Ancient Greek · ~21 min
Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς. Διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-51
Not analysed yet
Ὅρα πόση γίνεται βάσανος, πρῶτον μὲν ὑπὸ πολλῶν, εἶτα καὶ ἐν χρόνῳ μακρῷ, ὥστε μὴ εἰπεῖν, ὅτι συνηρπάγη τὸ δικαστήριον. Ἐπειδὴ γὰρ ἐμνημόνευσε Λυσίου ὁ ῥήτωρ, εἰπὼν, ὅτι μετὰ βίας ἀφείλετο αὐτὸν, ἐπήγαγεν εὐκαίρως τὰ περὶ τοῦ Φήλικος, καί φησιν· Ἀνεβάλετο δὲ ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ· τουτέστιν, ἐπίτηδες ὑπερέθετο· οὐ δεόμενος μαθεῖν, ἀλλὰ διακρούσασθαι βουλόμενος τοὺς Ἰουδαίους. Ἀφεῖναι οὐκ ἤθελε δι' ἐκείνους· κολάσαι πάλιν, οὐκ ἦν δυνατόν· ἀναίσχυντον γὰρ ἦν. Διὸ καὶ ὑπερτίθεται, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς. Διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. Ἔχειν τε, φησὶν, ἄνεσιν. Οὕτως αὐτὸν καὶ αὐτὸς ἀφῆκεν ἐγκλημάτων. Τί οὖν κατέχει ἀφείς; Ἐκείνοις χαριζόμενος, ἢ καὶ ἔτι προσδοκῶν χρήματα λήψεσθαι. Διὸ καὶ μετακαλεῖται τὸν Παῦλον· καὶ ὅτι ἐπὶ τούτῳ μετεκαλέσατο, δῆλον ἡμῖν τοῦτο ποιεῖ ὁ συγγραφεὺς ἐπάγων, καὶ λέγων· Μετὰ δέ τινας ἡμέρας παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ, οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων, ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν. Διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. Ὅρα πῶς τῆς ἀληθείας ἔχεται τὰ γραφόμενα. Μετεπέμπετο δὲ αὐτὸν συνεχῶς, οὐχὶ θαυμάζων αὐτὸν, οὐδὲ ἐπαινῶν τὰ λεγόμενα, οὐδὲ πιστεῦσαι βουλόμενος, ἀλλὰ τί; Προσδοκῶν, φησὶ, χρήματα δοθήσεσθαι αὐτῷ. Σκόπει, πῶς οὐ κρύπτει ἐνταῦθα τοῦ δικαστοῦ τὴν γνώμην· καίτοι εἰ κατεγνώκει, οὐκ ἂν τοῦτο ἐποίησεν, οὐδ' ἂν ἠθέλησεν ἀκοῦσαι παρὰ καταδίκου καὶ πονηροῦ. Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόμενον, μηδὲν τούτων λέγοντα, ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ τοιαῦτα, ἐξ ὧν καὶ φοβεῖται, καὶ κατασείεται τὴν διάνοιαν. Διαλεγόμενος γὰρ, φησὶ, περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ μέλλοντος κρίματος ἔσεσθαι. Ἔμφοβος ὁ Φῆλιξ ἐγένετο. Τοσαύτη ἦν ἡ ἰσχὺς τῶν Παύλου ῥημάτων, ὅτι καὶ φοβοῦσι τὸν ἄρχοντα. Καὶ οὗτος μὲν λαμβάνει διάδοχον, καὶ ἀφίησι τοῦτον δέσμιον, καίτοι γε οὐκ ἔδει, ἀλλὰ τέλος ἐπιθεῖναι, ἀλλὰ χαριζόμενος ἐκείνοις κατέλιπεν αὐτόν. Οὗτοι δὲ οὕτως ἐνέκειντο, ὡς πάλιν ἐντυχεῖν, καίτοι οὐδενὶ τῶν ἀποστόλων οὕτως ἐπετέθησαν, ἀλλ' ἐπιτιθέμενοι, πάλιν ἀφίσταντο. Οὕτως οἰκονομικῶς ἀφίσταται τῶν Ἱεροσολύμων πρὸς τοιαῦτα θηρία ἔχων, καὶ ὅμως ἀξιοῦσιν αὐτὸν πάλιν ἀχθῆναι ἐκεῖ δικασόμενον. Ἀλλὰ καὶ ἐνταῦθα λοιπὸν ᾠκονόμησεν ὁ Θεὸς, οὐκ ἐπιτρέπων τῷ ἄρχοντι· εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα καὶ θελῆσαι χαρίσασθαι· ἀλλ' οὐκ ἀφίησιν ὁ Θεός. Ἐπειδὴ δὲ κατῆλθον, λοιπὸν ἀναισχύντως καὶ μειζόνως ἐποιοῦντο τὰς κατηγορίας· καὶ οὐκ ἰσχύσαντες ἀπὸ τῶν νομικῶν ἑλεῖν, πάλιν ἐπὶ τὸ εἰωθὸς αὐτοῖς ἔθος, τὰ κατὰ Καίσαρα ἐκίνουν, ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν. Τὸ γὰρ τὸν Παῦλον ἀπολογεῖσθαι περὶ τῶν εἰς Καίσαρα ἁμαρτημάτων, δῆλον τοῦτο ἦν, ὅθεν καὶ αὐτὸ ἑρμηνεύων ἐπάγει· Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον. Θέλων δὲ χάριν καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ, κατέλιπε τὸν Παῦλον δεδεμένον. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. Ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν, αἰτούμενοι χάριν παρ' αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλὴμ, ἔνεδρον ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησὶν, συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ. Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, ἀπολογουμένου αὐτοῦ, ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. Ὁ Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ, εἶπε· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ' ἐμοῦ; Ὅρα πῶς καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζεται, δήμῳ ὁλοκλήρῳ, καὶ πόλει. Διὰ τοῦτο πάλιν καὶ αὐτὸν ἐκφοβεῖ, ἀνθρωπίνῳ χρησάμενος ὅπλῳ· καὶ ἄκουε πῶς. Εἶπε δὲ ὁ Παῦλος· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Εἰ μὲν γὰρ ἀδικῶ, καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. Ἀλλ' εἴποι ἄν τις ἐνταῦθα· Καὶ τίνος ἕνεκεν ἀκούσας, ὅτι Καὶ ἐν Ῥώμῃ σε δεῖ μαρτυρῆσαι τὰ περὶ ἐμοῦ, ὡς ἀπιστῶν ταῦτα ἐποίει; Μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα πιστεύων. Μᾶλλον οὖν πειράζοντος ἦν τὸ θαῤῥεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐμβάλλειν κινδύνους, καὶ λέγειν· Ἴδωμεν εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελέσθαι με. Ἀλλ' οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ' ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἠρέμα δὲ καὶ καθάπτεται τοῦ ἄρχοντος οὕτως ἀπολογούμενος· μονονουχὶ γὰρ τοῦτο λέγει· Εἰ μὲν ἀδικῶ, καλῶς· εἰ δὲ οὐκ ἀδικῶ, τί με ἐκδίδως; Οὐδεὶς δύναταί με, φησὶ, χαρίσασθαι. Εἰς φόβον αὐτὸν ἐνέβαλεν ὥστε μηδὲ ἑκόντα χαρίσασθαι, ἀλλὰ καὶ πρὸς ἐκείνους ἔχειν ἀπολογίαν τὴν ἔφεσιν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.