Ancient Greek · ~21 min
Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-38
Not analysed yet
Πόσα θυμοὶ καὶ ὀργαὶ δεινὰ κατειργάσαντο. Καὶ τὸ δὴ χαλεπὸν, ὅταν διαναστῶμεν, οὐκ ἔτι τοῦ συνελθεῖν ἐσμεν κύριοι, ἀλλ' ἑτέρους ἀναμένομεν· ἕκαστος αἰσχύνεται καὶ ἐρυθριᾷ ἐπανελθὼν καταλλάξαι τὸν ἕτερον. Ὅρα, διαστῆναι μὲν καὶ διασχισθῆναι οὐκ αἰσχύνεται, ἀλλὰ τοῦ κακοῦ γίνεται ἀρχηγός· προσελθεῖν δὲ καὶ τὸ ἐσχισμένον ῥάψαι αἰσχύνεται· καὶ ταυτὸν συμβαίνει, οἷον ἂν εἴ τις ἀποκόψαι μὲν τὸ μέλος μὴ ὀκνοίη, συναγαγεῖν δὲ αἰσχύνοιτο. Τί λέγεις, ἄνθρωπε; ἠδίκησας μεγάλα, καὶ αὐτὸς αἴτιος ἐγένου τῆς μάχης; Οὐκοῦν δίκαιος ἂν εἴης πρότερος ἀπελθεῖν καὶ καταλλαγῆναι, ἅτε τὴν αἰτίαν αὐτὸς παρασχών. Ἀλλ' ἠδίκησαν, κἀκεῖνος αἴτιός ἐστιν, Οὐκοῦν καὶ διὰ τοῦτο, ἵνα μᾶλλόν σε θαυμάσωσιν, ἵνα πρὸς τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ τὰ πρωτεῖα ἔχῃς, ὥσπερ οὐ τοῦ γενέσθαι τῆς ἔχθρας αἴτιος, οὕτως οὐδὲ τοῦ ἐκταθῆναι ἐπὶ πλέον τὴν ἔχθραν· ἴσως καὶ ἐκεῖνος μυρία συνειδὼς ἑαυτῷ αἰσχύνεται καὶ ἐρυθριᾷ. Ἀλλ' ἀπονενόηται; Ταύτῃ μάλιστα μὴ ὀκνήσῃς προσδραμεῖν· καὶ γὰρ διπλοῦν παρ' αὐτῷ τὸ πάθος, καὶ ἀπόνοια καὶ ὀργή. Σὺ τὴν αἰτίαν εἶπας, δι' ἣν ὀφείλεις πρότερος ἀπελθεῖν, ὁ ὑγιαίνων, ὁ δυνάμενος βλέπειν· ἐκεῖνος γὰρ ἐν σκότῳ ἐστί· τοιοῦτον γὰρ ἡ ὀργὴ καὶ ἡ ἀλαζονεία. Σὺ δὲ ὁ τούτων ἀπηλλαγμένος καὶ ὑγιαίνων πρόσελθε, πρὸς τὸν κάμνοντα ὁ ἰατρός. Μή τις λέγει τῶν ἰατρῶν, Ἐπειδὴ ἀσθενεῖ οὐκ ἀπέρχομαι; Ἀλλὰ διὰ τοῦτο μάλιστα βαδίζουσιν, ὅταν ἴδωσι μὴ δυνηθέντα ἐλθεῖν. Τῶν μὲν γὰρ δυναμένων καὶ ἐλάττονα φροντίζουσιν, ὡς οὐ νοσούντων σφόδρα, τῶν δὲ κατακειμένων οὐκέτι. Ἢ οὐ δοκεῖ σοι ἀῤῥωστίας εἶναι χαλεπώτερον ἀπόνοια καὶ θυμός; οὐχ ὁ μὲν πυρετῷ τινι ἔοικε σφοδρῷ, ἡ δὲ φλεγμαίνοντι σώματι καὶ οἰδαίνοντι; Ἐννόησον ὅσον ἐστὶ πυρετὸν ἔχειν καὶ οἴδημα· ἄπελθε, σβέσον τὸ πῦρ· δύνασαι γὰρ τῇ χάριτι τοῦ Θεοῦ· ὥσπερ ὕδατι κατάστειλον τὴν φλεγμονήν. Τί οὖν, ἂν αὐτῷ τούτῳ πλέον ἐπαίρεται, φησίν; Οὐδὲν παρὰ σέ· σὺ μὲν γὰρ τὸ σαυτοῦ ἐποίησας, ἐκεῖνος δὲ ἑαυτῷ λογιζέσθω· μὴ καταγινωσκέτω ἡμῶν τὸ συνειδὸς, ὅτι ἡμῶν ἐλλειπόντων τι τῶν δεόντων τοῦτο γίνεται. Ψώμιζε, φησὶ, τὸν ἐχθρόν σου· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅμως, καὶ τούτου ὄντος, κελεύει ἀπελθεῖν καὶ καταλλαγῆναι καὶ εὐεργετεῖν, οὐχ ἵνα ἄνθρακας πυρὸς σωρεύωμεν, ἀλλ' ἵνα εἰδὼς ἐκεῖνος τοῦτο καταστέλληται, ἵνα τρέμῃ, ἵνα φοβῆται τὰς εὐεργεσίας μᾶλλον τῶν ἐχθρῶν καὶ τὰς φιλίας ἢ τὰς ἐπιβουλάς. Οὐ γὰρ οὕτως ἐχθρὸς μνησικακῶν βλάπτει τὸν μισοῦντα, ὡς ὁ ὠφελῶν καὶ εὐεργετῶν. Μνησικακῶν γὰρ, καὶ ἑαυτὸν κἀκεῖνον ἔβλαψεν ἴσως μικρόν τι· εὐεργετῶν δὲ, ἄνθρακας πυρὸς ἐσώρευσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὐκοῦν οὐ δεῖ ποιεῖν, φησὶν, ἵνα μὴ σωρεύωμεν ἄνθρακας; Ἀλλ' ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις; καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία. Ἀλλ' ἐπὶ πλεῖον ἐκτείνειν; Οὐδαμῶς· οὐ γὰρ σὺ τοῦτο ποιεῖς, ἀλλ' ἐκεῖνος ὁ θηριώδης. Εἰ γὰρ εὐεργετοῦντός σου καὶ τιμῶντος καὶ καταλλάττοντος, μένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὑτοῦ τὴν κεφαλήν· σὺ δὲ ἀναίτιος εἶ. Μὴ γίνου τοῦ Θεοῦ φιλανθρωπότερος, ἐπεὶ μυρία πείσῃ δεινά· μᾶλλον δὲ, οὐδ' ἂν θέλῃς δυνήσῃ, οὐδὲ κατὰ μικρόν. Πῶς γάρ; Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, φησὶ, τοσοῦτον ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῶν βουλῶν ὑμῶν· καὶ πάλιν· Εἰ ὑμεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ὑμῖν; Ἀλλὰ σκῆψις ταῦτα καὶ πρόφασις. Μὴ δὴ σοφιζώμεθα τὰ προστάγματα τοῦ Θεοῦ. Καὶ πῶς σοφιζόμεθα, φησίν; Εἶπε· Τοῦτο ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· σὺ δὲ λέγεις· Φοβοῦμαι τὸν ἐχθρὸν, ὅτι μεγάλα με ἠδίκησεν. Οὐ ταῦτα λέγεις; Πῶς δὲ ὅλως ἔσχες ἐχθρόν; Ἀδικήσαντα φοβῇ, σαυτὸν δὲ οὐ φοβῇ; Εἴθε σαυτοῦ ἐφρόντιζες. Μὴ ποίει σκοπῷ τοιούτῳ· μᾶλλον δὲ κἂν τοιούτῳ ποίησον σκοπῷ. Ἀλλ' οὐ ποιεῖς. Οὐ λέγω σοι, ὅτι ἄνθρακας πυρὸς σωρεύσεις, ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω· μόνον ποίησον. Ταῦτα γὰρ πάντα, ἵνα σε ἐκκαλέσηται, φησὶν ὁ Παῦλος, ἐλπίδι τῆς τιμωρίας λῦσαι τὴν ἔχθραν. Ἐπειδὴ θηριώδεις ἐσμὲν, καὶ οὐκ ἂν ἄλλως ἀνασχοίμεθα τὸν ἐχθρὸν φιλῆσαι, εἰ μή τινα προσδοκῶμεν τιμωρίαν, καθάπερ τινὶ θηρίῳ δίδωσι ταύτην τὴν μᾶζαν· ἐπεὶ τοῖς ἀποστόλοις οὐ τοῦτό φησιν, ἀλλὰ τί; Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ἄλλως δὲ οὐκ ἔστιν εὐεργετοῦντα καὶ εὐεργετούμενον μεῖναι ἐχθρόν. Διὰ τοῦτο ταῦτα ἔθηκε. Τί ἐν τοῖς λόγοις φιλοσοφῶν, ἐν τοῖς ἔργοις οὐδὲ τὸ μέτρον φυλάττεις; Καλῶς, οὐ ψωμίζεις αὐτὸν, ἵνα μὴ ἄνθρακας πυρὸς σωρεύσῃς· οὐκοῦν φείδῃ; οὐκοῦν φιλεῖς, καὶ σκοπῷ τοιούτῳ ποιεῖς; Οἶδεν ὁ Θεὸς, εἰ σκοπῷ τοιούτῳ λέγεις· καὶ μὴν πρὸς ἡμᾶς σοφίζῃ καὶ σκήπτῃ τὸν λόγον. Προνοεῖς τοῦ ἐχθροῦ καὶ φοβῇ μὴ κολασθῇ; Οὐκοῦν ἔσβεσας τὴν ὀργήν· ὁ γὰρ οὕτω φιλῶν, ὡς τὴν οἰκείαν ὠφέλειαν παριδεῖν ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων, οὐκ ἔχει ἐχθρόν. Ἔχοις ἂν τοῦτο εἰπεῖν· Μέχρι τίνος παίζομεν ἐν οὐ παικτοῖς, οὐδὲ ἔχουσι συγγνώμην; Διὸ παρακαλῶ τῇ ἡμετέρᾳ ἀδελφότητι, ἠγαπημένοι ὑπὸ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ὑμῶν Ἰησοῦ Χριστοῦ, καὶ δέομαι ὑμῶν καὶ ἀντιβολῶ], τὰς προφάσεις ταύτας περικόψαντες, μὴ καταφρονῶμεν τῶν τοῦ Θεοῦ νόμων, [μηδὲ τῶν αὐτοῦ ἐντολῶν παροψώμεθα], ἵνα δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὴν παροῦσαν ζωὴν διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.