Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1
Not analysed yet
Εἶδες, πῶς λανθανόντως παρασπείρει τὰ μεγάλα ταυτὶ δόγματα; Δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς. Οὐ γὰρ ὥσπερ πρὸ τῆς ἀναστάσεως ἀεὶ μετ' αὐτῶν ἦν, οὕτω καὶ τότε. Ὅρα γάρ. Οὐκ εἶπε, Τεσσαράκοντα ἡμέρας, ἀλλὰ, Δι' ἡμερῶν τεσσαράκοντα. Ἐφίστατε γὰρ, καὶ ἀφίπτατο πάλιν. Τί δήποτε; Ἀνάγων αὐτῶν τὰς διανοίας, καὶ οὐκ ἔτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥςπερ καὶ ἔμπροσθεν. Οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίει, ἀλλ' ἑκάτερα μετὰ ἀκριβείας κατασκευάζων, καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ μείζονα αὐτὸν νομισθῆναι λοιπὸν ἢ κατὰ ἄνθρωπον. Καίτοιγε ταῦτα ἐναντία ἦν. Ὑπὲρ μὲν γὰρ τοῦ πιστευθῆναι τὴν ἀνάστασιν πολλὰ ἀνθρώπινα ἔδει γενέσθαι· ὑπὲρ δὲ θατέρου, τοὐναντίον. Ἀλλ' ὅμως ἀμφότερα γέγονε μετὰ τοῦ προσήκοντος καιροῦ. Τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν, ἀλλὰ τοῖς ἀποστόλοις ἐφάνη; Ὅτι φάντασμα ἂν ἔδοξεν εἶναι τοῖς πολλοῖς, οὐκ εἰδόσι τὸ ἀπόῤῥητον τοῦ μυστηρίου. Εἰ γὰρ καὶ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο, καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς, καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς παθεῖν ἦν; Διά τοι τοῦτο ἐκ τῶν σημείων ἀναμφίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν, ὥστε μὴ τοῖς τότε μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Ὅπερ γὰρ ἐκείνοις ἐκ τῆς ὄψεως τῶν σημείων, τοῦτο ἐκ τῆς πίστεως πᾶσιν ὕστερον ἔμελλεν ἔσεσθαι. Διά τοι τοῦτο καὶ τοὺς ἀπίστους ἐντεῦθεν συλλογιζόμεθα. Εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ ἀπόστολοι σημεῖα ἐποίησαν; Ἀλλ' οὐκ ἐποίησαν σημεῖα; Πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡμέτερον; Οὐ γὰρ δὴ καὶ πρὸς τοῦτο ἀντιστήσονται, οὐδὲ τοῖς ὁρωμένοις μαχήσονται. Ὥστε ὅταν λέγωσι μὴ γενέσθαι σημεῖα, μειζόνως ἑαυτοὺς καταισχύνουσι. Τοῦτο γὰρ μέγιστον σημεῖον, τὸ χωρὶς σημείων τὴν οἰκουμένην προσδραμεῖν ἅπασαν, ὑπὸ δώδεκα πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρημάτων, οὐ σοφίᾳ λόγων, οὐκ ἄλλῳ τινὶ τοιούτῳ περιεγένοντο οἱ ἁλιεῖς· ὥστε καὶ ἄκοντες ὁμολογήσουσι θείαν εἶναι ἐν αὐτοῖς δύναμιν, ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτά ποτε. Διά τοι τοῦτο καὶ αὐτὸς τεσσαράκοντα ἡμέρας ἔμεινε μετὰ τὴν ἀνάστασιν, ἔλεγχον διδοὺς ἐν τῷ μακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα μὴ φάντασμα εἶναι νομίσωσι τὸ ὁρώμενον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν καὶ προϊὼν λέγει· Καὶ συναλιζόμενος αὐτοῖς. Τοῦτο δὲ ἀεὶ καὶ αὐτοὶ οἱ ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως λέγοντες· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Τί δὲ καὶ φαινόμενος ἐποίει, δι' ὧν ἐπήγαγε δείκνυσι λέγων· Ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Ἐπεὶ δὲ καὶ πεπονηκότες ἦσαν, καὶ τεταραγμένοι τοῖς ἤδη γεγενημένοις, καὶ πρὸς μεγάλους ἔμελλον λοιπὸν ἐξιέναι ἀγῶνας, τοῖς περὶ τῶν μελλόντων αὐτοὺς ἀνακτώμενος λόγοις, Παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα μετὰ ἀδείας ἀκούσωσι τῶν λεγομένων. Εἶτα, ἐπειδὴ ἤκουσαν, καὶ τεσσαράκοντα συνδιέτριψαν ἡμέρας, Παρήγγειλε μὴ ἀπὸ Ἱεροσολύμων χωρίζεσθαι. Τί δήποτε; Καθάπερ τινὰς στρατιώτας μέλλοντας εἰς πλῆθος ἐμπίπτειν, οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἂν ὁπλίσωνται· οὐδὲ ἵππους προπηδᾷν τῆς βαλβῖδος, ἕως ἂν τὸν ἡνίοχον λάβωσιν· οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύματος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε μὴ γενέσθαι εὐχειρώτους καὶ ἁλωσίμους τοῖς πολλοῖς. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐπειδὴ πολλοὶ ἦσαν οἱ μέλλοντες πιστεύειν αὐτόθι. Καὶ πρὸς τούτοις πάλιν, ἵνα μὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίμους ἀφέντες παρὰ τοῖς ξένοις ἦλθον κομπάσαι, τούτου χάριν παρ' αὐτοῖς τοῖς πεφονευκόσι παρέχουσι τὰ τεκμήρια τῆς ἀναστάσεως, παρ' αὐτοῖς τοῖς ἐσταυρωκόσι, τοῖς θάψασιν, ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ τὸ πρᾶγμα τὸ παράνομον ἐτολμήθη, ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστομισθῆναι ἅπαντας. Ὅταν γὰρ οἱ ἐσταυρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον, ὅτι καὶ ὁ σταυρὸς καὶ τοῦ τολμήματος ἐδείκνυτο ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν δυνησόμεθα μεταξὺ ἀνθρώπων μιαρῶν καὶ φονούντων, καὶ τοσούτων ὄντων, ὀλίγοι καὶ εὐτελεῖς ὄντες μένειν, ὅρα, πῶς λύει τὴν ἀγωνίαν, εἰπών· Ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου. Καὶ πότε ἤκουσαν, φησίν; Ὅτε ἔλεγε· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· καὶ πάλιν, Ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν.