Ancient Greek · ~18 min
Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς. Διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-50
Not analysed yet
Ὅρα, ἀνακοινοῦται τῷ Ἀγρίππᾳ, ὥστε καὶ ἑτέρους γενέσθαι πάλιν ἀκροατὰς, καὶ τὸν βασιλέα, καὶ τὸν στρατὸν, καὶ τὴν Βερνίκην. Εἶτα δὲ πάλιν ἀπολογία. Ἡμερῶν δὲ διαγενομένων, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος· περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἀπεκρίθην, ὅτι Οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα. Περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον, ὧν ὑπενόουν ἐγώ· ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν. Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως ἂν πέμψω αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Ὁ δὲ, Αὔριον, φησὶν, ἀκούσῃ αὐτοῦ. Ὅρα κατηγορίαν Ἰουδαίων πάλιν, οὐ παρὰ τοῦ Παύλου, ἀλλὰ παρὰ τοῦ ἄρχοντος. Ἐνεφάνισαν, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ' αὐτοῦ δίκην. Πρὸς οὓς ἐγὼ ἀπεκρίθην. Ὅρα καὶ τί ἀποκρίνεται εἰς αἰσχύνην αὐτῶν· ὅτι Οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν· τουτέστι, πρὶν ἢ λόγου αὐτῷ μεταδοῦναι ἀδύνατον τὸ χαρίζεσθαι ἁπλῶς. Κατὰ τὸ εἰωθὸς δὲ ποιήσας, οὐχ εὗρεν αἰτίαν· ὅθεν καὶ ἀπορεῖται ἐπὶ τούτῳ. Καὶ δῆλον τοῦτο δι' ὧν ἐπήγαγε, λέγων· Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτων ζήτησιν. Οὕτως εἶπε, συσκιάζων τὸ οἰκεῖον ἁμάρτημα. Καὶ ἐκεῖνος μὲν συσκιάζει, Ἀγρίππας δὲ ἐπιθυμεῖ ἰδεῖν αὐτόν. Ὅρα ἀεὶ τοὺς ἄρχοντας διακρουομένους τὴν ἐπάχθειαν τὴν Ἰουδαϊκὴν, καὶ παρὰ τὸ δίκαιον ἀναγκαζομένους πολλάκις ποιεῖν, καὶ προφάσεις ἐπιζητοῦντας τῆς ἀναβολῆς· οὐ γὰρ δὴ ἀγνοῶν ἀνεβάλετο, ἀλλ' εἰδώς. Ὁ δὲ Ἀγρίππας οὐ μόνον οὐ διακρούεται, ἀλλὰ καὶ ἀκοῦσαι βούλεται· ὃ καὶ θαυμάσαι ἄξιον, πόθεν εἰς ἐπιθυμίαν κατέστη τοῦ βούλεσθαι ἰδεῖν ἄνθρωπον, εἰ καὶ ἀδίκως, ὅμως κατηγορούμενον. Οὕτως ἦν καὶ τοῦτο οἰκονομίας. Διὸ καὶ ἡ γυνὴ αὐτοῦ συνακούει, καὶ τῆς ἀκροάσεως οὐκ ἀπολιμπάνεται. Καὶ οὐδὲ ἁπλῶς ἀκροᾶται, ἀλλὰ μετὰ πολλῆς τῆς τιμῆς. Τοσαύτην ἔσχε τὴν ἐπιθυμίαν· οὐ γὰρ ἂν, εἰ μὴ ἐπεθύμησεν, ἐζήτησεν ἂν ἀκοῦσαι, οὐδ' ἂν καὶ τὴν γυναῖκα κοινωνὸν ἐποιήσατο τῆς ἀκροάσεως, εἰ μὴ μεγάλα περὶ αὐτοῦ ἐφαντάζετο. Ἐμοὶ δὲ δοκεῖ κἀκείνην τοῦτο ποθῆσαι. Καὶ ὅρα τὸν Παῦλον εὐθέως οὐ περὶ πίστεως μόνον οὐδὲ περὶ ἀφέσεως ἁμαρτημάτων, ἀλλὰ καὶ περὶ τῶν πρακτέων διαλεγόμενον. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Τὸ νῦν ἔχον, φησὶ, πορεύου· καιρὸν δὲ λαβὼν, μετακαλέσομαί σε. Ὅρα τὴν πώρωσιν· τοιαῦτα ἀκούων, χρήματα προσεδόκα λήψεσθαι παρ' αὐτοῦ. Καὶ οὐ τοῦτο μόνον δεινὸν, ἀλλὰ καὶ διαλεχθεὶς, οὐκ ἀφῆκεν αὐτὸν, ἀλλ' ἐπειδὴ πρὸς τῷ τέλει τῆς ἀρχῆς ἦν, κατέλιπεν αὐτὸν δέσμιον, ἵνα χαρίσηται τοῖς Ἰουδαίοις· ὥστε οὐ χρημάτων ἤρα μόνον, ἀλλὰ καὶ δόξης. Πῶς χρήματα, μιαρὲ, παρὰ ἀνθρώπου τὸ ἐναντίον κηρύττοντος ἐπιζητεῖς; Ὅτι δὲ οὐκ ἔλαβε, δῆλον ἐξ ὧν εἴασε δεδεμένον, λύσας ἂν, εἴπερ ἔλαβε. Περὶ ἐγκρατείας οὗτος διελέγετο, ἐκεῖνος δὲ χρήματα προσεδόκα λαβεῖν παρ' αὐτοῦ ταῦτα διαλεγομένου. Καὶ αἰτῆσαι μὲν οὐκ ἐτόλμα· τοιοῦτον γὰρ ἡ κακία, δειλὸν καὶ πάντα ὑποπτεῦον· ἤλπιζε δέ· ὥστε εἰκότως αὐτοῖς ἐχαρίζετο, ἅτε τοσοῦτον ἄρξας ἐκεῖ. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ· ἐνεφάνισαν αὐτῷ ὅ τε ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ Παύλου, φησίν. Εὐθέως καὶ ἐν ἀρχῇ προσῆλθον οἱ ἱερεῖς, οὐκ ἂν ὀκνήσαντες καὶ εἰς Καισάρειαν ἐλθεῖν, εἰ μὴ ἔφθη ἀνελθὼν, ὅπου γε εὐθέως ἐπιβάντι προσέρχονται. Καὶ καταβὰς ἐν Καισαρείᾳ, διατρίβει δέκα ἡμέρας. Τάχα, δοκῶ, ὥστε ἐγγενέσθαι τοῖς βουλομένοις αὐτὸν διαφθεῖραι. Παῦλος δὲ ἦν ἐν τῷ δεσμωτηρίῳ. Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ. Καὶ διὰ τί χάριν ᾔτησαν, εἰ δίκαιός ἐστιν ἀποθανεῖν; Ἀλλ' οὕτω κἀκείνῳ δήλη ἐγένετο ἡ ἐπιβουλὴ, ὡς διαλεγόμενον εἰπεῖν· Ἄνδρες οἱ συμπαρόντες, θεωρεῖτε τοῦτον, περὶ οὗ τὸ πλῆθος ἐνέτυχόν μοι τῶν Ἰουδαίων. Διὰ γὰρ τοῦ, Ἐνέτυχον, τὸ, Αἰτούμενοι κατ' αὐτοῦ χάριν, δηλοῖ. Ὥστε ἤδη ἐβούλοντο αὐτὸν εἰς ἀπόφασιν ἐξενεγκεῖν, φοβούμενοι τὴν Παύλου γλῶτταν. Τί φοβεῖσθε; τί ἐπείγετε; Τοῦτο γὰρ ἐμφαίνει τὸ, Φυλάττεσθαι αὐτόν. Μὴ γὰρ φεύγει; Οἱ οὖν ἐν ὑμῖν, φησὶ, δυνατοὶ κατηγορείτωσαν αὐτοῦ. Πάλιν κατήγοροι ἐν Καισαρείᾳ, καὶ πάλιν ἐξάγεται Παῦλος. Τῇ δὲ ἐπαύριον καθίσας, φησὶν, ἐπὶ τοῦ βήματος.