Ancient Greek · ~23 min
Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ, εὐχομένου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι αὐτόν· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλὴμ, διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ, Κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-48
Not analysed yet
Ὅρα πῶς ἑαυτὸν εἰσωθεῖ εἰς τοὺς κινδύνους. Ἐπάγει γάρ· Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλήμ· τουτέστιν, Ἦλθον μετὰ τὴν ὄψιν ἐκείνην εἰς Ἱερουσαλὴμ πάλιν. Καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει, διότι οὐ παρα δέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Ὅρα, οὐδὲ τοῦτο ἀμάρτυρον, ἀλλ' ἀπὸ τῆς ἐκβάσεως ἡ μαρτυρία. Εἶπεν ὅτι Οὐ δέξονταί σου τὴν μαρτυρίαν· καὶ οὐκ ἐδέξαντο. Καὶ μὴν ἀπὸ λογισμῶν ἔδει ὑποπτεῦσαι, ὅτι πάντως δέξονται. Ἐγὼ γὰρ ἤμην ὁ φυλακίζων καὶ δέρων, φησίν. Ὥστε διὰ τοῦτο ἔδει αὐτοὺς δέξασθαι· καὶ ὅμως οὐκ ἐδέξαντο. Διὸ καὶ τοῦτο ἐν τῇ ἐκστάσει μανθάνει τὸ μὴ παραδεχθῆναι. Ἐνταῦθα δύο κατασκευάζει, ὅτι τε ἀναπολόγητα αὐτοῖς ἐστίν· οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λόγον· καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς τὰ παρὰ προσδοκίαν προφητεύων, καὶ οὐχ ὁρῶν εἰς τὰ γενόμενα, ἀλλὰ τὰ μέλλοντα προειδώς. Πῶς οὖν λέγει, Ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραὴλ βαστάσει τὸ ὄνομά μου; Βαστάσει, εἶπεν, οὐ πάντως πείσει· ἄλλως δὲ Ἰουδαῖοι ἀλλαχοῦ μὲν ἐπείθοντο, ἐνταῦθα δὲ οὐχί. Ὅπου μάλιστα ἔδει πεισθῆναι, εἰδότας αὐτοῦ τὴν προτέραν προθυμίαν, ἐνταῦθα οὐκ ἐπείθοντο. Καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ὅρα ποῦ πάλιν ὁ λόγος τελευτᾷ, εἰς τὸ ἰσχυρὸν κεφάλαιον. Δείκνυσι γὰρ, ὅτι αὐτὸς ἦν ὁ ἐλαύνων, καὶ οὐκ ἐλαύνων μόνον, ἀλλὰ καὶ μυρίαις χερσὶν ἀναιρῶν τὸν Στέφανον. Ὑπέμνησεν αὐτοὺς μιαιφονίας χαλεπῆς. Τότε δὴ μάλιστα οὐκ ἤνεγκαν, ἐπειδὴ τοῦτο ἤλεγχεν αὐτούς· καὶ ἤδη ἡ προφητεία ἐπληροῦτο. Ὁ ζῆλος τοίνυν πολὺς, καὶ ἡ κατηγορία σφοδρὰ, καὶ οἱ μάρτυρες τῆς ἀληθείας τοῦ Χριστοῦ παῤῥησίᾳ διαλεγόμενοι. Ἀλλ' οἱ Ἰουδαῖοι οὐκ ἠνέσχοντο λοιπὸν πάσης ἀκοῦσαι τῆς δημηγορίας, ἀλλ' ὑπὸ τοῦ θυμοῦ σφόδρα ἐμπρησθέντες ἐβόων. Καὶ εἶπε πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε. Ἤκουον δὲ αὐτοῦ ἄχρι τοῦ λόγου τούτου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Κραζόντων δὲ αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ, δι' ἣν αἰτίαν οὕτω κατεβόων αὐτοῦ. Καὶ τὸν χιλίαρχον δέον ἐξετάσαι, εἰ ταῦτα οὕτως ἔχοι, ἢ καὶ αὐτοὺς ἐκείνους· ὁ δὲ μηδὲν πλέον ποιήσας, μάστιξιν ἀνετάζειν αὐτὸν ἐπαγγέλλεται. Ἐκέλευσε γὰρ αὐτὸν, φησὶν, εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ, δι' ἣν αἰτίαν οὕτω κατεβόων αὐτοῦ. Καὶ μὴν παρ' ἐκείνων ἔδει μαθεῖν τῶν καταβοώντων, καὶ ἐρωτῆσαι εἴ τινος τῶν εἰρημένων ἐπελαμβάνοντο· ἀλλ' ἁπλῶς τῇ ἐξουσίᾳ χρᾶται, καὶ ἐκείνοις πρὸς χάριν ποιεῖ· οὐ γὰρ τοῦτο ἐζήτει, ὅπως δικαίως τι πράξειεν, ἀλλ' ὅπως παύσειε τὸν ἐκείνων θυμὸν ἄδικον ὄντα. Ὡς δὲ προσέτεινον αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; Οὐκ ἐψεύσατο Παῦλος, μὴ γένοιτο, Ῥωμαῖον ἑαυτὸν εἰπών· Ῥωμαῖος γὰρ ἦν· διὸ καὶ ὁ χιλίαρχος ἀκούσας φοβεῖται. Καὶ τίνος, φησὶν, ἕνεκεν ἐφοβήθη; Εἰ ἔξεστιν ὑμῖν ἕτερον, ἔδεισεν ἂν, μὴ ἁλῷ καὶ μείζονα δίκην δῷ. Καὶ ὅρα, οὐχ ἁπλῶς φησιν, ἀλλ', Εἰ ἔξεστιν ὑμῖν; Δύο τὰ ἐγκλήματα, καὶ τὸ ἄνευ λόγου, καὶ τὸ Ῥωμαῖον ὄντα. Μεγάλην εἶχον ταύτην τότε προνομίαν οἱ ἀξιούμενοι οὕτω καλεῖσθαι· καὶ οὐ πάντες τούτου ἐτύγχανον· ἀπὸ γὰρ Ἀδριανοῦ φασι πάντας Ῥωμαίους ὀνομασθῆναι, τὸ δὲ παλαιὸν οὐχ οὕτως ἦν. Ἢ καὶ Ῥωμαῖον ἑαυτὸν εἶπεν, ἵνα διαφύγῃ τὴν τιμωρίαν· εὐκαταφρόνητος γὰρ ἂν ἐγένετο μαστιχθείς· νῦν δὲ τοῦτο εἰπὼν, εἰς πλείονα αὐτοὺς ἐμβάλλει φόβον. Εἰ δὲ ἐμάστιξαν, καὶ παρέτρεψαν ἂν τὸ πρᾶγμα, ἢ καὶ ἀπέκτειναν αὐτόν· νῦν δὲ οὐχ οὕτω γίνεται. Ὅρα πῶς ὁ Θεὸς συγχωρεῖ καὶ ἀνθρωπίνως πολλὰ γενέσθαι, καὶ ἐπ' αὐτῶν καὶ τῶν λοιπῶν. Ὁ δὲ χιλίαρχος ἀποκριθεὶς, ὅτι Πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην, δείκνυσιν ὑποπτεῦσαι πρόφασιν εἶναι τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον τὸν Παῦλον· καὶ ἴσως τοῦτο ὑπέλαβεν ἀπὸ τῆς λιτότητος Παύλου τῆς φαινομένης. Ἀκούσας δὲ ὁ ἑκατόνταρχος, προσελθὼν τῷ χι λιάρχῳ ἀπήγγειλε, λέγων· Ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη· Ναί. Ἀπεκρίθη ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλός φησιν· Ἐγὼ δὲ καὶ γεγέννημαι. Εὐθέως δὲ ἀπέστησαν ἀπ' αὐτοῦ οἱ μέλλοντες ἀνετάζειν αὐτόν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς, ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς. Ἐγὼ δὲ, φησὶ, καὶ γεγέννημαι. Ἄρα καὶ πατρὸς ἦν Ῥωμαίου. Τί οὖν ἀπὸ τούτου γίνεται; Λύσας κατήγαγεν αὐτὸν πρὸς τοὺς Ἰουδαίους. Οὕτως οὐκ ἦν ψεῦδος τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον, ὅτι καὶ ἀπώνατο ἀπ' αὐτοῦ λυθεὶς τοῦ δεσμοῦ· καὶ πῶς, ἄκουε· Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν, καὶ ἐκέλευσε συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον· καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ εἶπεν. Οὐκέτι πρὸς τὸν χιλίαρχον, ἀλλὰ πρὸς τὸ πλῆθος καὶ τὸν δῆμον πάντα διαλέγεται. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. Ὃ λέγει, τοῦτό ἐστιν· Οὐ σύνοιδα ἐμαυτῷ τι ἠδικηκὼς ὑμᾶς, οὐδὲ ἄξιον τῶν δεσμῶν τούτων πράττων. Τί οὖν ὁ ἀρχιερεύς; Δέον κατανυγῆναι ἐφ' οἷς εἰς χάριν αὐτῶν ἀδίκως ἐδέδετο, ὁ δὲ καὶ προσεπιτίθησι, καὶ κελεύει τύπτεσθαι αὐτόν· ὃ καὶ δῆλον ἐξ ὧν ὑπήγαγεν. Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τοῖς παρεστῶσιν αὐτὸν ἐπέταξε τύπτειν αὐτοῦ τὸ στόμα. Καλά γε· ἐπιεικὴς ὁ ἀρχιερεύς. Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; Οἱ δὲ παρεστῶτες εἶπον· Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; Ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.