Ancient Greek · ~23 min
Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἐκ τῆς θέρμης διεξελθοῦσα, καθήψατο τῆς χειρὸς αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-52
Not analysed yet
Ὁρᾷς πανταχοῦ τοὺς πειρασμοὺς μεγάλα τίκτοντας ἀγαθὰ καὶ ἐνταῦθα, μήτι γε ἐκεῖ· ἐπὶ δὲ τῆς κακίας ταυτὸν γίνεται, οἷον ἂν εἴ τις κάλαμον ἔχων παρατάττοιτο πρὸς πῦρ· ὁ γὰρ τοιοῦτος δοκεῖ μὲν πλήττειν τὸ πῦρ, αὐτὸ δὲ λαμπρότερον ποιεῖ, καὶ ἑαυτὸν ἀναλίσκει. Τροφὴ γὰρ γίνεται ἡ κακία καὶ ὑπόθεσις λαμπρότητος τῇ ἀρετῇ· τῇ γὰρ ἀδικίᾳ εἰς δέον τοῦ Θεοῦ χρωμένου, τὰ ἡμέτερα λάμπει μᾶλλον. Πάλιν ὁ διάβολος ὅταν ἐργάζηταί τι τοιοῦτον, λαμπροτέρους ποιεῖ τοὺς ὑπομένοντας. Τί οὖν, φησὶν, ἐπὶ τοῦ Ἀδὰμ οὐ γέγονε τοῦτο, ἀλλ' ἀτιμότερος γέγονε; Μάλιστα μὲν κἀκείνῳ ὁ Θεὸς εἰς δέον ἐχρήσατο· εἰ δέ πού τι ἔπαθεν, αὐτὸς ἑαυτὸν ἠδίκησε· τὰ μὲν γὰρ παρ' ἑτέρων εἰς ἡμᾶς γινόμενα μεγάλων ἡμῖν ἀγαθῶν αἴτια γίνεται, τὰ δὲ παρ' ἡμῶν αὐτῶν οὐκέτι. Ἐπειδὴ γὰρ ἀδικούμενοι μὲν ὑφ' ἑτέρων, ἀλγοῦμεν, ὑπὸ δὲ ἡμῶν αὐτῶν οὐκέτι, δείκνυσιν ὁ Θεὸς, ὅτι ὁ μὲν παρ' ἑτέρου ἀδίκως πάσχων, εὐδοκιμεῖ, ὁ δὲ ἑαυτὸν ἀδικῶν, βλάπτεται· καὶ μάλα εἰκότως, ἵνα ἐκεῖνο μὲν γενναίως φέρωμεν, τοῦτο δὲ μηκέτι· ἄλλως τε τὸ πᾶν ἐκεῖ τοῦ Ἀδὰμ γέγονε. Διὰ τί γὰρ ἐπείθου τῇ γυναικί; διὰ τί γὰρ ἐναντία συμβουλεύουσαν οὐκ ἀπεκρούσω; Σὺ πάντως γέγονας αἴτιος, ἐπειδὴ εἰ ὁ διάβολος ἦν, ἔδει κατὰ τοῦτο τοὺς πειραζομένους πάντας ἀπόλλυσθαι· εἰ δὲ μὴ ἀπόλλυνται, παρ' ἡμᾶς ἡ αἰτία. Ἀλλ' ἔδει, φησὶ, πάντας τοὺς πειραζομένους κατορθοῦν, ἢ εἰ παρ' ἡμᾶς ἡ αἰτία, ἔδει καὶ χωρὶς τοῦ διαβόλου ἀπόλλυσθαι; Τοῦτο καὶ γίνεται· καὶ γὰρ πολλοὶ καὶ χωρὶς τοῦ διαβόλου ἀπόλλυνται· οὐ γὰρ δὴ πάντα αὐτὸς κατασκευάζει, ἀλλὰ πολλὰ καὶ ἀπὸ μόνης γίνεται τῆς νωθείας τῆς ἡμετέρας· εἰ δέ που κἀκεῖνος αἴτιος, ἡμῶν τὴν ἀρχὴν παρεχόντων. Εἰπὲ γάρ μοι, πότε ὁ διάβολος ἴσχυσεν ἐπὶ τοῦ Ἰούδα; Ὅτε εἰσῆλθε, φησὶν, εἰς αὐτὸν ὁ Σατανᾶς. Ἀλλ' ἄκουσον τὴν αἰτίαν· ὅτι κλέπτης ἦν, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Αὐτὸς ἔδωκεν αὐτῷ εὐρυχωρίαν τῆς εἰσόδου· ὥστε οὐχ ὁ διάβολος τὴν ἀρχὴν ἐντίθησιν, ἀλλ' ἡμεῖς αὐτὸν δεχόμεθα καὶ καλοῦμεν. Ἀλλ' εἰ μὴ ἐκεῖνος, φησὶν, ἦν, οὐκ ἂν μεγάλα ἐγένετο τὰ δεινά. Ἀλλ' ἀπαραίτητος ἡμῖν ἔμελλεν εἶναι ἡ κόλασις· νῦν μὲν γὰρ, ἀγαπητὲ, τὰ τῆς κολάσεως ἡμῖν ἡμερώτερα, εἰ δὲ δι' ἑαυτῶν εἰργαζόμεθα τὰ δεινὰ, ἀφόρητος ἦν ἡ τιμωρία. Εἰπὲ γάρ μοι, εἰ ταῦτα, ἃ ἥμαρτεν ὁ Ἀδὰμ, χωρὶς συμβουλῆς ἥμαρτε, τίς αὐτὸν ἂν ἐξήρπασε τῶν κινδύνων· Ἀλλ' οὐκ ἂν ἥμαρτε, φησί. Πόθεν μοι τοῦτο λέγεις; Ὁ γὰρ οὕτω χαῦνος καὶ ῥᾴθυμος καὶ πρὸς ἄνοιαν ἕτοιμος, ὥστε δέξασθαι τοιαύτην συμβουλὴν, πολλῷ μᾶλλον καὶ χωρὶς τούτου τοῦτο γέγονεν ἄν. Ποῖος διάβολος τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς εἰς φθόνον ἐνέβαλεν; Ἂν νήφωμεν τοίνυν, ἀγαπητοὶ, καὶ εὐδοκιμήσεως ἡμῖν αἴτιος ὁ διάβολος γίνεται. Τί γὰρ ἔβλαψε τὸν Ἰὼβ ἡ τοσαύτη αὐτοῦ μηχανή; Μὴ εἴπῃς, φησὶ, τοῦτο, ἀλλ' ὁ ἀσθενὴς βλάπτεται. Ἀλλ' ὁ ἀσθενὴς, κἂν μὴ διάβολος ᾖ, βλάπτεται. Ἀλλὰ μειζόνως, φησὶ, μετὰ τῆς ἐκείνου ἐνεργείας. Ἀλλ' ἔλαττον, ὅταν μετὰ τῆς ἐκείνου ἐνεργείας ἁμάρτῃ, κολάζεται· οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ τιμωρίαι. Μὴ ἀπατῶμεν ἑαυτούς· οὐκ ἔστιν ἡμῖν ὁ διάβολος αἴτιος, ἐὰν νήφωμεν· ἐκεῖνος ἡμᾶς μᾶλλον ἀφυπνίζει, ἐκεῖνος ἡμᾶς διεγείρει. Εἰπὲ γάρ μοι (τέως ταῦτα ἐξετάσωμεν), μὴ ἔστω θηρία, μὴ ἔστω ἀνωμαλία ἀέρων, μὴ νόσος, μὴ λῦπαι, μὴ ἀθυμίαι, μὴ ἕτερόν τι τῶν τοιούτων· τί οὐκ ἂν ἐγένετο ὁ ἄνθρωπος; Χοῖρος μᾶλλον ἢ ἄνθρωπος, δοκῶ μοι, γέγονεν ἂν, γαστριζόμενος καὶ μεθύων, καὶ ὑπὸ μηδενὸς τούτων ἐνοχλούμενος. Νῦν δὲ αἱ φροντίδες καὶ αἱ μέριμναι γυμνάσιόν εἰσι φιλοσοφίας καὶ διδασκάλειον, καὶ ἀγωγὴ παιδείας ἀρίστης. Σκόπει δὲ καὶ ἄλλως· τρεφέσθω τις ἐν βασιλείοις μήτε λυπούμενος μήτε φροντίζων μήτε μεριμνῶν, καὶ μήτε ὀργῆς ἔχων πρόφασιν μήτε ἀποτυχίας, ἀλλὰ πάντα, ἅπερ ἂν ἐπιθυμήσῃ, ποιείτω, καὶ ἐπιτυγχανέτω, καὶ πάντας ἐχέτω ὑπακούοντας· ἂν μὴ παντὸς θηρίου ἀλογώτερος γένηται ὁ τοιοῦτος; Νῦν δὲ ὥσπερ ἀκόνη ἐστὶν ἐκτρίβουσα ἡμᾶς τὰ τῶν περιστάσεων, τὰ τῶν θλίψεων. Διὰ τοῦτο τῶν πλουτούντων οἱ πένητες ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι συνετώτεροι, καθάπερ πολλοῖς περικρουόμενοι καὶ περιαντλούμενοι κύμασι. Καὶ γὰρ σῶμα τὸ μὲν ἀργὸν καὶ ἀκίνητον νοσῶδες καὶ ἀηδὲς, τὸ δὲ κινούμενον καὶ κάμνον καὶ ταλαιπωρούμενον ὡραιότερον καὶ ὑγιεινότερον· τοῦτο δὲ ἐπὶ ψυχῆς εὕροι τις ἄν. Καὶ σίδηρος κείμενος μὲν διαφθείρεται, ἐργαζόμενος δὲ λάμπει· καὶ ψυχὴ ὡσαύτως κινουμένη· κίνησις δὲ ψυχῆς αἱ περιστάσεις αὗται. Καὶ τέχναι ἀπόλλυνται, μὴ κινουμένης ψυχῆς· κινεῖται δὲ ὅταν μὴ πάντα εὐθέα ᾖ· κινεῖται γὰρ ὑπὸ τῶν ἐναντίων. Εἰ μὴ εἴη ἐναντία, οὐδὲν ἂν εἴη τὸ κινοῦν· οἷον, εἰ πάντα ἦν εἰργασμένα καλῶς, οὐκ ἂν εὗρεν ἡ τέχνη κινεῖσθαι. Οὕτω καὶ, [εἰ πάντα ἦν κατὰ νοῦν ἡμῖν, οὐκ ἂν εὗρεν ἡ ψυχὴ κινεῖσθαι·] εἰ πανταχοῦ διεβαστάζετο, ἀηδὴς ἦν. Οὐχ ὁρᾷς, ὅτι καὶ τροφοῖς παρακελευόμεθα, μὴ διαπαντὸς βαστάζειν τὰ παιδία, ὥστε μὴ εἰς ἔθος αὐτὰ καθιστᾷν, μήτε ἐξίτηλα αὐτὰ ποιεῖν; Διὰ τοῦτο τὰ ἐπ' ὄψεσιν ἀνατρεφόμενα τῶν γονέων, ἀσθενέστερα γίνεται, τῆς φειδοῦς τῆς ἀκαίρου τε καὶ ἀμέτρου λυμαινομένης αὐτῶν τὴν ὑγίειαν. Καλὸν καὶ λύπη σύμμετρος, καλὸν καὶ φροντὶς, καλὸν καὶ ἔνδεια· ἰσχυροὺς γὰρ ἡμᾶς ποιεῖ καλὰ καὶ τὰ ἐναντία· ἕκαστον γὰρ αὐτῶν ἄμετρον γενόμενον ἀπόλλυσι, καὶ τὸ μὲν χαυνοῖ, τὸ δὲ διαῤῥήγνυσιν. Οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς αὐτοῦ μαθητὰς ὁ Χριστὸς οὕτως ἐνάγει; Εἰ ἐκεῖνοι δὲ τούτων ἐδέοντο, πολλῷ μᾶλλον ἡμεῖς. Εἰ δὲ δεόμεθα, μὴ ἀγανακτῶμεν, ἀλλὰ καὶ χαίρωμεν ἐπὶ ταῖς θλίψεσι· φάρμακα γὰρ ταῦτά ἐστι κατάλληλα τοῖς ἡμετέροις τραύμασι, τὰ μὲν πικρὰ, τὰ δὲ ἡδέα· ἑκάτερον δὲ αὐτῶν καθ' ἑαυτὸ ἂν εἴη ἄχρηστον. Χάριν τοίνυν ἔχωμεν τῷ Θεῷ ὑπὲρ τούτων ἁπάντων· οὐ γὰρ ἁπλῶς ταῦτα συγχωρεῖ γίνεσθαι, ἀλλ' ὑπὲρ τοῦ συμφέροντος τῶν ἡμετέρων ψυχῶν. Τὴν ἡμετέραν τοίνυν εὐγνωμοσύνην ἐπιδεικνύμενοι, εὐχαριστῶμεν, δοξάζωμεν, γενναίως ἀντέχωμεν, τὸ πρόσκαιρον αὐτῶν λογιζόμενοι, καὶ πρὸς τὰ μέλλοντα τείνοντες ἑαυτῶν τὴν διάνοιαν, ἵνα καὶ τὰ παρόντα κούφως ἐνέγκωμεν, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.