Ancient Greek · ~18 min
Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-6
Not analysed yet
Ἔστι καὶ ἑτέρα τις ἠχὴ, ὅταν ὕδωρ ἀπὸ τῆς ἀκρωρείας διὰ χαραδρῶν αὐτομάτως φερόμενον, καὶ ταῖς ὑποκειμέναις ψηφῖσιν ἠρέμα ἐπιψοφοῦν ἡσύχῳ κτύπῳ, οὕτως ἐκλύῃ τὰ μέλη ἡμῶν τῇ ἡδονῇ, ὥστε καὶ ταχέως τὸν λυσιμελῆ τοῖς ὀφθαλμοῖς ὕπνον ἐπάγειν. Ἡδέως ἠκούσατε τοῦ διηγήματος· τάχα καὶ ἐρασταὶ γεγόνατε ἐρημίας. Ἀλλὰ ταύτης τῆς ἐρημίας ἡδίων πολλῷ τοῦ μακροθύμου ἡ ψυχή. Οὐ γὰρ ἵνα λειμῶνα ὑπογράψωμεν, οὐδὲ ἵνα πρὸς ἐπίδειξιν τὸν λόγον ἀγάγωμεν, ταύτης ἡψάμεθα τῆς εἰκόνος· ἀλλ' ἵνα διὰ τῆς ὑπογραφῆς ἰδόντες, ὅση τῶν μακροθύμων ἡ ἡδονὴ, καὶ ὅτι πολλῷ ἀνδρὶ μακροθύμῳ συγγινόμενος ἄν τις καὶ ἥδοιτο καὶ ὠφελοῖτο, ἢ τοιούτοις ὁμιλήσας χωρίοις, τούτους μεταδιώκητε. Ὅταν γὰρ μηδὲ πνεῦμα σφοδρὸν ἀπὸ ταύτης ἐξέρχηται τῆς ψυχῆς, ἀλλ' ἥμεροί τινες λόγοι καὶ προσηνεῖς, καὶ ὄντως ἐκεῖνο τὸ τοῦ ζεφύρου ἤρεμον εἰκονίζοντες, καὶ παραινέσεις, οὐδὲν μὲν ἔχουσαι στῦφον, τοὺς δὲ ὄρνιθας τοὺς ᾠδικοὺς μιμούμεναι· πῶς οὐ τοῦτο βέλτιον; Οὐ γὰρ σώματι προσπίπτει τοῦ λόγου ἡ αὔρα, ἀλλὰ ψυχὰς ἀνίησιν. Οὐκ ἂν ἰατρὸς πυρέττοντα ἄνθρωπον οὕτω ταχέως ἀπαλλάξειε τοῦ πυρετοῦ, δι' οἱασδήποτε σπουδῆς, ὡς μακρόθυμος ἀνὴρ καὶ ὀργίλον καὶ καιόμενον ὑπὸ τῆς ὀργῆς λαβὼν, καταψύξειε διὰ τοῦ πνεύματος τῶν οἰκείων λόγων. Καὶ τί λέγω ἰατρόν; Οὐδὲ σίδηρος πεπυρωμένος καὶ ὕδατι βαπτόμενος οὕτω ταχέως τῆς θέρμης ἀφίσταται, ὡς εἰς μακρόθυμον ψυχὴν ἄνθρωπος ὀργίλος ἐμπεσών. Καθάπερ δὲ ἐπὶ τῆς ἀγορᾶς, εἰ εἰσέλθοιεν ᾠδικοὶ ὄρνιθες, καὶ λῆρος εἶναι δοκοῦσιν· οὕτω δὴ καὶ τὰ παραγγέλματα τὰ ἡμέτερα, εἰς ψυχὰς ἀκροχόλους ἐμπίπτοντα. Ἄρα ἡδίων ἐπιείκεια χολῆς καὶ θρασύτητος. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ τὸ μὲν ὁ διάβολος, τὸ δὲ ὁ Θεὸς ἐπέταξεν. Ὁρᾶτε, ὅτι οὐχ ἁπλῶς εἶπον, ὅτι εἰ καὶ μὴ διάβολος ἦν καὶ Θεὸς, αὐτὰ τὰ ἐπιτάγματα ἱκανὰ ἦν ἡμᾶς ἀποστῆσαι. Ὁ μὲν γὰρ καὶ ἑαυτῷ ἡδὺς, καὶ τοῖς ἄλλοις ὠφέλιμος· ὁ δὲ καὶ ἑαυτῷ ἀηδὴς, καὶ τοῖς ἄλλοις βλαβερός. Οὐδὲν γὰρ ἀτερπέστερον ἀνθρώπου χολῶντος, οὐδὲν φορτικώτερον, οὐδὲν ἐπαχθέστερον, οὐδὲν αἰσχρότερον, ὥσπερ οὖν τοῦ οὐκ εἰδότος χολᾷν οὐδὲν ἥδιον. Θηρίῳ συνοικεῖν κάλλιον, ἢ ἀνθρώπῳ τοιούτῳ. Ἐκεῖνο μὲν γὰρ ἐπειδὰν ἅπαξ ἡμερωθῇ, φυλάττει τὸν αὐτοῦ νόμον· τοῦτον δὲ ὁσάκις ἂν ἡμερώσῃς, πάλιν ἐκθηριοῦται, ἅπαξ εἰς ἕξιν ἑαυτόν τινα τοιαύτην καταστήσας. Καθάπερ γὰρ ἡμέρα λευκὴ καὶ φαιδρὰ, καὶ χειμὼν γέμων πολλῆς τῆς κατηφείας, ἕτερα ἀλλήλων εἰσίν· οὕτως ἡ τοῦ ὀργιζομένου ψυχὴ καὶ τοῦ ἐπιεικοῦς. Ἀλλὰ μήπω τὰ τοῖς ἄλλοις ἴδωμεν βλαβερὰ συμβαίνοντα, ἀλλὰ τὰ ἑαυτοῖς· καίτοι καὶ τοῦτο οὐ μικρὰ βλάβη, ἑτέρῳ τι δοῦναι κακόν· πλὴν ἀλλὰ τέως τοῦτο σκοπῶμεν. Ποῖος δήμιος πλευρὰς οὕτω καταξᾶναι δυνήσεται; τίνες ὀβελίσκοι πεπυρωμένοι διέπειραν σῶμα; ποία μανία οὕτως ἐκστήσειεν ἂν τῶν κατὰ φύσιν φρενῶν, ὡς ὀργὴ καὶ παραπληξία; Οἶδα πολλοὺς ἀπὸ ὀργῆς νόσους τεκόντας. Καὶ οἱ χαλεποὶ τῶν πυρετῶν, μάλιστα οὗτοί εἰσιν. Εἰ δὲ σῶμα οὕτω λυμαίνονται, ἐννόησον τὴν ψυχήν. Μὴ γὰρ λογίσῃ, ὅτι οὐχ ὁρᾷς· ἀλλ' ἐννόησον, ὅτι εἰ τὸ δεχόμενον τὴν κακίαν οὕτω βλάπτεται, τὸ τίκτον πόσην ἂν ὑποδέξηται βλάβην; Πολλοὶ τοὺς ὀφθαλμοὺς ἀπώλεσαν, πολλοὶ εἰς νόσον βαρυτάτην κατέπεσον. Ὁ μέντοι φέρων γενναίως, πάντα ὑποστήσεται εὐκόλως. Ἀλλ' ὅμως καὶ τοιαῦτα ἐπιτάττει φορτικὰ, καὶ τούτων μισθὸν ἡμῖν τίθησι τὴν γέενναν. Καὶ διάβολός ἐστι καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μᾶλλον τούτῳ πειθόμεθα ἢ τῷ Χριστῷ, Σωτῆρι ὄντι καὶ εὐεργέτῃ, καὶ τοιαῦτα λέγοντι, ἃ καὶ ἡδίω καὶ ὠφελιμώτερα καὶ χρησιμώτερά ἐστι, καὶ ἡμᾶς καὶ τοὺς συνόντας ἡμῖν ὠφελεῖ τὰ μέγιστα. Οὐδὲν ὀργῆς χεῖρον, ἀγαπητὲ, οὐδὲν ἀκαίρου θυμοῦ· οὐ δεῖται πολλῆς τῆς ἀναβολῆς· ὀξὺ τὸ πάθος ἐστί. Πολλάκις καὶ ῥῆμα ἐξέβαλέ τις ὑπὸ θυμοῦ, οὗ εἰς τὴν θεραπείαν ὁλοκλήρου δεῖται βίου· καὶ εἰργάσατό τι, ὃ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀνέτρεψε. Τὸ γὰρ χαλεπὸν τοῦτό ἐστιν, ὅτι καὶ ἐν βραχεῖ καιρῷ, καὶ διὰ μιᾶς πράξεως, καὶ δι' ἑνὸς ῥήματος μόνον τῶν αἰωνίων ἡμᾶς πολλάκις ἐξέβαλεν ἀγαθῶν, καὶ μυρίους ἐκένωσε πόνους. Διὸ παρακαλῶ, πάντα ποιεῖν, ὥστε τὸ θηρίον τοῦτο χαλινοῦν. Ἀλλὰ ταῦτα μὲν περὶ ἐπιεικείας καὶ θυμοῦ· εἰ δὲ καὶ τὰ ἄλλα τις προχειρίσαιτο τῷ λόγῳ, οἷον πλεονεξίαν, ὑπεροψίαν χρημάτων, ἀσέλγειαν, σωφροσύνην, φθόνον, χρηστότητα, καὶ ἀντεξετάσοι, καὶ ἄλλο εἴσεται ἔτι διάφορον, Εἴδετε, πῶς ἀπὸ τῶν προσταγμάτων μόνον ὁ μὲν Θεὸς, ὁ δὲ διάβολος ὢν δείκνυται; Πειθώμεθα τοίνυν τῷ Θεῷ, καὶ μὴ εἰς βάραθρα ἑαυτοὺς ἐμβάλωμεν, ἀλλ' ἕως ἐστὶ καιρὸς, πάντα ἀπονιψώμεθα τὰ τὴν ψυχὴν λυμαινόμενα, ἵνα τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.