Ancient Greek · ~16 min
Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς. Διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-49
Not analysed yet
Ὅρα, εὐθέως ἐλθὼν ἐκάθισεν ἐπὶ τοῦ βήματος· οὕτως αὐτὸν ὤθουν μετὰ τοσαύτης σπουδῆς, οὕτως ἐπείγουσιν. Ἕως μὲν οὖν οὐδέπω πεῖραν ἦν λαβὼν τῶν Ἰουδαίων, καὶ τῆς τιμῆς τῆς παρ' αὐτῶν, ὀρθῶς ἀπεκρίνατο· ἐπειδὴ δὲ ἐγένετο ἐν τοῖς Ἱεροσολύμοις, καὶ οὗτος χαρίζεται αὐτοῖς· οὐχ ἁπλῶς δὲ χαρίζεται, ἀλλὰ μετὰ ἀπάτης τοῦτο ποιεῖ· καὶ ὅπως, ἄκουε· ἐπάγει γάρ· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ὑπὲρ ἐμοῦ; Ὡσεὶ ἔλεγεν· Οὐχὶ αὐτοῖς δίδωμί σε, ἀλλ' αὐτὸς κριτὴς ἔσομαι. Τοῦτο δὲ λέγει, καὶ αὐτὸν ποιεῖ κύριον, ἵνα τῇ τιμῇ αὐτὸν χαλάσῃ· ἐπειδὴ εἰ ἦν ἀπόφασις, καὶ πάνυ ἀναίσχυντον ἐδόκει, μηδὲν ἐνταῦθα ἐλεγχθέντα ἐκεῖ θέλειν ἀπάγειν. Ὁ δὲ Παῦλος οὐκ εἶπεν, Οὐ βούλομαι, μή ποτε καὶ σφοδρότερον ποιήσῃ τὸν δικαστὴν, ἀλλὰ πάλιν παῤῥησιάζεται, καί φησιν· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Μεγάλη ἡ παῤῥησία. Καὶ ὅρα πῶς αὐτοὺς συλλογίζεται· μονονουχὶ γὰρ τοῦτο λέγει δι' ὧν ἀπολογεῖται· Ἐξέβαλόν με ἅπαξ αὐτοὶ, καὶ τοῦτο νομίζουσι κατακρίνειν, τῷ δεικνύειν, ὅτι εἰς Καίσαρα ἥμαρτον· ἐπ' αὐτοῦ βούλομαι κριθῆναι τοῦ ἠδικημένου. Οὕτως εἰπὼν, ἐπάγει· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Καθήψατο αὐτοῦ λοιπὸν ὡς καὶ χαριζομένου. Εἶτα ἐπεὶ καθήψατο, πάλιν ἐκλύει τὸν λόγον, ἐπάγων· Εἰ μὲν οὖν ἀδικῶ, ἢ ἄξιόν τι θανάτου πέπραχα, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν. Κατ' ἐμαυτοῦ τὴν ψῆφον ἐκφέρω, φησίν. Τοῦτο οὐ θανατῶντος, ἀλλὰ σφόδρα θαῤῥοῦντός ἐστιν, οἷς ἐλάλει· μετὰ γὰρ τῆς παῤῥησίας καὶ τὴν δικαιολογίαν εἶναι δεῖ, ὥστε ἐντρέψαι. Εἰ δὲ οὐδέν ἐστιν ὧν κατηγοροῦσί μου, οὐδείς με δύναται χαρίσασθαι. Κἂν θέλῃ, φησὶν, οὐ δυνήσεται. Οὐκ εἶπεν, Οὐκ ἄξιός εἰμι ἀποθανεῖν, οὐδὲ, Ἀπολυθῆναι, ἀλλ', Ἕτοιμος κρίνεσθαι ἐπὶ Καίσαρος· ἅμα καὶ τοῦ ὀνείρατος μνησθεὶς, μᾶλλον ἐθάῤῥησεν ἐπικαλέσασθαι. Καὶ οὐκ εἶπε, Σὺ, ἀλλ', Οὐδείς· καὶ προσέθηκε, Καίσαρα ἐπικαλοῦμαι, ὥστε μὴ εἶναι εἰς ἐκεῖνον τὴν ὕβριν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι· ἐπὶ Καίσαρα πορεύσῃ. Εἶδες πῶς χαρίζεται; Τοῦτο γὰρ χάρις ἐστὶ, τὸ συλλαλεῖν μετὰ τῶν κατηγόρων, ὃ διεφθαρμένης γνώμης ἐστὶ, καὶ συγχεούσης τὴν τάξιν. Ὅρα πάλιν ἐκτεινομένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορμὴν τοῦ κηρύγματος γινομένην. Ταῦτα γὰρ οἰκονομεῖται, ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπενεχθῆναι αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ὑπὸ μηδενὸς ἐπιβουλευόμενον· οὐ γὰρ ἦν ἴσον ἁπλῶς παραγενέσθαι, καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ. Τοῦτο καὶ συνελθεῖν ἐποίησεν Ἰουδαίους ἐκεῖ. Εἶτα πάλιν χρόνος γίνεται ἐνδιατρίβοντος αὐτοῦ τοῖς Ἱεροσολύμοις, ἵνα μάθῃς, ὅτι καὶ χρόνου γενομένου, οὐδὲν τὰ τῆς ἐπιβουλῆς αὐτῷ ἰσχύει, τοῦ Θεοῦ μὴ συγχωροῦντος. Ἀγρίππας δὲ οὗτος ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν. Οὗτος ὁ Ἀγρίππας ὁ καὶ Ἡρώδης, ἕτερός μοι δοκεῖ, ὡς εἶναι τέταρτον τοῦτον μετ' ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου. Ὅρα τοὺς ἐχθροὺς συμπράττοντας ἄκοντας. Ὥστε δὲ μέγα γενέσθαι τὸ ἀκροατήριον, εἰς ἐπιθυμίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως· καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ μετὰ παρασκευῆς. Καὶ ἴδε τὴν ἀπολογίαν, ἢν ὁ ἄρχων φησί· Καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν αὐτὸν, περὶ οὗ ἀσφαλές τι τῷ κυρίῳ γράψαι οὐκ ἔχω. Οὕτω γράφει ὁ Φῆστος, καὶ ἐκπομπεύεται ἡ ὠμότης ἡ Ἰουδαϊκή· ὅταν γὰρ ταῦτα ὁ ἄρχων λέγῃ, ἀνύποπτός ἐστι. Διὰ τοῦτο δὲ λέγει, ὥστε καὶ παρ' αὐτοῦ καταγνωσθῆναι τοὺς Ἰουδαίους· μετὰ δὲ τὸ πάντας αὐτῶν καταψηφίσασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός. Σκόπει δέ· κατέγνω Λυσίας, κατέγνω Φῆλιξ, κατέγνω Φῆστος καὶ οἱ χαριζόμενοι αὐτοῖς, κατέγνω Ἀγρίππας. Τί λοιπόν; Κατέγνωσαν αὐτῶν καὶ οἱ Φαρισαῖοι. Καὶ ὅτι κατέγνω, ἄκουε αὐτοῦ λέγοντος· Οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ. Καὶ μὴν ἤνεγκαν, ἀλλ' οὐκ ἤλεγξαν· ἡ μὲν γὰρ ἐπιβουλὴ καὶ τὸ τόλμημα, τοῦτο ὑποπτεύειν ἐδίδου, ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον. Καὶ περί τινος, φησὶν, Ἰησοῦ τεθνηκότος. Εἰκότως Περί τινος λέγει, ἅτε ἄνθρωπος ἐν ἀρχῇ ὢν, καὶ τούτων οὐ φροντίζων. Ἀπὸ ταύτης τῆς αἰτίας καὶ τὸ, Ἀπορούμενος ἐγὼ, εἶπεν, εἰς τὴν περὶ τούτων ἐξέτασιν. Καὶ γὰρ ὄντως τοιούτου δικαστοῦ ὑπερέβαινεν ἀκοὰς ἡ τῶν τοιούτων ζήτησις. Καὶ εἰ ἐν ἀπορίᾳ εἶ, τί εἰς Ἱεροσόλυμα ἕλκεις; Διὰ τοῦτο καὶ Παῦλος οὐκ ἀξιῶν ὑπ' αὐτοῦ κρίνεσθαι, Καίσαρα ἐπικαλεῖται, λέγων· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· καὶ γὰρ περὶ τούτου ἐνεκάλουν. Ἀκούεις ἔφεσιν; ἀκούεις ἐπιβουλὴν Ἰουδαίων; ἀκούεις στάσιν;