Ancient Greek · ~13 min
Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-10
Not analysed yet
Ὥστε οἱ πολλὰ πταίοντες, μὴ κολαζόμενοι, μᾶλλον ἢ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν· αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ. Μὴ τοῦτο τοίνυν ἴδωμεν, ὅτι οὐ κολαζόμεθα, ἀλλ' εἰ μὴ ἡμάρτομεν· εἰ δὲ ἁμαρτάνοντες οὐ κολαζόμεθα, μᾶλλον τρέμειν ὀφείλομεν. Εἰπέ μοι, ἄν τινα δοῦλον ἔχῃς, καὶ ἀπειλῇς αὐτῷ μόνον, καὶ οὐ τύπτῃς, πότε μᾶλλον φοβεῖται, πότε φεύγει, πότε δραπετεύει; οὐχ ὅταν ἀπειλῇς μόνον; Ὅθεν καὶ ἀλλήλοις παραινοῦμεν, μὴ ἀπειλεῖν συνεχῶς, ὥστε μὴ τῷ φόβῳ μᾶλλον κατασεῖσαι τὴν ψυχὴν, ὥστε μὴ σπαράττειν αὐτὸν πλέον τῶν πληγῶν. Ἄλλως δὲ καὶ ἐκεῖ μὲν πρόσκαιρος ἡ τιμωρία, ἐνταῦθα δὲ διηνεκής. Μὴ τοίνυν εἰ μηδεὶς τὰ τοῦ δρεπάνου πάσχει, νῦν τοῦτο ἴδῃς, ἀλλ' ἐκεῖνο ἐννόησον, εἰ τοιαῦτα ποιεῖ· ἐπεὶ πολλὰ γίνεται νῦν οἷα ἐπὶ τοῦ κατακλυσμοῦ, ἀλλὰ κατακλυσμὸς οὐ γέγονε· γέεννα γὰρ ἠπείληται, καὶ τιμωρία. Πολλοὶ ἁμαρτάνουσιν οἷα τὰ ἐπὶ τῶν Σοδόμων, ἀλλὰ πῦρ οὐκ ἦλθεν ὑετοῦ· πύρινος γὰρ ἡτοίμασται ποταμός. Πολλοὶ τὰ τοῦ Φαραὼ ἐτόλμησαν· ἀλλ' οὐκ ἔπαθον τὰ τοῦ Φαραὼ, οὐδὲ κατεποντίσθησαν εἰς Ἐρυθρὰν θάλασσαν· τὸ γὰρ πέλαγος αὐτοὺς μένει τὸ τῆς ἀβύσσου, ἔνθα οὐ μετὰ ἀναισθησίας ἡ τιμωρία, οὐδὲ ἀποπνιγῆναι ἔνι, ἀλλ' ἐπὶ πλέον κολαζομένους, τηγανιζομένους, ἀπαγχονιζομένους ἀναλίσκεσθαι. Πολλοὶ τὰ τῶν Ἰσραηλιτῶν ἐτόλμησαν· ἀλλ' οὐκ ἔφαγον αὐτοὺς ὄφεις· μένει γὰρ αὐτοὺς ὁ σκώληξ ὁ ἀτελεύτητος. Πολλοὶ τὰ τοῦ Γιεζῆ ἐτόλμησαν· ἀλλ' οὐκ ἐλεπρώθησαν· μένει γὰρ αὐτοὺς ἀντὶ τῆς λέπρας τὸ διχοτομηθῆναι, καὶ τεθῆναι μετὰ τῶν ὑποκριτῶν. Πολλοὶ καὶ ὤμοσαν καὶ ἐπιώρκησαν· εἰ δὲ καὶ διέφυγον, μὴ θαῤῥῶμεν· μένει γὰρ αὐτοὺς ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἐνταῦθα δὲ τάχα πείσονται, καὶ οὐ φεύξονται, εἰ καὶ μὴ παρὰ πόδας, ἀλλ' ἐφ' ἑτέροις ἁμαρτήμασιν, ἵνα καὶ χαλεπωτέρα ἡ τιμωρία ᾖ· ἐπεὶ καὶ ἡμεῖς πολλάκις ἀφορμὰς λαβόντες ἀπὸ μικρῶν, καὶ ὑπὲρ μεγάλων τὸ πᾶν κενοῦμεν. Ὥστε ὅταν ἴδῃς τί σοι συμβὰν, ἀναμνήσθητί σου τῆς ἁμαρτίας ἐκείνης. Τοῦτο γὰρ ἐπὶ τῶν υἱῶν τοῦ Ἰακὼβ γέγονε. Μνημονεύετε τῶν ἀδελφῶν τοῦ Ἰωσήφ· ἐπώλησαν τὸν ἀδελφὸν, σφάξαι ἐπεχείρησαν, μᾶλλον δὲ καὶ ἔσφαξαν ὅσον τὸ ἐπ' αὐτοῖς· ἠπάτησαν, ἐλύπησαν τὸν γέροντα· οὐδὲν ἔπαθον. Μετὰ πλείονα γοῦν ἔτη περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, καὶ τῆς ἁμαρτίας ταύτης ὑπομιμνήσκονται. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουε αὐτῶν τί φασι· Ναί· ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν. Οὕτω δὴ καὶ σὺ, ὅταν τι συμβῇ, εἰπὲ, ναὶ, ἐν ἁμαρτίᾳ ἐσμὲν, ὅτι οὐκ ἠκούσαμεν τοῦ Χριστοῦ, ὅτι ὠμόσαμεν· αἱ πολυορκίαι, καὶ αἱ ἐπιορκίαι ἐπὶ τὴν κεφαλήν μου ἦλθον. Οὐκοῦν ἐξομολόγησαι· καὶ γὰρ κἀκεῖνοι ἐξωμολογήσαντο, καὶ ἐσώθησαν. Τί γὰρ, εἰ μὴ παραχρῆμα ἔπεισιν ἡ τιμωρία; ἐπεὶ καὶ ὁ Ἀχαὰβ διὰ τοῦ Ναβουθαὶ οὐκ εὐθέως παρὰ τὴν ἁμαρτίαν ἔπαθεν ἅπερ ἔπαθε. Διὰ τί δὲ τοῦτο γίνεται; Δίδωσί σοι προθεσμίαν ὁ Θεὸς, ὥστε ἀπονίψασθαι· ὅταν δὲ ἐπιμένῃς, ἐπάγει λοιπὸν τὴν τιμωρίαν. Εἴδετε, τί ἔπαθον οἱ ψευδόμενοι; Οὐκοῦν ἐννοήσατε, τί πείσονται καὶ οἱ ἐπιορκοῦντες· ἐννοήσατε, καὶ ἀπόστητε. Οὐκ ἔστιν ὀμνύντα μὴ ἐπιορκεῖν, καὶ ἑκόντα καὶ ἄκοντα· οὐκ ἔστιν ἐπιορκοῦντα σωθῆναι. Ἀρκεῖ μία ἐπιορκία τὸ πᾶν ἐργάσασθαι, καὶ ὁλόκληρον ἡμῖν τὴν τιμωρίαν ἐπαγαγεῖν. Διὰ δὴ τοῦτο προσέχωμεν, παρακαλῶ, ἑαυτοῖς, ἵνα τὴν ἐντεῦθεν κόλασιν διαφυγόντες, τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.