Ancient Greek · ~22 min
Τῇ δὲ ἐπαύριον ἀναστὰς, φησὶν, ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς· καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-21
Not analysed yet
Τί δέδοικας; τί φοβῇ; τί τρέμεις; Ἔνθα γάμος, ἔνθα χρημάτων ἀπόλαυσις, ἔνθα τροφὴ σύμμετρος, ποία ἁμαρτίας ὑπόθεσις; Καὶ μὴν οἱ ἔξωθεν τὰ ἐναντία ἐπιτάττουσι, καὶ ἀκούονται. Οὐ γὰρ ἀπὸ τῶν ἐνόντων ἀπαιτοῦσιν, ἀλλὰ λέγουσιν, ὅτι τοσόνδε δοῦναι δεῖ· κἂν προβάλλῃ πενίαν, οὐδὲ οὕτως ἀφίστανται. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλ' Ἀφ' ὧν ἔχεις δὸς, καὶ εἰς τὴν πρώτην σε καταλέξω τάξιν. Πάλιν ἐκεῖνοι, Εἰ βούλει, φησὶν, εὐδοκιμεῖν, κατάλιπε πατέρα, μητέρα, συγγενεῖς, οἰκείους, καὶ προσέδρευε τοῖς βασιλείοις, κοπτόμενος, ταλαιπωρούμενος, δουλεύων, σπώμενος, μυρία πάσχων κακά· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ', Ἔσο ἐν τῇ οἰκίᾳ μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων, καὶ αὐτὰ ταῦτα διάπλαττε καὶ ῥύθμιζε, τὸν ἀπράγμονα βίον ζῇν καὶ ἀκίνδυνον. Ναὶ, φησὶν, ἀλλ' ἐκεῖνος χρήματα ἐπαγγέλλεται. Ἀλλ' οὗτος βασιλείαν, μᾶλλον δὲ καὶ χρήματα μετὰ ταύτης· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ ἐκεῖνος μὲν οὐδὲ ἐν προσθήκης μέρει, οὗτος δὲ καὶ προηγουμένως. Νεώτερος ἐγενόμην, φησί· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ἀρξώμεθα τοίνυν, τῆς ἀρετῆς θῶμεν προοίμιον· ἐπιλαβώμεθα αὐτῆς μόνον, καὶ ὄψει οἷα τὰ ἀγαθά. Μὴ γὰρ ἀπονητὶ ἐκεῖνα κατορθοῖς, ὅτι πρὸς ταῦτα μαλακίζῃ; Ναὶ, φησὶν, ἐκεῖνα ἀπονητὶ, ταῦτα δὲ μετὰ πόνου. Ἄπαγε· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ' εἴ τι δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνα μᾶλλον πόνοις συνέζευκται καὶ μετὰ πόνου πλείονος κατορθοῦται, ταῦτα δὲ, ἂν ἐθέλωμεν, ῥᾳδίως. Μὴ δὴ ἀποπηδῶμεν τῶν θείων μυστηρίων, παρακαλῶ· μὴ τοῦτο ἴδῃς, ὅτι ὁ πρὸ σοῦ φωτισθεὶς, φαῦλος γέγονε, καὶ τῆς ἐλπίδος ἐξέπεσε τῆς αὐτοῦ, καὶ ὀκνηρότερος σαυτοῦ γένῃ· ἐπεὶ καὶ ἐν τοῖς στρατιώταις ὁρῶμεν τοὺς μὲν οὐκ εἰς δέον χρωμένους τῇ στρατείᾳ, τοὺς δὲ εὐδοκιμοῦντας· καὶ οὐ τοῖς ῥᾳθύμοις προσέχομεν, ἀλλὰ τούτους ζηλοῦμεν τοὺς κατορθοῦντας. Πρὸς τούτοις ἐννόησον, ὅσοι μετὰ τὸ φώτισμα ἄγγελοι ἀντὶ ἀνθρώπων γεγόνασι. Φοβήθητι τὸ τοῦ μέλλοντος ἄδηλον. Ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος· οὐδὲ ἁπλῶς ὡς κλέπτης, ἀλλὰ καθευδόντων ἡμῶν ἐπιτίθεται, καὶ ῥᾳθυμοῦντας λαβὼν ἄπεισι. Διὰ τοῦτο ἄδηλον ἐποίησε τὸ μέλλον ὁ Θεὸς, ἵνα ἀεὶ τῷ τῆς προσδοκίας ἀδήλῳ ἐν ἀρετῇ διάγωμεν. Ἀλλὰ φιλάνθρωπός ἐστι, φησί. Μέχρι πότε τὸ ψυχρὸν τοῦτο ῥῆμα καὶ καταγέλαστον λέγομεν; Ἐγὼ οὐχ ὅτι φιλάνθρωπός ἐστιν ὁ Θεὸς λέγω μόνον καὶ παύομαι· ἀλλ' ὅτι οὐδὲν φιλανθρωπότερον αὐτοῦ, καὶ ὅτι χρησίμως ἅπαντα τὰ καθ' ἡμᾶς οἰκονομεῖ. Πόσους ὁρᾷς ἐν ἡλικίᾳ πάσῃ ἐλέφαντι διάγοντας; πόσους ἀπὸ πρώτης ἡλικίας τυφλώττοντας μέχρι γήρως, ἄλλους ἐν πηρώσει μετὰ ταῦτα γενομένους, ἄλλους ἐν πενίᾳ, ἄλλους ἐν δεσμοῖς, ἑτέρους ἐν μετάλλοις, ἄλλους ὁμοῦ καταχωσθέντας, ἄλλους ἐν πολέμοις ἀναλωθέντας; Ταῦτα οὐκ ἔστι φιλανθρωπίας; εἰπέ μοι· ταῦτα οὐκ ἐδύνατο κωλῦσαι, εἰ ἠθέλησεν; ἀλλ' ἀφίησι. Ναὶ, φησί. Σὺ δὲ εἰπέ μοι, διὰ τί οἱ ἐκ πρώτης ἡλικίας τυφλοί; Οὐκ ἐρῶ, ἕως ἂν ὑπόσχῃ μοι, ὅτι φωτίζῃ, ὅτι φωτισθεὶς βιοῖς ὀρθῶς. Οὐ θέμις σοι τὰ τοιαῦτα ἐπιλύεσθαι· οὐ γὰρ δὴ μέχρι τέρψεώς ἐστιν ὁ λόγος. Κἂν γὰρ τοῦτο λύσω, ἕτερον ἐπεισέρχεται ζήτημα· ἄβυσσος γάρ ἐστι ζητημάτων ἡ Γραφή. Ὥστε μὴ μόνον ἐθίζετε ἑαυτοὺς πρὸς τὸ λύσιν ζητεῖν, ἀλλὰ καὶ πρὸς τὸ μὴ ζητεῖν. Ἐπεὶ οὐδέποτε στησόμεθα ζητοῦντες. Ἰδοὺ γὰρ, ἂν τοῦτο λύσω, μυρίας νιφάδας ἐπιδεικνύω ζητημάτων. Ὥστε μανθάνωμεν μᾶλλον τοῦτο ζητεῖν, ἢ τὰ ζητηθέντα λύειν. Οὔτε γὰρ, ἐὰν λύσωμεν, πάντως ἐλύσαμεν· ἀλλὰ κατὰ ἀνθρώπινον λογισμὸν οἰκεία τῶν τοιούτων λύσις ἡ πίστις ἐστὶ, τὸ εἰδέναι, ὅτι πάντα δικαίως καὶ φιλανθρώπως ὁ Θεὸς καὶ συμφερόντως ποιεῖ· ὅτι καταλαβεῖν αὐτῶν τὸν λόγον οὐκ ἔνι. Μία λύσις αὕτη, καὶ ταύτης ἀμείνων ἑτέρα οὐκ ἔστι. Τί γὰρ, εἰπέ μοι, τῆς λύσεως ἔργον; Πάντως μηκέτι ζητεῖν τὸ λυθέν. Κἂν τοῦτο πείσῃς σαυτὸν, ὅτι προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖται, τὰ μὲν συγχωροῦντος δι' ὃν οἶδε λόγον, τὰ δὲ ἐνεργοῦντος, ἀπηλλάγης τοῦ ζητεῖν, καὶ τῆς λύσεως τὸ κέρδος ἔλαβες. Ἀλλ' ἐπανίωμεν εἰς τὸ προκείμενον. Ἐπεὶ οὖν ὁρᾷς τοσούτους ἐν κολάσεσι, ταῦτα δὲ ὁ Θεὸς συγχωρεῖ πάντα, χρῆσαι τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν ὑγιείαν τῆς ψυχῆς. Ἀλλ' ἐρεῖς· Τί μοι χρεία πόνων καὶ ταλαιπωρίας, ἐξὸν ἀπονητὶ πάντα ἀπολύσασθαι; Μάλιστα μὲν οὐδὲ δῆλον τοῦτό ἐστι. Συμβαίνει γὰρ οὐ μόνον ἀπονητὶ μὴ ἀπολύσασθαι, ἀλλὰ καὶ ἀπελθεῖν πάντα ἔχοντα. Πλὴν εἰ καὶ τοῦτο δῆλον, οὐδὲ οὗτος ἀνεκτὸς ὁ λόγος. Εἰς ἀγῶνας εἵλκυσεν· ὅπλα κεῖται χρυσᾶ. Δέον λαβεῖν αὐτὰ καὶ μεταχειρίσασθαι, σὺ δὲ βούλει ἀδόξως σωθῆναι, καὶ μηδὲν ἀγαθὸν ἐργάσασθαι. Εἰπέ μοι, εἰ πόλεμος συνειστήκει, καὶ ὁ βασιλεὺς παρῆν, καὶ τοὺς μὲν εἶδες εἰς μέσας τὰς φάλαγγας τῶν πολεμίων ἐμπεσόντας, καὶ κατακόπτοντας, καὶ τραυματίας ἐργαζομένους μυρίους, ἑτέρους μονομαχοῦντας, ἄλλους πηδῶντας, ἄλλους ἐφ' ἵππων ὀρχουμένους καὶ ἐπαινουμένους ὑπὸ τοῦ βασιλέως, θαυμαζομένους, κροτουμένους, στεφανουμένους· ἑτέρους δὲ πάλιν ἀγαπητὸν ἡγουμένους, εἰ μηδὲν πάθοιεν κακὸν, καὶ τὴν ἐσχάτην τάξιν φυλάττοντας καὶ καθημένους· εἶτα μετὰ τὴν τοῦ πολέμου λύσιν, τοὺς μὲν καλουμένους, δεξιουμένους ταῖς μεγάλαις δωρεαῖς, ἀνακηρυττομένους· ἐκείνων δὲ οὐδὲ τοὔνομα δῆλον γενόμενον, ἀλλὰ μέχρι τῆς σωτηρίας αὐτοῖς τὴν τῶν ἀγαθῶν ἀντίδοσιν οὖσαν· τίνων ἂν ἠθέλησας γενέσθαι; Εἰ γὰρ λίθινος ἦς, εἰ γὰρ ἀναισθήτων καὶ ἀψύχων νωθέστερος, οὐκ ἂν ἐπεθύμησας ἐκείνων γενέσθαι μυριάκις; Ναὶ, δέομαι καὶ ἀντιβολῶ. Εἰ γὰρ πεσεῖν πολεμοῦντα ἔδει, οὐκ ἐχρῆν προθύμως τοῦτο ἑλέσθαι; Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς πολέμοις τούτοις πίπτοντας, πῶς εἰσι λαμπροὶ, πῶς ἔνδοξοι; καίτοι θάνατον ἀποθνήσκουσι, μεθ' ὃν οὐκ ἔστι τιμηθῆναι παρὰ τοῦ βασιλέως. Ἐπὶ δὲ ἐκείνου τοῦ πολέμου οὐδὲν τοιοῦτον, ἀλλὰ πάντως παραστήσῃ τοὺς μώλωπας ἔχων· οὓς γένοιτο πάντας ἡμᾶς ἐπιδεῖξαι καὶ χωρὶς διωγμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.