Ancient Greek · ~19 min
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-13
Not analysed yet
Οὐδὲν ἰταμώτερον κακίας, οὐδὲν τολμηρότερον. Πείρᾳ μαθόντες τὴν αὐτῶν ἀνδρείαν ἐξ ὧν ἐπεχείρησαν πρότερον, ὅμως ἐπιχειροῦσι, καὶ πάλιν ἐπισυνίστανται. Τί ἐστιν, Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ; Διηγέρθη, φησὶ, κινηθεὶς ἐπὶ τοῖς γενομένοις. Καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται. Οὐκ εὐθέως δὲ αὐτοὺς ἔκριναν, προσδοκῶντες πάλιν αὐτοὺς πράους ἔσεσθαι. Καὶ πόθεν δῆλον, ὅτι σφοδρότερον αὐτοῖς ἐπετέθησαν; Ἀπὸ τοῦ θεῖναι αὐτοὺς εἰς τήρησιν δημοσίαν. Πάλιν περιπίπτουσι κινδύνοις, καὶ πάλιν τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύουσι ῥοπῆς· καὶ ὅπως, ἄκουε τῶν ἑξῆς· Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνέῳξε τὰς πύλας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν γέγονε, καὶ εἰς τούτων ὠφέλειαν καὶ διδασκαλίαν. Καὶ ὅρα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ, τοῦτο καὶ νῦν γινόμενον. Γινόμενα μὲν γὰρ δήπου τὰ θαύματα οὐκ ἀφίησιν αὐτοὺς ἰδεῖν, ἀφ' ὧν δ' ἂν μάθοιεν, ταῦτα κατασκευάζει· οἷον ἐπὶ τῆς ἀναστάσεως τῆς αὐτοῦ οὐκ ἀφῆκεν αὐτοὺς ἰδεῖν πῶς ἀνέστη· ἀνάξιοι γὰρ τοῦ ταύτην ἰδεῖν ἦσαν· ἀλλὰ δείκνυσιν ἀφ' ὧν τοῦτο εἰργάσατο. Ὁμοίως καὶ ἐπὶ τοῦ οἴνου τοῦ ἀπὸ τοῦ ὕδατος γενομένου, οὐ βλέπουσιν οἱ ἀνακείμενοι· ἐμέθυον γάρ· καὶ τὴν κρίσιν ἐπιτρέπει ἑτέροις. Οὕτω δὴ καὶ ἐνταῦθα. Ἐξαγομένους μὲν γὰρ αὐτοὺς οὐχ ὁρῶσι, τεκμήρια δὲ, ἀφ' ὧν ἠδύναντο καταμαθεῖν τὰ γενόμενα, εἶδον. Τί δήποτε δὲ καὶ κατὰ τὴν νύκτα αὐτοὺς ἐξέβαλε; Ὅτι οὕτω μᾶλλον ἢ ἐκείνως ἐπιστεύθησαν· ἄλλως τε καὶ ὅτι οὐκ ἂν ἐπὶ τὸ ἐρωτῆσαι ἦλθον· οὔτε μὴν ἑτέρως ἂν καὶ αὐτοὶ ἐπίστευσαν. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν γέγονεν, οἷον ἐπὶ τοῦ Ναβουχοδονόσορ· εἶδεν αἰνοῦντας τὸν Θεὸν ἐπὶ τῆς καμίνου τοὺς παῖδας, καὶ τότε εἰς ἔκπληξιν ἦλθε. Δέον τοίνυν καὶ τούτους ἐρωτῆσαι πρῶτον, Πῶς ἐξήλθετε, οἱ δὲ ὡς οὐδενὸς γενομένου ἐρωτῶσι λέγοντες· Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαβεῖν; Καὶ ὅρα, πῶς δι' ἑτέρων μανθάνουσιν ἅπαντα. Ὁρῶσι γὰρ κεκλεισμένην τὴν φυλακὴν μετὰ ἀσφαλείας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν. Ἀκούσαντες δὲ, εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς, καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον, καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ· καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. Παραγενόμενοι δὲ οἱ ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, λέγοντες, ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν· ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. Διπλῆ ἡ ἀσφάλεια ὥσπερ ἐπὶ τοῦ τάφου, καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι. Ὅρα, πῶς ἦσαν θεομάχοι. Ταῦτα ἀνθρώπινα, εἰπέ μοι, τὰ ἐπ' αὐτῶν γενόμενα; Τίς αὐτοὺς ἐξήγαγε τῶν θυρῶν κεκλεισμένων; πῶς ἐξῆλθον τῶν φυλάκων πρὸ τῶν θυρῶν ἑστώτων; Ὄντως μαινομένων καὶ μεθυόντων τὰ ῥήματα. Οὓς οὐ κατέσχε φυλακὴ, καὶ δεσμὰ, καὶ θύραι κεκλεισμέναι, τούτων προσεδόκησαν περιέσεσθαι, παίδων ἀνοήτων πρᾶγμα παθόντες. Οἱ ὑπηρέται γοῦν αὐτῶν διὰ τοῦτο παραγίνονται, καὶ ὁμολογοῦσι τὸ γεγονὸς, ἵνα πᾶσαν αὐτοῖς ἀποκλείσωσι πρόφασιν. Ὁρᾷς σημεῖα ἐπὶ σημείοις διάφορα, τὰ μὲν ὑπ' αὐτῶν, τὰ δὲ εἰς αὐτοὺς γενόμενα, ἃ καὶ λαμπρότερα ἦν; Καλῶς οὐδὲ εὐθέως αὐτοῖς ἐμηνύθη, ἀλλὰ πρότερον ἐν ἀπορίᾳ γεγονόσιν, ἵνα διασκεψάμενοι θείαν εἶναι δύναμιν, οὕτω μάθωσιν ἅπαντα. Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἀρχιερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς, ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις, ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα μὴ λιθασθῶσιν. Ὢ τῆς ἀνοίας. Ἐφοβοῦντο, φησὶ, τὸν ὄχλον. Τί γὰρ αὐτοὺς ὁ ὄχλος ὠφέλει; Δέον τὸν Θεὸν φοβηθῆναι τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων· οἱ δὲ μᾶλλον τὸν ὄχλον φοβοῦνται. Ὁ δὲ ἀρχιερεὺς ἐπηρώτησεν αὐτοὺς, λέγων· Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Τί οὖν οἱ ἀπόστολοι; Πάλιν μετ' ἐπιεικείας αὐτοῖς διαλέγονται· καίτοι γε ἐνῆν εἰπεῖν· Τίνες γάρ ἐστε ὑμεῖς ἀντιδιαταττόμενοι τῷ Θεῷ; Ἀλλὰ τί; Πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς, καὶ μετὰ ἐπιεικείας πολλῆς ἀποκρίνονται. Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πολλὴ ἡ φιλοσοφία καὶ τοιαύτη, ὅτι ἐντεῦθεν δεικνύουσι καὶ αὐτοὺς μαχομένους τῷ Θεῷ. Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. Ὃν ὑμεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε. Καὶ ὅρα, τῷ Πατρὶ τὸ πᾶν πάλιν ἀνατιθέασιν, ἵνα μὴ δόξῃ ἀλλότριος εἶναι τοῦ Πατρός. Καὶ ὕψωσε, φησὶ, τῇ δεξιᾷ αὐτοῦ. Οὐχ ἁπλῶς τὴν ἀνάστασιν τοῦτο μόνην, ἀλλὰ καὶ τὴν ὕψωσιν, τουτέστι, τὴν ἀνάληψιν, δηλοῖ. Τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραήλ.