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Χριστοῦ. Τοῦτο δὲ δεικνύντος ἐστὶν αὐτὸν Θεὸν ὄντα· οὐ γὰρ ἔνι ἕτερόν τινα ἐπικαλέσασθαι, εἰ μὴ τὸν Θεόν. Εἶτα δείκνυσι καὶ ἑαυτὸν οὐκ ἀναγκασθέντα δι' ὧν λέγει· Ὁ δὲ Κύριος εἶπε πρός με· Πορεύου εἰς Δαμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Οὐδὲν ἀμάρτυρον, ἀλλὰ πόλεως ὁλοκλήρου μαρτυρίαν παράγει, ἥ γε καὶ εἶδεν αὐτὸν χειραγωγούμενον. Ὅρα δὲ καὶ τὴν προφητείαν ἐξελθοῦσαν, ἣν ἤκουσε μάρτυρα αὐτὸν ἔσεσθαι τοῦ Κυρίου. Μάρτυς γὰρ ὄντως αὐτοῦ γέγονε, καὶ μάρτυς ὡς χρὴ, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν εἶπε. Τοιούτους καὶ ἡμᾶς εἶναι χρὴ μάρτυρας, καὶ μὴ προδιδόναι, ἃ ἐνεπιστεύθημεν· οὐ περὶ δογμάτων λέγω μόνον, ἀλλὰ καὶ περὶ βίου. Ὅρα γάρ· ὅτι εἶδεν, ὅτι ἤκουσε, μαρτυρεῖ πᾶσιν ἀνθρώποις, καὶ οὐδὲν αὐτὸν ἐκώλυσε. Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι ἔστιν ἀνάστασις καὶ μυρία ἀγαθά· οὐκοῦν ὀφείλομεν τοῦτο μαρτυρῆσαι πᾶσιν ἀνθρώποις. Καὶ μὴν μαρτυροῦμεν, φησὶ, καὶ πιστεύομεν. Πῶς, τἀναντία πράττοντες; Εἰπὲ δή μοι· εἴ τις ἑαυτὸν ἔλεγε Χριστιανὸν, εἶτα ἀποστὰς τὰ Ἰουδαϊκὰ ἐφρόνει, ἄρα ἤρκεσεν ἂν ἡ μαρτυρία αὕτη; Οὐδαμῶς· ἀπὸ γὰρ τῶν ἔργων τὴν μαρτυρίαν ἐζήτουν ἄν. Οὕτω δὴ καὶ ἡμεῖς, εἰ λέγομεν ὅτι ἀνάστασίς ἐστι καὶ μυρία ἀγαθὰ, εἶτα καταφρονοῦμεν αὐτῶν, καὶ τὰ ἐνταῦθα προτιμῶμεν, τίς ἡμῖν πιστεύσει; οὐ γὰρ οἷς λέγομεν, ἀλλ' οἷς πράττομεν προσέχουσιν ἅπαντες. Μάρτυς ἔσῃ, φησὶ, πρὸς πάντας ἀνθρώπους· οὐχὶ πρὸς τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀπίστους· οἱ γὰρ μάρτυρες τοῦτό εἰσιν, οὐχὶ τοὺς εἰδότας πείθουσιν, ἀλλὰ τοὺς οὐκ εἰδότας. Γενώμεθα ἀξιόπιστοι μάρτυρες. Πῶς δὲ ἐσόμεθα ἀξιόπιστοι; Ἀπὸ τοῦ βίου. Ἐπέθεντο ἐκείνῳ Ἰουδαῖοι· ἐπιτίθενται ἡμῖν τὰ πάθη κελεύοντα ἐξομόσασθαι τὴν μαρτυρίαν. Ἀλλὰ μὴ πειθώμεθα· μάρτυρές ἐσμεν παρὰ τοῦ Θεοῦ πεμφθέντες. Κρίνεται παρὰ ἀνθρώποις τισὶν ὁ Θεὸς, ὅτι οὐκ ἔστι Θεός· ἔπεμψεν ἡμᾶς μαρτυρήσοντας αὐτῷ. Μαρτυρήσωμεν καὶ πείσωμεν τοὺς δικάζοντας· ἂν μὴ μαρτυρήσωμεν, καὶ τῆς ἐκείνων πλάνης ἡμεῖς ἐσμεν αἴτιοι. Εἰ δὲ ἐν δικαστηρίῳ, ἔνθα βιωτικὰ πράγματα, οὐκ ἄν τις δέξαιτο μάρτυρα μυρίων γέμοντα κακῶν· πολλῷ μᾶλλον ἐνταῦθα, ἔνθα περὶ τοιούτων πραγμάτων ἡ σκέψις ἐστίν. Ἡμεῖς λέγομεν, ὅτι ἠκούσαμεν τοῦ Χριστοῦ, καὶ πιστεύομεν οἷς ἐπηγγείλατο· λέγουσιν ἐκεῖνοι· Δείξατε τοῦτο διὰ τῶν ἔργων· ὁ γὰρ βίος ὑμῶν τὰ ἐναντία μαρτυρεῖ, ὅτι οὐ πιστεύετε. Τοὺς χρηματιζομένους, τοὺς ἁρπάζοντας, τοὺς πλεονεκτοῦντας βούλεσθε ἴδωμεν; τοὺς πενθοῦντας, τοὺς κοπτομένους, τοὺς οἰκοδομοῦντας, τοὺς πάντα πραγματευομένους, ὡς οὐκ ἀποθανουμένους; Εἰ τοίνυν ὅτι ἀποθανεῖσθε οὐ πιστεύετε, πράγματι οὕτω δήλῳ καὶ φανερῷ, πῶς ὑμῖν πιστεύσομεν μαρτυροῦσιν; Εἰσὶ γὰρ, εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ οὕτω διάκεινται, ὡς οὐκ ἀποθανούμενοι. Ὅταν γὰρ ἐν γήρᾳ μακρῷ ἄρχωνται οἰκοδομεῖν καὶ γεωργεῖν, πότε λογισμὸν λήψονται θανάτου; Οὐ μικρὰ ἡ κόλασις ἡμῖν κληθεῖσι μὲν εἰς μαρτυρίαν, μὴ δυνηθεῖσι δὲ μαρτυρῆσαι ἃ εἴδομεν. Εἴδομεν καὶ ἡμεῖς ὀφθαλμοῖς τοὺς ἀγγέλους, καὶ σαφέστερον τῶν ἑωρακότων. Οὐκοῦν μαρτυρήσωμεν τῷ Χριστῷ· οὐ γὰρ δὴ ἐκεῖνοι μάρτυρες μόνον, ἀλλὰ καὶ ἡμεῖς. Διὰ τοῦτο ἐκεῖνοι λέγονται μάρτυρες, ὅτι κελευόμενοι ἐξομόσασθαι πάντα ὑπομένουσιν, ἵνα τὴν ἀλήθειαν εἴπωσι· καὶ ἡμεῖς, ὅταν ὑπὸ τῶν παθῶν κελευώμεθα ἐξομόσασθαι, μὴ ἡττώμεθα. Ὁ χρυσὸς λέγει· Εἰπὲ, ὅτι ὁ Χριστὸς οὐκ ἔστι Χριστός· μὴ οὖν ἄκουε σὺ ὡς Θεοῦ, ἀλλὰ καταφρόνησον τῶν ἐκείνου προσταγμάτων. Αἱ ἐπιθυμίαι αἱ πονηραὶ τὸ αὐτὸ λέγουσιν· ἀλλὰ σὺ μὴ παραπεισθῇς, ἀλλὰ στῆθι γενναίως, ἵνα μὴ καὶ περὶ ἡμῶν λαληθῇ· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Τοῦτο γὰρ οὐ μαρτύρων, ἀλλὰ τὸ ἐναντίον. Καὶ τὸ μὲν τοὺς ἄλλους ἀρνεῖσθαι, οὐδὲν θαυμαστόν· τὸ δὲ ἡμᾶς τοὺς εἰς μαρτύριον κληθέντας ἐξάρνους γενέσθαι, βαρὺ καὶ φορτικόν· τοῦτο μάλιστα βλάπτει τὰ ἡμέτερα. Εἰς μαρτύριον αὐτοῖς ἀποβήσεται, φησίν· ἀλλ' ὅταν οὐκ ἀποπηδήσωμεν, ὅταν ἐνστῶμεν. Εἰ πάντες ἐβουλόμεθα μαρτυρεῖν τῷ Χριστῷ, ταχέως ἂν ἐπείσαμεν τῶν Ἑλλήνων τοὺς πολλούς. Μέγα βίος, ἀγαπητοί· κἂν σφόδρα θηριώδης ᾖ τις, κἂν φανερῶς οὐ καταγινώσκῃ διὰ τὸ δόγμα, ἀλλ' ἀποδέχεται λάθρα, ἀλλ' ἐπαινέσεται, ἀλλὰ θαυμάσεται. Καὶ πόθεν, φησὶν, ἂν γένοιτο βίος ἄριστος; Οὐδαμόθεν, ἀλλ' ἢ ἀπὸ θείας ἐνεργείας. Τί οὖν, ὅταν καὶ Ἕλληνες ὦσι τοιοῦτοι; Ἐκεῖνοι εἴ που καὶ εἶεν τοιοῦτοι, οἱ μὲν φύσει, οἱ δὲ διὰ κενοδοξίαν. Βούλει μαθεῖν, ὅση ἡ τοῦ βίου λαμπρότης, ὅσην ἔχει τὴν πειθώ; Πολλοὶ τῶν αἱρετικῶν οὕτως ἴσχυσαν, καὶ τὰ δόγματα καίτοι αὐτοῖς ὄντα διεφθαρμένα, οἱ πολλοὶ τῶν ἀνθρώπων αἰδοῖ τῇ περὶ τὸν βίον οὐκ ἔτι τὸ δόγμα ἐξήτασαν· ἄλλοι δὲ καὶ καταγινώσκοντες αὐτῶν διὰ τὸ δόγμα, ᾐδέσθησαν διὰ τὸν βίον· οὐ καλῶς μὲν, πλὴν ὅμως τοῦτο ἔπαθον. Τοῦτο τὰ σεμνὰ τῆς πίστεως τῆς ἡμετέρας διέβαλε, τοῦτο τὰ πάντα ἀνέτρεψε, τὸ μηδένα λόγον εἶναι βίου μηδενὶ, τοῦτο τῇ πίστει λυμαίνεται. Λέγομεν, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, μυρία καὶ ἕτερα παράγομεν, μετὰ δὲ τῶν ἄλλων καὶ τοῦτο, ὅτι ἔπεισεν ἅπαντας ὀρθῶς ζῇν· ἀλλὰ τοῦτο ἐν ὀλίγοις ἐστί. Τὸ τῆς ἀναστάσεως δόγμα λυμαίνεται ἡ τοῦ βίου φαυλότης, τὸ τῆς ἀθανασίας τῆς ψυχῆς, τὸ τῆς κρίσεως· πολλὰ καὶ ἕτερα ἐπισπᾶται, εἱμαρμένην, ἀνάγκην, τὸ ἀπρονόητον. Ψυχὴ γὰρ βαπτισθεῖσα μυρίοις κακοῖς, ὥσπερ τινὰς παραμυθίας ταύτας ἐπινοεῖν ἑαυτῇ πειρᾶται, ἵνα μὴ λυπῆται λογιζομένη, ὅτι κρίσις ἐστὶ, καὶ ὅτι ἐφ' ἡμῖν κεῖται τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας. Μυρία ὁ βίος ἐργάζεται κακὰ, θηρία τοὺς ἀνθρώπους ποιεῖ, καὶ θηρίων ἀλογωτέρους· ἅπερ γὰρ ἐν ἑκάστῃ φύσει τῶν θηρίων ἐστὶ, ταῦτα πολλάκις εἰς ἕνα ἄνθρωπον συνήγαγε, καὶ τὸ πᾶν ἀνέτρεψε. Διὰ τοῦτο τὴν εἱμαρμένην εἰσήγαγεν ὁ διάβολος, διὰ τοῦτο ἀπρονόητον ἔφησεν εἶναι τὸν κόσμον, διὰ τοῦτο φύσεις ἀγαθὰς καὶ κακὰς, διὰ τοῦτο κακὸν ἄναρχον καὶ ὑλικὸν ὑποτίθεται, διὰ τοῦτο πάντα πράττει, ἵνα διαφθείρῃ τὸν βίον ἡμῶν. Οὔτε γὰρ ἀπὸ διεφθαρμένων δογμάτων δυνατὸν ἀνενεγκεῖν βίου ὄντα τοιούτου, οὔτε μένειν ἐν ὑγιαινούσῃ πίστει· ἀλλ' ἀνάγκῃ πολλῇ ταῦτα παραδέξασθαι. Οὐ γὰρ οἶμαι ἔγωγε ταχέως τινὰ τῶν οὐκ ὀρθῶς ζώντων εὑρίσκεσθαι, μὴ μυρία σατανικὰ βουλευόμενον, ὅτι γένεσίς ἐστιν, ὅτι ἁπλῶς τὰ πράγματα ἄγεται, ὅτι φύρδην καὶ κεχυμένως πάντα διοικεῖται. Διὸ παρακαλῶ, φροντίζωμεν βίου καλοῦ, ἵνα μὴ παραδεχώμεθα δόγματα πονηρά. Ὁ Κάϊν ἔλαβε τιμωρίαν στένειν καὶ τρέμειν. Τοιοῦτοί εἰσιν οἱ πονηροὶ, καὶ συνειδότες ἑαυτοῖς μυρία κακὰ, πολλάκις ἐξ ὕπνων ἐξάλλονται, θορυβώδεις αὐτῶν οἱ λογισμοὶ, τεταραγμένοι οἱ ὀφθαλμοὶ, ὑποψίας γέμει πάντα, καταπλήττεται πάντα, χαλεπῆς προσδοκίας, δειλίας ἀνάμεστος αὐτῶν ἡ ψυχὴ, φόβῳ συστρεφομένη καὶ τρόμῳ ἀδρανὴς γίνεται. Οὐδὲν τῆς τοιαύτης ψυχῆς μαλακώτερον γένοιτο ἂν, οὐδὲν ἀνοητότερον. Καθάπερ οἱ μαινόμενοι οὐχ ἑστήκασιν ἐν ἑαυτοῖς· οὕτως οὐδὲ ἡ τοιαύτη ἐν ἑαυτῇ ἕστηκε. Πότε οὖν αὕτη εἰς συναίσθησιν ἔλθῃ τοσαύτην ἔχουσα σκοτοδινίαν, ἣν ἀγαπητὸν γαλήνης ἀπολαύουσαν καὶ εὐδίας, δυνηθῆναι ἐπιγνῶναι τὴν οἰκείαν εὐγένειαν; Ὅταν δὲ πάντα αὐτὴν ἐκφοβῇ καὶ ταράττῃ, καὶ ὄνειροι καὶ ῥήματα καὶ σχήματα καὶ ὑποψίαι ἁπλῶς, πότε δυνήσεται εἰς ἑαυτὴν ἰδεῖν, οὕτως ἐκτεταραγμένη καὶ τεθορυβημένη; Λύωμεν τοίνυν αὐτῆς τὸ δέος, διαῤῥήξωμεν τὰ δεσμά. Εἰ γὰρ μὴ κόλασις ἦν, ποίας ταῦτα κολάσεως οὐ χείρω, ὑπὸ φόβῳ ζῇν ἀεὶ, μηδέποτε θαῤῥεῖν, μηδέποτε ἀνίεσθαι; Ταῦτα δὴ πάντα μετὰ ἀκριβείας εἰδότες, ἐν γαλήνῃ ἑαυτοὺς διατηρῶμεν, καὶ ἀρετῆς ἐπιμελώμεθα, ἵνα καὶ ὑγιῆ δόγματα ἔχοντες καὶ βίον ὀρθὸν, ἀπροσκόπτως τὴν παροῦσαν ζωὴν διανύσωμεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.