Ancient Greek
Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἐκ τῆς θέρμης διεξελθοῦσα, καθήψατο τῆς χειρὸς αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-53
Not analysed yet
Οἱ μὲν οὖν Ἰουδαῖοι τοσαῦτα ὁρῶντες θαύματα, ἐδίωκον, ἤλαυνον· οἱ δὲ βάρβαροι οὐδὲν θεασάμενοι, ἀπὸ μόνης τῆς συμφορᾶς φιλάνθρωποι ἦσαν. Πάντως, φησὶ, φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος. Οὐχ ἁπλῶς ἀποφαίνονται, ἀλλὰ, πάντως, φασί· τουτέστιν, ὡς ἔνεστιν ἰδεῖν. Καὶ ἡ δίκη, φησὶ, ζῇν οὐκ εἴασε αὐτόν. Ἄρα καὶ τὸν περὶ προνοίας λόγον εἶχον, καὶ πολλῷ τῶν φιλοσόφων οὗτοι οἱ βάρβαροι φιλοσοφώτεροι ἐτύγχανον. Αὐτοὶ μὲν γὰρ οὐκ ἀφιᾶσι προνοίας ἀπολαύειν τὰ ὑπὸ σελήνην· οἱ δὲ πανταχοῦ νομίζουσι παρεῖναι τὸν Θεὸν, καὶ ὅτι, κἂν πολλά τις διαφύγῃ, οὐ διαφεύξεται εἰς τέλος. Καὶ ὅρα, πῶς οὐκ ἐπιτίθενται διόλου, ἀλλ' αἰδοῦνται τέως διὰ τὴν συμφοράν· οὐδὲ ἐκπομπεύουσιν, ἀλλὰ πρὸς ἀλλήλους λέγουσι· τὰ γὰρ δεσμὰ τοῦτο ἐδίδασκεν ὑποπτεύειν· καίτοι δεσμῶται ἦσαν. Αἰσχυνέσθωσαν οἱ λέγοντες, Μὴ εὖ ποίει τοὺς ἐν ταῖς φυλακαῖς· αἰσχυνθῶμεν τοὺς βαρβάρους· οὐ γὰρ ᾔδεσαν τίνες ἦσαν ἐκεῖνοι, ἀλλ' ἀπὸ τῆς συμφορᾶς τέως, ὅτι ἄνθρωποι ἦσαν, ἐμάνθανον· διὸ καὶ φιλανθρωπίας ἠξίωσαν αὐτούς. Ἐπὶ πολὺ δὲ, φησὶ, προσδοκώντων αὐτῶν, τουτέστιν, ὡς πολὺν χρόνον ἀνέμενον ἀποθανεῖσθαι. Ὁ δὲ τό τε θηρίον ἐξετίναξεν εἰς τὸ πῦρ, καὶ τὴν χεῖρα ἔδειξε παθοῦσαν μηδέν. Τοῦτο ἰδόντες καὶ ἐξεπλάγησαν καὶ ἐθαύμασαν. Οὐκ ἐγένετο δὲ τὸ σημεῖον εὐθὺς, ἀλλὰ τῷ χρόνῳ ἐνδιέτριψαν οἱ ἄνθρωποι, ὥστε μὴ δόξαι φαντασίας εἶναι· οὕτως οὐκ ἦν ἀπάτη, οὐκ ἦν συναρπαγή. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ· ὃς ἀναδεξάμενος ἡμᾶς φιλοφρόνως ἐξένισε. Καλῶς οὕτως εἶπε· φιλοφροσύνης γὰρ μεγάλης, διακοσίας ἑβδομήκοντα τὸ ξενίσαι ψυχάς. Ἐννόησον τῆς φιλοξενίας ὅσον τὸ κέρδος· οὐχ ὡς ἀνάγκης οὔσης οὐδὲ ὡς ἄκων, ἀλλ' ὡς κέρδος τιθέμενος, τρεῖς ἡμέρας ἐξένισεν αὐτούς. Διὸ καὶ ἀμοιβὴν τῆς τοιαύτης φιλοξενίας εἰκότως λαμβάνει, καὶ πολλῷ μείζονα ἢ ἔδωκε· τὸν γὰρ πατέρα αὐτοῦ θεραπεύει ὑπὸ δυσεντερίας κακῶς πάσχοντα· οὐ μόνον δὲ αὐτὸν, ἀλλὰ καὶ πολλοὺς ἔχοντας ἀσθενείας τῶν αὐτῶν ἀξιοῖ· ὃν καὶ ἀμειβόμενοι, τιμαῖς αὐτὸν καὶ χορηγίαις δωροῦνται. Τοῦτο δὲ δῆλον ποιῶν ἐπάγει· Οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. Οὐχὶ μισθὸν ἔλαβε, μὴ γένοιτο· ἀλλὰ τὸ γεγραμμένον πληροῦται· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οἱ δὲ οὕτως αὐτοὺς ὑποδεξάμενοι, εὔδηλον ὅτι καὶ τὸν λόγον ἐδέξαντο τοῦ κηρύγματος· οὐ γὰρ ἂν ἐν τριμήνῳ τοσαῦτα διελέχθη, μὴ σφόδρα αὐτῶν πιστευσάντων καὶ καρποὺς ἐπιδειξαμένων· ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους τῶν πιστευσάντων ἔστιν ἰδεῖν. Καὶ ἀνήχθημεν, φησὶ, ἐν πλοίῳ Ἀλεξανδρίνῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, παρασήμῳ Διοσκούροις. Ἴσως τοῦτο ἦν γεγραμμένον ἐν αὐτῷ· οὕτως ἦσαν κατείδωλοι. Ὅρα ἐνδιατρίβοντας, καὶ πάλιν σπεύδοντας. Τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ' ἑαυτόν. Λοιπὸν αἰδέσιμος οὕτως ἦν ὁ Παῦλος, ὡς καὶ συγχωρεῖσθαι καθ' ἑαυτὸν εἶναι. Καὶ ξένον οὐδέν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν. Καὶ ἐπιγενομένου, φησὶ, νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν ἐπ' αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν. Ὅτι φοβηθέντες τὸν κίνδυνον ἐξῆλθον, καὶ ταῦτα ἱκανὰ ἐκείνους πιστώσασθαι. Ὅρα πῶς οὐδαμοῦ πόλει παρέβαλον ἐν τοσούτῳ πλῷ, ἀλλὰ νήσῳ, καὶ τὸν χειμῶνα ὁλόκληρον διήγαγον πλέοντες, ἐκείνων ῥυθμιζομένων εἰς τὴν πίστιν τῶν συμπλευσάντων, λέγω. Ἐπετράπη, φησὶ, μένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Μάλα εἰκότως, ὥστε μὴ ἐξεῖναι μηδὲ ἐκεῖ ἐπιβουλήν τινα αὐτὸν ὑποστῆναι· οὐ γὰρ ἐνῆν στασιάσαι λοιπόν. Ὥστε οὐκ ἐκεῖνον ἐφύλασσεν, ἀλλ' ὥστε μὴ γενέσθαι τι τῶν ἀηδῶν· οὐ γὰρ ἐξῆν λοιπὸν καὶ πόλεως οὔσης τοσαύτης, καὶ βασιλέως ὄντος, καὶ ἐφέσεως οὔσης, γενέσθαι τι παρὰ τὴν ἀκολουθίαν. Οὕτως ἀεὶ διὰ τῶν δοκούντων εἶναι καθ' ἡμῶν, ὑπὲρ ἡμῶν πάντα γίνεται· φύλαξ γὰρ ἦν τοῦ Παύλου. Καὶ συγκαλέσας τοὺς πρώτους τῶν Ἰουδαίων, διαλέγεται αὐτοῖς· οἳ καὶ ἀντιλέγοντες ἀναχωροῦσι, καὶ ὑβρίζονται παρ' αὐτοῦ, καὶ οὐδὲν τολμῶσιν εἰπεῖν· οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπετρέπετο λοιπὸν τὰ κατ' αὐτόν. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων πάντα ὑπὲρ ἡμῶν γίνεται. Καὶ ἵνα μάθῃς, σκόπει ἐντεῦθεν. Ἐκέλευσεν ὁ Φαραὼ ῥίπτεσθαι εἰς τὸν ποταμὸν τὰ βρέφη. Εἰ μὴ ἐῤῥίφη τὰ βρέφη, εἰ μὴ ἡ πρόσταξις τοῦ Φαραὼ ἐγένετο, οὐκ ἂν ἐσώθη Μωϋσῆς, οὐκ ἂν ἐν βασιλείοις ἐτράφη. Ὅτε ἐσώζετο, οὐκ ἦν ἐν τιμῇ· ὅτε ἐξετέθη, τότε ἐγένετο ἐν τιμῇ. Τοῦτο δὲ ἐποίει ὁ Θεὸς, τὸ εὔπορον αὐτοῦ δεικνὺς καὶ εὐμήχανον. Ἠπείλησεν αὐτῷ ὁ Ἰουδαῖος λέγων· Μὴ ἀνελεῖν με σὺ θέλεις; καὶ τοῦτο αὐτὸν ὤνησεν. Ἄρα οἰκονομικῶς γέγονεν, ὥστε τὴν ὄψιν αὐτὸν ἐκείνην ἰδεῖν τὴν ἐν τῇ ἐρήμῳ, ὥστε τὸν προσήκοντα χρόνον πληρωθῆναι, ὥστε αὐτὸν ἐμφιλοσοφῆσαι τῇ ἐρήμῳ, καὶ ἐν ἀσφαλείᾳ ζῇν. Καὶ ἐν πάσαις ταῖς κατ' αὐτοῦ τῶν Ἰουδαίων ἐπιβουλαῖς ταυτὸν γίνεται· τότε λαμπρότερος καθίσταται, οἷον καὶ ἐπὶ τοῦ Ἀαρών· ἐπανέστησαν αὐτῷ, καὶ λαμπρότερον αὐτὸν ἐποίησαν· ἐντεῦθεν γὰρ αὐτῷ καὶ τὸ ἱερατικὸν ποικίλλεται ἔνδυμα, καὶ ἡ κίδαρις περιτίθεται, καὶ ὁ λοιπὸς τῆς στολῆς κόσμος, ὥστε ἀναμφισβήτητον εἶναι τὴν χειροτονίαν, ὥστε καὶ εἰς τὸ ἑξῆς θαυμάζεσθαι ἀπὸ τῶν πετάλων τοῦ χαλκοῦ. Ἴστε πάντως τὴν ἱστορίαν· διὸ καὶ παρατρέχω τὸ διήγημα. Καὶ εἰ βούλεσθε, πάλιν ἄνωθεν τὰ αὐτὰ ἐπέλθωμεν. Ὁ Καῒν τὸν ἀδελφὸν ἀνεῖλεν, ἀλλὰ ταύτῃ μᾶλλον ὠφέλησεν· ἄκουσον γὰρ τί φησι· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· καὶ πάλιν ἀλλαχοῦ, Αἵματι, φησὶ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Ἀπήλλαξεν αὐτὸν τῆς ἀδηλίας τοῦ μέλλοντος, τὸν μισθὸν ηὔξησε· τὴν ἀγάπην ἐμάθομεν πάντες, ἣν ὁ Θεὸς ἔσχε πρὸς αὐτόν. Τί γὰρ ἠδίκηται, δεξάμενος τάχιον τὴν τελευτήν; Οὐδέν· τί γὰρ, εἰπέ μοι, οἱ βράδιον τελευτῶντες κερδαίνουσιν; Οὐδέν· οὐδὲ γὰρ παρὰ τὸ πολλὰ ζῇν ἔτη ἢ ὀλίγα ἡ εὐημερία, ἀλλὰ παρὰ τὸ εἰς δέον κεχρῆσθαι τῇ ζωῇ. Οἱ τρεῖς παῖδες ἐνεβλήθησαν εἰς κάμινον, καὶ διὰ τούτου γεγόνασι λαμπρότεροι· ὁ Δανιὴλ εἰς λάκκον, καὶ ἐντεῦθεν περιφανέστερος κατέστη.