Ancient Greek · ~26 min
Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-8
Not analysed yet
Θῶμεν τοίνυν ἑαυτοῖς νόμους καθημερινούς· τέως ἀπὸ τῶν εὐκόλων ἀρξώμεθα· περικόψωμεν ἡμῶν τὴν πολυορκίαν τοῦ στόματος, χαλινὸν ἐπιθῶμεν τῇ γλώττῃ, μηδεὶς ὀμνύτω τὸν Θεόν. Οὐκ ἔστιν ἐνταῦθα δαπάνη, οὐκ ἔστιν ἐνταῦθα κάματος, οὐκ ἔστιν ἐνταῦθα χρόνου μελέτη· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν γέγονε· συνηθείας γὰρ τὸ πρᾶγμά ἐστι. Ναὶ παρακαλῶ καὶ δέομαι, σπουδὴν τοιαύτην εἰσενέγκωμεν. Εἰπὲ δή μοι, εἰ χρήματα ἐκέλευσα εἰσενεγκεῖν, οὐκ ἂν προθύμως ἕκαστος τὰ κατὰ δύναμιν συνεβάλεσθε; εἴ με ἐν κινδύνοις ἑωρᾶτε τοῖς ἐσχάτοις, οὐκ ἂν καὶ ἀπὸ τῆς σαρκὸς, εἴ γε οἷόν τε ἦν, ἀποτεμόντες ἔδοτε ἄν; Ἐν κινδύνῳ καὶ νῦν εἰμι καὶ πολλῷ, καὶ ὡς ἂν εἰ καὶ μετὰ τούτου καὶ δεσμωτήριον ᾤκουν, ἢ μυρίας ἔλαβον πληγὰς, ἢ εἰς μέταλλα ἐτύγχανον, οὐκ ἂν τούτου πλέον ἤλγησα. Χεῖρα τοίνυν ὀρέξατε. Ἐννοήσατε γὰρ, ὅσος κίνδυνος, μηδὲ τὸ μικρότατον τοῦτο (μικρότατον δὲ λέγω, ὅσον εἰς πόνον ἥκει) δυνηθῆναι κατορθῶσαι. Τί ἐρῶ τότε ἐγκαλούμενος; διατί μὴ διηλέγχθης; διατί μὴ ἐπέταξας; διατί μὴ νόμον ἔθηκας; διατί τοὺς μὴ πειθομένους οὐκ ἐκώλυσας; Οὐκ ἀρκεῖ μοι εἰπεῖν, ὅτι ἐνουθέτησα. Ἀλλὰ καὶ σφοδροτέρας, φησὶν, ἐπιτιμήσεως ἔδει· ἐπεὶ καὶ ὁ Ἠλεὶ ἐνουθέτει. Ἀλλὰ μὴ γένοιτο ὑμᾶς ἐκείνοις παραβαλεῖν τοῖς παισί. Κἀκεῖνος ἐνουθέτει, καὶ ἔλεγε· Μὴ τέκνα, μὴ ποιεῖτε οὕτω· πονηρὰ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Ἀλλὰ προϊοῦσα ἡ Γραφή φησιν, ὅτι οὐκ ἐνουθέτει τοὺς υἱοὺς αὐτοῦ. Τοῦτο δὲ λέγει, ἐπειδὴ οὐ σφοδρῶς, οὐδὲ μετ' ἐπιπλήξεως τοῦτο ἐποίει. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν μὲν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων οὕτως ἰσχυροὺς εἶναι τοὺς νόμους, κἂν ὁ διδάσκων ἐπιτάξῃ πάντα γίνεσθαι· ἐνταῦθα δὲ οὕτως ἡμᾶς καταπεφρονῆσθαι καὶ ἀπεῤῥῖφθαι; Οὐ τῆς ἐμαυτοῦ δόξης μοι μέλει (δόξα γὰρ ἐμὴ, ἡ ὑμετέρα εὐδοκίμησις), ἀλλὰ τῆς ὑμετέρας σωτηρίας. Καθ' ἑκάστην ἡμέραν βοῶμεν, ἐνηχοῦμεν ὑμῶν ταῖς ἀκοαῖς· ὁ δὲ ἀκούων οὐδείς· καὶ οὐδὲν σφοδρὸν ἐπιδεικνύμεθα. Φοβοῦμαι, μὴ τῆς ἀκαίρου ταύτης καὶ πολλῆς φιλανθρωπίας λόγον κατὰ τὴν μέλλουσαν ἡμέραν ὑπόσχωμεν. Διὸ μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ κηρύττω πᾶσι, καὶ διαμαρτύρομαι, ὥστε τοὺς τὴν παράβασιν ταύτην ἐπιδεικνυμένους, τοὺς τὰ ἐκ τοῦ πονηροῦ φθεγγομένους (τοῦτο γάρ ἐστιν ὁ ὅρκος), τῶν οὐδῶν μὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν. Προθεσμία δὲ ὑμῖν ἔστω ὁ μὴν ὁ παρὼν, ὥστε κατορθῶσαι. Μὴ γάρ μοι εἴπῃς, ὅτι Μὲ ἡ τῶν πραγμάτων ἀνάγκη κατεπείγει, ὅτι ἀπιστοῦμαι. Τέως τοὺς ἀπὸ τῆς συνηθείας περίκοπτε. Οἶδα, ὅτι πολλοὶ γελάσονται ἡμᾶς, ἀλλὰ βέλτιον ἡμᾶς γελᾶσθαι νῦν, ἢ κλαίεσθαι τότε· γελάσονται δὲ ὅσοι μαίνονται. Τίς γὰρ, εἰπέ μοι, νοῦν ἔχων φυλαττομένης ἐντολῆς γελάσεται; Εἰ δὲ ἄρα γελάσονται, ἀλλ' οὐχ ἡμᾶς, ἀλλὰ τὸν Χριστὸν οἱ τοιοῦτοι γελάσονται. Ἐφρίξατε τὸ εἰρημένον; Οἶδα κἀγώ. Εἰ μὲν οὖν ἐγὼ τὸν νόμον τοῦτον εἰσήγαγον, ἐμὸς ἂν εἴη καὶ ὁ γέλως· εἰ δὲ ὁ νομοθέτης ἕτερός ἐστιν, ἐκεῖ διαβαίνει ἡ χλευασία. Καὶ ἐνεπτύσθη ποτὲ ὁ Χριστὸς, καὶ ἐπὶ κόῤῥης ἐπλήγη καὶ ἐῤῥαπίσθη. Ἀνέχεται καὶ νῦν ταῦτα, καὶ οὐδὲν ἀπεικός. Διὰ τοῦτο γέεννα ἡτοίμασται, διὰ τοῦτο σκώληξ ἀτελεύτητος. Ἰδοὺ πάλιν λέγω καὶ διαμαρτύρομαι· Ὁ βουλόμενος γελάτω, ὁ βουλόμενος χλευαζέτω· εἰς τοῦτο κείμεθα, εἰς τὸ γελᾶσθαι καὶ χλευάζεσθαι, εἰς τὸ πάντα παθεῖν. Περικαθάρματα τοῦ κόσμου ἐσμὲν, κατὰ τὸν μακάριον Παῦλον. Εἴ τις μὴ βούλεται κατορθῶσαι τοῦτο τὸ ἐπίταγμα, ὥσπερ σάλπιγγί τινι διὰ τοῦ λόγου ἀπαγορεύω τῶν οὐδῶν μὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν τῷ τοιούτῳ, κἂν ἄρχων ᾖ, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος. Ἢ καθέλετέ με ταυτησὶ τῆς ἀρχῆς, ἢ μένοντα μὴ περιβάλλετε κινδύνοις. Οὐκ ἀνέχομαι ἐπὶ τὸν θρόνον τοῦτον ἀναβαίνειν μὴ μεγάλα κατορθῶν. Εἰ γὰρ μὴ τοῦτο δυνατὸν, βέλτιον ἑστάναι κάτω. Ἄρχοντος γὰρ μηδὲν τοὺς ἀρχομένους ὠφελοῦντος οὐδὲν ἀθλιώτερον. Ἔτι συντείνατε ἑαυτοὺς, καὶ προσέχετε, παρακαλῶ· ἢ μᾶλλον εἰπεῖν, συντείνωμεν ἑαυτοὺς, καὶ πάντως ἔσται τι πλέον. Νηστεύσατε, παρακαλέσατε τὸν Θεὸν, καὶ ἡμεῖς μεθ' ὑμῶν, ὥστε τὴν ὀλέθριον ταύτην ἐξελεῖν συνήθειαν. Οὐδὲν μέγα ἐστὶ γενέσθαι διδασκάλους τῆς οἰκουμένης· οὐ μικρὸν ἀκουσθῆναι πανταχοῦ, ὅτι δὴ ἐν τῇδε τῇ πόλει οὐδείς ἐστιν ὁ ὀμνύς. Ἐὰν τοῦτο γένηται, οὐ τῶν οἰκείων κατορθωμάτων λήψεσθε μόνον τὸν μισθὸν, ἀλλὰ καὶ τῆς ὑπὲρ τῶν ἀδελφῶν σπουδῆς· ὅπερ γὰρ ὑμῖν εἰμι ἐγὼ, τοῦτο ὑμεῖς τῇ οἰκουμένῃ γενήσεσθε. Πάντως καὶ ἕτεροι ζηλώσουσιν ὑμᾶς· πάντως ἔσεσθε λύχνος ἐπὶ λυχνίας κείμενος. Καὶ τοῦτό ἐστι, φησὶ, τὸ πᾶν; Οὐ τοῦτό ἐστι τὸ πᾶν, ἀλλὰ τοῦτο ἀρχὴ τῶν ἄλλων. Ὁ μὴ ὀμνὺς, πάντως ἐπὶ εὐλάβειαν ἥξει καὶ ἑτέραν, καὶ ἑκὼν καὶ ἄκων, καὶ αἰσχυνόμενος καὶ φοβούμενος. Ἀλλ' οὐκ ἀνέχονται πολλοὶ, φησὶν, ἀλλ' ἀποπηδῶσιν. Ἀλλὰ βέλτιον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἀπὸ γοῦν τούτου πάντα ἀνατέτραπται, πάντα ἄνω καὶ κάτω γέγονεν, ὅτι καθάπερ ἐν τοῖς θεάτροις πλήθους ἐφιέμεθα, οὐ πλήθους δοκίμου. Τί γὰρ ὄχλος, εἰπέ μοι, δυνήσεται ὀνῆσαι; Βούλει μαθεῖν, ὅτι ὄχλος οἱ ἅγιοί εἰσιν, οὐχ οἱ πολλοί; Ἐξαγάγετε εἰς πόλεμον ἑκατὸν μυριάδας καὶ ἕνα ἅγιον· ἴδωμεν τίς πλείονα κατορθοῖ. Ἐξῆλθεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυὴ εἰς τὸν πόλεμον, καὶ μόνος ἅπαντα κατώρθωσεν, ὥστε οἱ ἄλλοι οὐδὲν ὤνησαν. Ὁ πολὺς ὄχλος, ἀγαπητὲ, ὅταν θέλημα τοῦ Θεοῦ μὴ ποιῇ, οὐδὲν διενήνοχε τῶν οὐκ ὄντων. Εὔχομαι μὲν οὖν, καὶ βούλομαι, καὶ ἡδέως ἂν καὶ κατεκόπην· ὥστε κοσμῆσαι πλήθει τὴν Ἐκκλησίαν, ἀλλὰ πλήθει δοκίμῳ· εἰ δὲ τοῦτο οὐχ οἷόν τε, τοὺς ὀλίγους αὐτοὺς δοκίμους εἶναι βούλομαι. Οὐχ ὁρᾶτε, ὅτι βέλτιον ἕνα λίθον τίμιον ἔχειν, ἢ μυρίους ὀβολούς; οὐχ ὁρᾶτε, ὅτι βέλτιον τὸν ὀφθαλμὸν ὑγιαίνοντα ἔχειν, ἢ τούτου πεπηρωμένου πολυσαρκίᾳ βαρύνεσθαι; οὐχ ὁρᾶτε, ὅτι βέλτιον πρόβατον ἓν ὑγιαῖνον ἔχειν, ἢ μυρία ψώρας ἐμπεπλησμένα; οὐχ ὁρᾶτε, ὅτι εὐτεκνία μετὰ ὀλιγοτεκνίας βελτίων, ἢ πολυπαιδία μετὰ κακοπαιδίας; οὐχ ὁρᾶτε, ὅτι ἐν μὲν τῇ βασιλείᾳ ὀλίγοι, ἐν δὲ τῇ γεέννῃ πολλοί; Τί ἐμοὶ καὶ τῷ πλήθει; τί τὸ ὄφελος; Οὐδέν· ἀλλὰ μᾶλλον τοῖς ἄλλοις λύμη. Ταὐτὸν γάρ ἐστιν, οἷον ἂν εἴ τις ἐξὸν δέκα ὑγιαίνοντας ἔχειν ἢ μυρίους νοσοῦντας, ἐπεισάγοι τοῖς δέκα τοὺς μυρίους. Οἱ πολλοὶ μηδὲν κατορθοῦντες, οὐδὲν ἕτερον ἡμῖν προξενήσουσιν, ἀλλ' ἢ κόλασιν τότε, καὶ κατὰ τὸ παρὸν ἀδοξίαν. Οὐδεὶς γὰρ ὅτι πολλοί ἐσμεν ἐρεῖ, ἀλλ' ὅτι ἄχρηστοι, μέμφεται. Τοῦτο γοῦν ἡμῖν ἀεὶ λέγουσιν, ὅταν εἴπωμεν, ὅτι Πολλοί ἐσμεν· Ἀλλὰ κακοὶ, φησίν. Ἰδοὺ πάλιν ἀπαγορεύω καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, μηδεὶς νομιζέτω γέλωτα εἶναι· Ἀπείρξω καὶ κωλύσω τοὺς μὴ πειθομένους· καὶ ἕως ἂν ἐν τῷ θρόνῳ καθέζωμαι τούτῳ, οὐδὲν προήσομαι τῶν αὐτοῦ δικαιωμάτων. Ἂν μέ τις καταβιβάσῃ, λοιπὸν ἀνεύθυνός εἰμι· ἕως δ' ἂν ὑπεύθυνος ὦ, οὐ δύναμαι παριδεῖν, οὐ διὰ τὴν ἐμὴν κόλασιν, ἀλλὰ διὰ τὴν ὑμετέραν σωτηρίαν· σφόδρα γὰρ ὑμῶν ἐρῶ τῆς σωτηρίας. Ὑπὲρ τούτου δάκνομαι καὶ ἀλγῶ. Ἀλλὰ πείσθητε, ἵνα καὶ ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι πολὺν λάβητε τὸν μισθὸν, καὶ κοινῇ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.