Ancient Greek · ~23 min
Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-6
Not analysed yet
Ἐνταῦθα οὐκ ἔτι μεθ' ὑποστολῆς δημηγορεῖ, ἔχων τὸ ἀπὸ τῶν εἰρημένων θάρσος, οὐδὲ λέγει. Ἐξὸν εἰπεῖν, οὐδὲ ὅσα τοιαῦτα· λέγει δὲ φανερῶς, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰ δὲ τοῦ Δαυῒδ Κύριος, πολλῷ μᾶλλον αὐτῶν. Κάθου ἐκ δεξιῶν μου. Τὸ πᾶν ἐνταῦθα τέθεικεν. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐνταῦθα καὶ φόβον ἐπέστησε μέγαν, καθάπερ ἐν τῇ ἀρχῇ ἔδειξεν, οἷα τοὺς φίλους ἐργάζεται, οἷα τοὺς ἐχθρούς. Καὶ πάλιν τὴν κράτησιν, ἵνα μὴ ἀπιστῆται, τῷ Πατρὶ ἀνατίθησιν. Ἐπεὶ οὖν μεγάλα ἐφθέγξατο, πάλιν ἐπὶ τὰ ταπεινὰ τὸν λόγον κατάγει. Ἀσφαλῶς οὖν γινωσκέτω, φησὶ, πᾶς οἶκος Ἰσραήλ· τουτέστι, Μὴ ἀμφισβητεῖτε, μηδὲ ἀμφιβάλλετε. Εἶτα καὶ ἐπιτακτικῶς λοιπόν· Ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τοῦτο ἀπὸ τοῦ Δαυῒδ καὶ ἀπὸ τοῦ Ψαλμοῦ ἐμνημόνευσε. Δέον γὰρ εἰπεῖν, Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι ἐκ δεξιῶν κάθηται, ὅπερ ἦν μέγα, τοῦτο ἀφεὶς, ἕτερον ἐπάγει τὸ πολὺ ταπεινότερον εἰπὼν, Ἐποίησε, τουτέστι, Κατέστησεν. Ὥστε οὐδὲν περὶ οὐσιώσεως ἐνταῦθα, ἀλλὰ πᾶν φησι περὶ τούτου. Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Καλῶς ἐνταῦθα ἔληξε, διασείων αὐτῶν τὴν διάνοιαν. Ἐπειδὴ γὰρ ἔδειξεν ἡλίκον ἐστὶ, τότε λοιπὸν, καὶ τὸ τόλμημα ἐγύμνωσεν, ὥστε μεῖζον δεῖξαι καὶ τῷ φόβῳ αὐτοὺς ἑλεῖν. Οὐ γὰρ οὕτως οἱ ἄνθρωποι ταῖς εὐεργεσίαις ἐπάγονται, ὡς τῷ φόβῳ σωφρονίζονται. Οἱ δὲ θαυμαστοὶ καὶ μεγάλοι καὶ Θεῷ φίλοι, οὐδενὸς τούτων δέονται· οἷος ὁ Παῦλος ἦν. Οὐ γὰρ βασιλείας, οὐ γεέννης λόγον ἐποιεῖτο. Τοῦτό ἐστι φιλεῖν τὸν Χριστὸν, τοῦτο μὴ μισθωτὸν εἶναι, μηδὲ πραγματείαν καὶ καπηλείαν ἡγεῖσθαι, ἀλλ' ὄντως ἐνάρετον εἶναι, καὶ διὰ τὸ τῷ Θεῷ φίλον πάντα ποιεῖν. Πόσων οὖν δακρύων ἄξιοι, ὅταν τοσοῦτον ὀφείλοντες μέτρον, μηδὲ ὡς κάπηλοι μετίωμεν τὴν βασιλείαν τῶν οὐρανῶν; Τοσαῦτα ἡμῖν ὑπισχνεῖται, καὶ οὐδὲ οὕτως ἀκούομεν; Τί ταύτης τῆς ἔχθρας ἴσον γένοιτο ἄν; Καίτοι γε οἱ περὶ χρήματα μαινόμενοι, κἂν ἐχθροὺς, κἂν δούλους, κἂν πολεμιωτάτους εὕρωσι, κἂν πάντα κακοὺς, μόνον δὲ προσδοκήσωσιν, ὅτι χρήματα δι' αὐτῶν δυνήσονται λαβεῖν, πάντα ποιοῦσι, καὶ κολακεύουσι, καὶ θεραπεύουσι, καὶ δοῦλοι γίνονται, καὶ πάντων ἡγοῦνται αὐτοὺς σεμνοτέρους εἶναι, ἵνα τι λάβωσι παρ' αὐτῶν· ἡ γὰρ τῶν χρημάτων ἐλπὶς οὐδὲν τούτων αὐτοὺς ἀφίησιν ἐννοῆσαι. Βασιλεία δὲ οὐκ ἴσχυσεν ὅσα χρήματα, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστόν· καίτοι οὐδὲ ὁ τυχών ἐστιν ὁ ἐπαγγελλόμενος αὐτὴν, ἀλλ' ὁ ἀσυγκρίτως καὶ τῆς βασιλείας αὐτῆς μείζων. Ὅταν δὲ καὶ τὸ ἐπαγγελλόμενον βασιλεία, καὶ Θεὸς ὁ ταύτην διδοὺς, μέγα καὶ αὐτὸ τὸ παρὰ τοιούτου λαμβάνειν. Νῦν δὲ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἰ βασιλεὺς μὲν κληρονόμους αὐτοῦ καὶ συγκληρονόμους τῷ υἱῷ βουλόμενος ποιῆσαι μετὰ μυρίας καὶ ἑτέρας εὐεργεσίας, καταφρονοῖτο· λῄσταρχος δὲ μυρία καὶ ἡμᾶς καὶ τοὺς γονεῖς τοὺς ἡμετέρους διαθεὶς, καὶ μυρίων γέμων κακῶν, καὶ καταισχύνας ἡμῶν καὶ τὴν δόξαν καὶ τὴν σωτηρίαν, ἕνα μόνον ὀβολὸν δείξας προσκυνοῖτο παρ' ἡμῶν. Βασιλείαν ἐπαγγέλλεται ὁ Θεὸς, καὶ καταφρονεῖται· γέενναν προξενεῖ ὁ διάβολος, καὶ τιμᾶται. Οὗτος Θεὸς, ἐκεῖνος διάβολος. Ἀλλ' ἴδωμεν τῶν ἐπιταγμάτων τὸ διάφορον. Εἰ γὰρ μηδὲν τούτων ἦν, μηδὲ οὗτος μὲν Θεὸς, ἐκεῖνος δὲ διάβολος· μηδὲ οὗτος μὲν βασιλείαν, ἐκεῖνος δὲ γέενναν προεξένει· αὐτὴ τῶν ἐπιταγμάτων ἡ φύσις οὐχ ἱκανὴ πεῖσαι τούτῳ προσθέσθαι; Τί δαὶ καὶ ἑκάτερος ἐπιτάττει; Ἐκεῖνος τὰ καταισχύνοντα, οὗτος τὰ ἐνδόξους ποιοῦντα· ἐκεῖνος τὰ μυρίαις περιβάλλοντα συμφοραῖς καὶ ἀσχημοσύναις, οὗτος τὰ πολλὴν τὴν ἄνεσιν ἔχοντα. Ὅρα γάρ· Οὗτος λέγει, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ἐκεῖνός φησιν, Ἄγριος ἔσο καὶ ἀνήμερος, καὶ ἀκρόχολος καὶ ὀργίλος, καὶ θηρίον μᾶλλον, ἢ ἄνθρωπος. Ἴδωμεν οὖν, τί χρησιμώτερον, τί δαὶ ὠφελιμώτερον. Ἀλλὰ μὴ τοῦτο μόνον, ἀλλ' ἐννόησον, ὅτι ὁ μὲν διάβολός ἐστι· μάλιστα γὰρ ἂν ἐκεῖνο δειχθῇ, πάλιν τὰ νικητήρια ἔσται μείζονα. Οὐ γὰρ ὁ εὔκολα ἐπιτάττων οὗτος κηδεμὼν, ἀλλ' ὁ συμφέροντα. Ἐπεὶ καὶ πατέρες φορτικὰ ἐπιτάττουσι, καὶ δεσπόται πάλιν ὁμοίως δούλοις· ἀλλὰ διὰ τοῦτο οἱ μέν εἰσι πατέρες, οἱ δὲ δεσπόται· ἐκεῖνοι δὲ ἀνδραποδισταὶ καὶ λυμεῶνες καὶ πάντα τὰ ἐναντία. Πλὴν ὅτι καὶ ἡδονὴν ἔχει, δῆλον ἐκεῖθεν. Ἐν τίσι γὰρ νομίζεις εἶναι τὸν ἀκρόχολον, ἐν τίσι δὲ τὸν ἀνεξίκακον καὶ πρᾶον, οὐχὶ τούτου μὲν ἡ ψυχὴ ἐρημίᾳ τινὶ πολλὴν ἐχούσῃ τὴν ἡσυχίαν ἔοικεν· ἡ ἐκείνου δὲ ἀγορᾷ καὶ θορύβῳ, ἔνθα πολλὴ ἡ κραυγὴ τῶν ἀκολούθων καὶ καμήλοις, καὶ ἡμιόνοις. καὶ ὄνοις, μεγάλα τοῖς προσιοῦσιν ἐμβοώντων, ὥστε μὴ καταπατηθῆναι; οὐχ ἡ μὲν τοῦ τοιούτου ταῖς μέσαις πάλιν τῶν πόλεων ἐοικυῖά ἐστιν, ἔνθα νῦν μὲν ἐντεῦθεν ἀργυροκόπων, νῦν δὲ ἐκεῖθεν τῶν χαλκοτύπων ὁ ἦχος πολὺς γίνεται, καὶ οἱ μὲν ἐπηρεάζουσιν, οἱ δὲ ἐπηρεάζονται; Ἀλλ' ἡ τούτου κορυφῇ τινι ἔοικεν ὄρους, λεπτὴν μὲν ἔχοντι τὴν αὔραν, καθαρὰν δὲ τὴν ἀκτῖνα δεχομένῳ, διειδῆ τὰ νάματα προχέοντι τῶν πηγῶν, καὶ πολλὰς τῶν ἀνθέων προβαλλομένῳ τὰς χάριτας, τῶν ἐαρινῶν ὁμοίως λειμώνων τε καὶ παραδείσων, καὶ φυτοῖς καὶ ἄνθεσι κομώντων καὶ καταῤῥύτοις ὕδασιν· εἴ τις δὲ καὶ ἠχὴ γένοιτο, λιγυρὰ καὶ πολλὴν καταχέουσα τῶν ἀκουόντων τὴν ἡδονήν. Ἢ γὰρ ὄρνιθες ᾠδικοὶ ἄκροις τῶν δένδρων ἐφιζάνουσι τοῖς πετάλοις, καὶ τέττιγες, καὶ ἀηδόνες, καὶ χελιδόνες, συμφώνως μίαν τινὰ ἀποτελοῦσι μουσικήν· ἢ ζέφυρος ἠρέμα τῶν πετάλων τοῖς δένδροις προσπίπτων, πίτυς καὶ πεύκας συριζούσας, καὶ κύκνους πολλάκις μιμεῖται· ἢ λειμὼν ῥόδα προβάλλων καὶ κρίνα ἀλλήλοις προσκεκλικότα καὶ κυανίζοντα, καθάπερ πέλαγος κυανὸν ἠρέμα κυματούμενον δείκνυσι. Μᾶλλον δὲ πολλὰς εἰκόνας εὕροι τις ἄν. Ὅταν μὲν γὰρ εἰς τὰ ῥόδα τις ἀποβλέψῃ, τὴν ἶριν οἰήσεται καθορᾷν· ὅταν δὲ εἰς τὰ ἴα, θάλατταν κυματουμένην· ὅταν δὲ εἰς τὰ κρίνα, τὸν οὐρανόν. Οὐ τῇ θέᾳ δὲ μόνον, οὐδὲ τῇ ὄψει τέρποιτο ἂν τότε ὁ τοιοῦτος, ἀλλὰ καὶ τῷ σώματι αὐτῷ. Ἐκεῖνον γὰρ μᾶλλον ἀνίησί τε καὶ ἀναπνεῖν ποιεῖ, ὥστε νομίζειν ἐν οὐρανῷ μᾶλλον εἶναι, ἢ ἐπὶ γῆς.