Ancient Greek · ~18 min
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-23
Not analysed yet
Οὐκοῦν φέρε πάντα κινήσωμεν ἐπὶ τοῦ παρόντος τὰ τῆς ἐλεημοσύνης εἴδη. Δύνασαι διὰ χρημάτων; Μὴ ὄκνει. Δύνασαι διὰ προστασίας; Μὴ εἴπῃς, ἐπειδὴ χρήματα οὐκ ἔστι, τοῦτο οὐδέν ἐστι. Σφόδρα καὶ τοῦτο μέγα· ὥσπερ χρυσίον δεδωκὼς, οὕτω διάκεισο. Δύνασαι διὰ θεραπείας; Καὶ τοῦτο ποίησον. Οἷον, ἰατρὸς εἶ τὴν ἐπιστήμην; Ἐπιμελήθητι ἀῤῥωστούντων· καὶ τοῦτο μέγα. Δύνασαι διὰ συμβουλῆς; Πολλῷ τοῦτο πάντων μεῖζον· αὕτη βελτίων πάντων, ἢ καὶ πλείων, ὅσῳ καὶ μεῖζον ἔχει τὸ κέρδος· οὐ γὰρ λιμὸν λύεις, ἀλλὰ θάνατον χαλεπόν. Τοιαύτης καὶ οἱ ἀπόστολοι ἐκ περιουσίας ἦσαν ἐμπεπλησμένοι· διὰ τοῦτο τὴν τῶν χρημάτων διανομὴν τοῖς μετ' αὐτοὺς ἐνεχείρισαν, αὐτοὶ τὴν διὰ τῶν λόγων ἐπιδεικνύμενοι. Ἢ μικρὰν ἐλεημοσύνην οἴει εἶναι, ψυχὴν ἀπορουμένην, κινδυνεύουσαν περὶ τῶν ἐσχάτων, ὑπὸ πυρώσεως συνεχομένην, δυνηθῆναι ἀπαλλάξαι τῆς νόσου; Οἷον, ὁρᾷς φίλον ὑπὸ φιλαργυρίας κατεχόμενον; Ἐλέησον τὸν ἄνθρωπον. Ἀποπνίγεται; Σβέσον αὐτοῦ τὸ πῦρ. Τί οὖν, ἂν μὴ πείθηται; Σὺ τὸ σαυτοῦ ποίησον, καὶ μὴ κατοκνήσῃς. Εἶδες αὐτὸν ἐν δεσμοῖς κατεχόμενον; (δεσμὰ γὰρ ὄντως τὰ χρήματα.) Ἄπελθε πρὸς αὐτὸν, ἐπίσκεψαι αὐτὸν, παραμύθησαι, πειράθητι τῶν δεσμῶν ἀπολῦσαι. Ἂν μὴ βούληται, τὴν αἰτίαν αὐτὸς ὑπομενεῖ. Εἶδες γυμνὸν καὶ ξένον; (γυμνὸς γὰρ ὄντως καὶ ξένος ἐστὶ τῶν οὐρανῶν ὁ βίου ὀρθοῦ μὴ ἐπιμελούμενος.) Λάβε εἰς τὸ καταγώγιον τὸ σὸν, περίβαλε ἱμάτια τὰ τῆς ἀρετῆς, δὸς πόλιν τὴν ἐν οὐρανῷ. Τί οὖν, ἂν ἐγὼ γυμνὸς ὦ, φησί; Καὶ σαυτὸν ἔνδυσον πρῶτον· εἰ οἶδας ὅτι γυμνὸς εἶ, πάντως καὶ ὅτι ἐνδυθῆναι ὀφείλεις οἶδας. Εἰ ταύτης μόνον τῆς γυμνότητος ἐπίστασαι τὸν τρόπον, δυνήσῃ γνῶναι ῥᾳδίως καὶ τὴν αὐτῆς καταστολήν. Πόσαι γυναῖκες σηρικὰ ἱμάτια φοροῦσι, γυμναὶ δὲ ὄντως εἰσὶ τῶν τῆς ἀρετῆς ἱματίων; Ταύτας οἱ ἄνδρες περιβαλέτωσαν. Ἀλλ' οὐ προσίενται τὰ ἱμάτια ἐκεῖνα, ἀλλὰ ταῦτα βούλονται; Τοῦτο πρῶτον ποίησον· εἰς τὴν ἐπιθυμίαν αὐτὰς τῶν ἱματίων ἐκείνων κατάστησον, δεῖξον ὅτι γυμναί εἰσι, διαλέχθητι περὶ τῆς κρίσεως τῆς μελλούσης· εἰπέ· Ἄλλων ἡμῖν ἐκεῖ δεῖ, οὐ τούτων. Εἰ δὲ ἀνέχοισθέ μου, καὶ ἐγὼ τὴν γυμνότητα δείξω. Ὁ γυμνὸς, ψύχους μὲν ὄντος, πέπηγε καὶ τρέμει, καὶ συνεσταλμένος ἕστηκε, συναγαγὼν τοὺς βραχίονας· θέρους δὲ ὄντος, οὐκ ἔτι. Ἂν τοίνυν δείξω καὶ τοὺς πλουτοῦντας καὶ τὰς πλουτούσας τοσούτῳ μάλιστα γυμνὰς, ὅσῳ μάλιστα ἂν περιβάλωνται, μὴ ἀπεχθάνεσθε. Τί οὖν, εἰπέ μοι, ὅταν τοὺς περὶ γεέννης ἀνακινῶμεν λόγους, καὶ τῶν βασανιστηρίων ἐκείνων, οὐχὶ μᾶλλον τῶν γυμνῶν ἐκείνων πεπήγασιν οὗτοι καὶ τρέμουσιν; οὐχὶ πικρὰ στενάζουσι, καὶ καταδικάζουσιν ἑαυτούς; Τί δαὶ, ὅταν τῷ δεῖνι προσέρχωνται καὶ λέγωσιν· Εὖξαι ὑπὲρ ἐμοῦ· οὐχὶ τὰ αὐτὰ ῥήματα φθέγγονται ἐκείνοις; Ἀλλὰ νῦν μὲν, ὅσα ἂν εἴπωμεν, οὔπω δήλη ἡ γυμνότης· ἔσται δὲ ἐκεῖ δήλη. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν τῶν σηρικῶν ἱματίων τούτων καὶ τῶν λίθων ἀπωλολότων, ἀπὸ μόνων τῶν τῆς ἀρετῆς καὶ τῆς κακίας ἱματίων ἅπαντες φαίνωνται· ὅταν οἱ μὲν πένητες ὦσιν ἠμφιεσμένοι δόξαν πολλὴν, οἱ δὲ πλουτοῦντες γυμνοὶ καὶ ἀσχημονοῦντες πρὸς τὰ κολαστήρια σύρωνται. Τί ἁβρότερον ἦν τοῦ πλουσίου τοῦ τὴν πορφύραν ἐνδιδυσκομένου; τί δὲ πενέστερον τοῦ Λαζάρου; τίς οὖν τὰ τῶν ἐπαιτῶν ἐφθέγγετο ῥήματα; τίς δὲ ἐν ἀφθονίᾳ ἦν; Εἰπέ μοι, εἴ τις τὴν οἰκίαν περιβάλλοι πολλοῖς τοῖς παραπετάσμασιν, αὐτὸς δὲ ἔνδον κάθηται γυμνὸς, τί τὸ κέρδος; Οὕτω καὶ ἐπὶ τῶν γυναικῶν γίνεται. Τὴν μὲν γὰρ οἰκίαν τῆς ψυχῆς, τὸ σῶμα λέγω, πολλοῖς περιβάλλουσιν· ἡ δὲ οἰκοδέσποινα ἔνδον κάθηται γυμνή. Χρήσατέ μοι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ ὑποδείξω ὑμῖν τῆς ψυχῆς τὴν γυμνότητα. Τί γάρ ἐστιν ἱμάτιον ψυχῆς, Ἀρετὴ δηλονότι. Τί δὲ γυμνότης; Κακία. Καθάπερ γὰρ εἴ τις ἀποδύσειέ τινα τῶν ἐλευθέρων, αἰσχύνεται καὶ συστέλλεται καὶ φεύγει· οὕτω δὴ καὶ ψυχὴ, ἂν θέλωμεν εἰς αὐτὴν ἰδεῖν, ἡ μὴ ταῦτα ἔχουσα τὰ ἱμάτια, ἐρυθριᾷ. Πόσας οἴει νῦν αἰσχύνεσθαι, καὶ πρὸς αὐτὸ καταδύεσθαι τὸ βάθος, ὥσπερ τι παραπέτασμα καὶ προκάλυμμα ἐπιζητούσας, ἵνα τούτων μὴ ἀκούοιεν τῶν λόγων; Αἱ δὲ μηδὲν συνειδυῖαι ἑαυταῖς, γάννυνται, χαίρουσιν, ἐναβρύνονται καὶ ἐγκαλλωπίζονται τοῖς λεγομένοις. Ἄκουσον περὶ τῆς μακαρίας Θέκλης. Ἐκείνη ἵνα Παῦλον ἴδῃ, καὶ τὰ χρυσία ἔδωκεν ἑαυτῆς· σὺ δὲ ἵνα τὸν Χριστὸν ἴδῃς, οὐδὲ ὀβολὸν δίδως, ἀλλὰ θαυμάζεις μὲν τὰ γεγενημένα ὑπ' ἐκείνης, οὐ ζηλοῖς δέ. Οὐκ ἀκούεις πῶς τοὺς ἐλεήμονας μακαρίζει ὁ Λόγος; Μακάριοι οἱ ἐλεήμονες, φησὶν, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τί τὸ κέρδος ἀπὸ τῶν πολυτελῶν ἱματίων; μέχρι πότε πρὸς ταύτην κεχήναμεν τὴν στολήν; Ἀμφιασώμεθα τὴν δόξαν τοῦ Χριστοῦ, περιβαλώμεθα τὸ κάλλος ἐκεῖνο, ἵνα καὶ ἐνταῦθα ἐπαινεθῶμεν, καὶ ἐκεῖ τῶν αἰωνίων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.