Ancient Greek · ~13 min
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-2
Not analysed yet
Πανταχοῦ ἄγγελοι γίνονται κήρυκες, ὡς ἐπὶ τῆς γεννήσεως, ὡς πρὸς τὴν Μαρίαν πάλιν, ὡς ἐπὶ τῆς ἀναστάσεως· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναλήψεως· μᾶλλον δὲ καὶ ἐπὶ τῆς δευτέρας παρουσίας ἄγγελοι φανοῦνται προτρέχοντες. Εἰπόντες δὲ, Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, ἵνα μὴ αὐτοὺς ἐξαπορήσωσιν, ἐπήγαγον· Οὕτως ἐλεύσεται. Ἀνέπνευσαν μικρὸν ἀκούσαντες, ὅτι πάλιν ἐλεύσεται, καὶ ὅτι οὕτω, καὶ οὐκ ἔσται ἀπρόσιτος. Καὶ τὸ Ἀφ' ὑμῶν δὲ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τῆς ἀγάπης ἐστὶ παραστατικὸν τῆς εἰς αὐτοὺς, καὶ τῆς ἐκλογῆς, καὶ ὅτι οὐκ ἀφήσει, οὓς ἐξελέξατο. Τῆς μὲν οὖν ἀναστάσεως αὐτὸς γέγονε μάρτυς (πάντων γὰρ τοῦτο θαυμασιώτερον ἦν μετὰ τὸν τόκον, μᾶλλον δὲ καὶ πρὸ τοῦ τόκου, τὸ ἑαυτὸν ἀναστῆσαι. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγὼ ἐγερῶ αὐτόν)· τῆς δὲ μελλούσης παρουσίας, οἱ ἄγγελοι, Οὕτως ἐλεύσεται, λέγοντες. Εἴ τις τοίνυν ἐπιθυμεῖ τὸν Χριστὸν ἰδεῖν, εἴ τις ἀλγεῖ, ὅτι οὐκ εἶδεν αὐτὸν, τοῦτο ἀκούσας, βίον θαυμαστὸν ἐπιδεικνύσθω, καὶ πάντως ὄψεται, καὶ οὐκ ἀποτεύξεται. Μετὰ γὰρ πλείονος ἥξει δόξης· πλὴν οὕτω μετὰ νεφέλης, οὕτω μετὰ σώματος· καὶ πολλῷ θαυμασιώτερον ἰδεῖν αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ καταβαίνοντα, ἢ ἀπὸ τῆς γῆς ἀναβαίνοντα. Ὅτι μὲν οὖν ἥξει, εἶπον· ἐπὶ τίνι δὲ, οὐκέτι προσέθηκαν. Τοῦτο τὴν ἀνάστασιν βεβαιοῖ. Εἰ γὰρ μετὰ σώματος ἀνελήφθη, πολλῷ μᾶλλον μετὰ σώματος ἀνέστη. Ποῦ εἰσιν οἱ διαπιστοῦντες τῇ ἀναστάσει; τίνες εἰσίν; εἰπέ μοι· Ἕλληνες, ἢ Χριστιανοί; ἀγνοῶ γάρ· μᾶλλον δὲ οἶδα ἀκριβῶς. Ἕλληνες γάρ εἰσιν, οἱ καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως διαπιστοῦντες. Τῶν γὰρ αὐτῶν ἐστι μὴ συγχωρεῖν ἐξ οὐκ ὄντων ποιεῖν τι τῷ Θεῷ, καὶ τὰ κείμενα μὴ λέγειν αὐτὸν ἀνιστᾷν. Εἶτα αἰσχυνόμενοι, ὅτι οὐκ ἴσασι τὴν δύναμιν τοῦ Θεοῦ, ἵνα μὴ τοῦτο ἐγκαλῶνται, φασίν· Οὐ διὰ τοῦτο ταῦτα λέγομεν, ἀλλ' ὅτι οὐ χρεία σώματος. Εὔκαιρον ἀληθῶς εἰπεῖν· Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει. Οὐκ αἰσχύνεσθε ἐξ οὐκ ὄντων οὐδὲν διδόντες ποιεῖν τὸν Θεόν; Εἰ δὲ ἐξ ὄντων ποιεῖ, τί διαφέρει τῶν ἀνθρώπων; Ἀλλὰ πόθεν, φησὶ, τὰ κακά; Μὴ γὰρ, ἐπειδὴ οὐκ οἶδας πόθεν, ἕτερον ὀφείλεις ἐπεισάγειν κακὸν ἐν τῇ γνώσει τῶν κακῶν; Δύο γὰρ γίνεται ἄτοπα· ἓν μὲν οὖν, ὅτι τοῦτο λέγειν τολμᾷς· εἰ γὰρ μὴ λέγεις ἐξ οὐκ ὄντων τὰ ὄντα ποιεῖν τὸν Θεὸν, πολλῷ μᾶλλον οὐκ εἴσῃ πόθεν τὰ κακά· ἕτερον δὲ, ὅτι ἀγένητον τὴν κακίαν τοῦτο λέγων εἰσάγεις. Ἐννόησον, ὅσον ἐστὶ χαλεπὸν, βουλόμενον εὑρεῖν τὴν πηγὴν τῶν κακῶν, ταύτην τε ἀγνοῆσαι, καὶ ἑτέραν προσθεῖναι αὐτῇ. Ζήτει πόθεν τὰ κακὰ, καὶ μὴ βλασφήμει τὸν Θεόν. Καὶ πῶς βλασφημῶ, φησί; Τί λέγεις; οὐ βλασφημεῖς, ὅταν ἀγένητον εἰσάγῃς τὸ κακόν; ὅταν ἴσον δύνασθαι τῷ Θεῷ συγχωρῇς; ὅταν ἰσοσθενῆ δύναμιν εἰσάγῃς τῶν κακῶν; ὅταν ἀγένητον; Ὅρα γὰρ, τί φησιν ὁ Παῦλος· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ὁ μέντοι διάβολος ἀμφότερα ἔφησεν εἶναι τῆς ὕλης, ἵνα μηδαμόθεν λοιπὸν τὸν Θεὸν ἐπιγνῶμεν. Τί γὰρ δυσκολώτερον; εἰπέ μοι· τὸ φύσει κακὸν καλὸν ποιῆσαι (εἴ γέ τί ἐστι· καθ' ὑμᾶς γὰρ λέγω· φύσει γὰρ οὐδὲν ἔστι ποιῆσαι κακὸν καλοῦ συνεργὸν), ἢ τὸ ἐξ οὐκ ὄντων; Τί εὐκολώτερον (ὡς ἐπὶ ποιότητος λέγω), τὴν οὐκ οὖσαν ποιότητα εἰσαγαγεῖν, ἢ τὴν οὖσαν μεταβαλεῖν εἰς τὸ ἐναντίον; τί εὐκολώτερον, τὴν οὐκ οὖσαν οἰκίαν ποιῆσαι, ἢ τὴν ἔρημον οὖσαν ἄνωθεν ἐργάσασθαι; Εὔδηλον, ὅτι ἐκεῖνο. Οὐκοῦν τοῦτο ἀδύνατον. Ὥσπερ οὖν τοῦτο ἀμήχανον, οὕτω καὶ ἐκεῖνο ἀδύνατον, εἰς τὸ ἐναντίον λέγω τὸ ἐνεργεῖν.