Ancient Greek · ~18 min
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-2
Not analysed yet
Περὶ ἀναγκαίου γὰρ τῆς ἐρωτήσεως οὔσης, καὶ προσεχόντων αὐτῶν σφόδρα τοῖς λεγομένοις, καὶ διεγηγερμένων καὶ οὐ νυσταζόντων, τοῦτο γέγονε. Καὶ ἐν τῷ ὄρει δὲ νεφέλη δι' αὐτὸν, ὅτε Μωϋσῆς εἰσῆλθεν εἰς τὸν γνόφον· ἀλλ' οὐ δι' ἐκεῖνον ἦν ἡ νεφέλη. Καὶ οὐκ εἶπεν, ὅτι Πορεύομαι, μόνον, ἵνα μὴ πάλιν ἀλγήσωσιν· ἀλλ' εἶπε καὶ, ὅτι Τὸ Πνεῦμα πέμπω. Ἄρα ὅτι εἰς τὸν οὐρανὸν ἀπῄει, διὰ τῶν ὀφθαλμῶν ἐμάνθανον. Βαβαὶ οἵου θεάματος κατηξιώθησαν. Καὶ ὡς ἀτενίζοντες ἦσαν, φησὶν, εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν· δεικτικῶς ἐχρήσαντο τῇ λέξει, Οὗτος, εἰπόντες, ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Πάλιν τὸ σχῆμα φαιδρόν. Ἄγγελοι γὰρ ἀθρόον τινὲς εἰς τύπον ἀνθρώπων σχηματισθέντες ἐπέστησαν, καί φασιν· Ἄνδρες Γαλιλαῖοι. Ἀξιόπιστοι λοιπὸν ἐδόκουν ἐκείνοις ἐκ τοῦ εἰπεῖν, Ἄνδρες Γαλιλαῖοι. Τί γὰρ ἔδει τοὺς εἰδότας τὴν πατρίδα μαθεῖν, εἰ μὴ τοῦτο ἦν; Καὶ τῷ σχήματι δὲ ἐπέστρεψαν, καὶ ἐδήλουν, ὅτι ἀπὸ τοῦ οὐρανοῦ εἰσι. Διατί μὴ ταῦτα αὐτὸς αὐτοῖς λέγει, ἀλλ' οἱ ἄγγελοι; Διελέχθη αὐτοῖς προλαβὼν αὐτὸς πάντα, ὥστε ἀναμιμνήσκοντος ἦν αὐτοὺς διὰ τῶν ἀγγέλων ἅπερ ἤκουσαν. Καὶ οὐκ εἶπον, Ὃν ἐθεάσασθε ἀναληφθέντα, ἀλλὰ, Πορευόμενον εἰς τὸν οὐρανὸν, δηλῶν ὅτι ἀνάβασίς ἐστιν ἡ ἀνάληψις· σαρκὸς δὲ τὸ ἀναληφθῆναί ἐστι. Διὰ τοῦτό φασιν· Ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται· οὐ Πεμφθήσεται, ἀλλ' Ἐλεύσεται. Ποῦ οὖν τὸ ἔλαττον; Νεφέλη ὑπέλαβεν αὐτόν. Καλῶς. Αὐτὸς γὰρ ἐπέβη τῆς νεφέλης· διότι Ὁ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς. Σὺ δέ μοι ὅρα, πῶς τὰ μὲν κατὰ τὴν ἐκείνων διάνοιαν φθέγγονται, τὰ δὲ ἀξίως τοῦ Θεοῦ. Ἐπήρθη λοιπὸν ἡ διάνοια τῶν ὁρώντων· ἐχαρίσατο αὐτοῖς τῆς δευτέρας παρουσίας οὐ μικρὸν γνώρισμα. Τὸ γὰρ, Οὕτως ἐλεύσεται, τοῦτο δηλοῦντός ἐστι· μετὰ τοῦ σώματος, φησὶν, ὃ ἐπόθουν ἀκοῦσαι· καὶ ὅτι πάλιν εἰς κρίσιν ἥξει οὕτως ἐπὶ νεφέλης. Καὶ ἰδοὺ, φησὶν, ἄνδρες δύο παρεστήκεισαν. Διατί εἶπεν, Ἄνδρες; Ἀκριβῶς γὰρ ἑαυτοὺς ἀπετύπωσαν εἰς ἄνδρας ὡς μὴ πτοηθῆναι. Οἳ καὶ εἶπον· Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Ἅμα κολακευόντων ἦν τὰ ῥήματα, καὶ οὐκ ἐώντων αὐτοὺς προσδοκᾷν αὐτὸν πάλιν εὐθέως. Οὗτοι τὸ μὲν μεῖζον λέγουσι, τὸ δὲ ἔλαττον οὐκέτι. Ὅτι μὲν γὰρ οὕτως ἐλεύσεται, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν χρὴ προσδέξασθαι, φασί· τὸ δὲ πότε, σιγῶσι. Λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέστρεψαν αὐτοὺς πρὸς τὸν αὐτῶν λόγον· ἵνα μὴ διὰ τὸ μὴ δύνασθαι θεωρεῖν, νομίσωσιν αὐτὸν μὴ ἀνεληλυθέναι, ἀλλ' ἐν ᾧ διαλέγονται φθάσειν. Εἰ γὰρ πρὸ τούτου ἔλεγον, Ποῦ ὑπάγεις; πολλῷ μᾶλλον καὶ νῦν ἂν εἶπον· Εἰ ἐν τῷ χρόνῳ τούτῳ, φησὶν, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Οὕτως ᾔδεσαν αὐτοῦ τὸ ἥμερον, ὅτι καὶ μετὰ τὸ παθεῖν ἐρωτῶσιν αὐτὸν, Εἰ ἀποκαθιστάνεις; Καὶ μὴν ἔμπροσθεν εἶπεν αὐτοῖς, ὅτι Μελλήσετε ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων· ἀλλ' οὔπω τὸ τέλος, οὐδὲ τὰ Ἱεροσόλυμα ἁλώσεται. Νῦν δὲ περὶ βασιλείας ἐρωτῶσιν, οὐ περὶ συντελείας. Ἄλλως δὲ, οὐδὲ μακρὸν λοιπὸν πρὸς αὐτοὺς ἀποτείνει λόγον μετὰ τὴν ἀνάστασιν. Ὡς δὴ οὖν καὶ αὐτοὶ εὐδοκιμήσοντες, εἰ τοῦτο γένοιτο, ἐρωτῶσιν. Αὐτὸς δὲ ὅτι οὐκ ἀποκαθιστάνει, οὐκ ἐδήλωσε. Τί γὰρ ἦν τοῦτο ἀναγκαῖον αὐτοὺς μαθεῖν; Διά τοι τοῦτο καὶ δεδοικότες οὐκ ἔτι εἶπον· Τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος; ἀλλ', Εἰ τὴν βασιλείαν τῷ Ἰσραὴλ ἀποκαθιστάνεις; Ἐνόμιζον γὰρ αὐτὴν ἤδη παρεῖναι. Αὐτὸς δὲ καὶ ἐν παραβολαῖς ἔδειξεν, ὅτι οὐκ ἐγγύς· καὶ ἔνθα ἠρώτησαν, οὐ πρὸς αὐτὸ ἀπεκρίνατο, ἀλλὰ, Λήψεσθε, φησὶ, δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Ὅρα, Ἐπελθόντος, οὐ, Πεμφθέντος, εἶπεν, ἵνα τὸ ἰσότιμον δείξῃ. Πῶς οὖν, ὦ πνευματομάχε, κτίσμα τολμᾷς εἰπεῖν; Καὶ ἔσεσθέ μοι μάρτυρες. ᾘνίξατο τὴν ἀνάληψιν· μᾶλλον δὲ ἃ ἤδη προήκουσαν, καὶ νῦν αὐτοὺς πάλιν ἀνέμνησεν. Ἤδη ἐδείχθη, ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθε. Νεφέλη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, φησί· τοῦτο γὰρ δηλοῖ τὸ, Νεφέλη ὑπέλαβεν αὐτόν· τὸν τοῦ οὐρανοῦ φησι Δεσπότην. Καθάπερ γὰρ βασιλέα δείκνυσιν ὄχημα βασιλικὸν, οὕτω καὶ ἐπ' αὐτὸν ἐπέμφθη τὸ ὄχημα τὸ βασιλικὸν, ἵνα μηδὲν φθέγξωνται λυπηρὸν, μηδὲ τὸ αὐτὸ πάθωσιν, ὅπερ ὁ Ἐλισσαῖος, τοῦ διδασκάλου ἀναληφθέντος, διαῤῥήξας τὸν χιτωνίσκον. Καὶ τί φασιν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται· καὶ, Ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς. Εἰκότως. Ἐπὶ στόματος γὰρ δύο μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Καὶ ταῦτα αὐτὰ φθέγγονται. Καὶ Ἐν ἐσθῆτι, φησὶ, λευκῇ. Ὥσπερ ἤδη ἄγγελον εἶδον ἐπὶ τοῦ μνήματος ἐν ἐσθήσεσιν ἀναστραπτούσαις, καὶ προεῖπεν αὐτῶν καὶ τὴν διάνοιαν· οὕτω καὶ τῆς ἀναλήψεως αὐτοῦ κήρυξ ἄγγελος γίνεται· εἰ καὶ οἱ προφῆται πολλαχοῦ προεῖπον, ὥσπερ καὶ περὶ τῆς ἀναστάσεως.