Ancient Greek
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-9
Not analysed yet
Εἶτα πάλιν τὴν ἀνάστασιν βεβαιοῦσι δι' ὧν ἐπάγουσι λέγοντες· Ἡμεῖς οὐ δυνάμεθα μὴ λαλεῖν ἃ εἴδομεν καὶ ἠκούσαμεν. Ὥστε ἡμεῖς μὲν ἀξιόπιστοί ἐσμεν μάρτυρες, ὑμεῖς δὲ προσαπειλοῦντες, εἰκῆ πάλιν ἀπειλεῖτε. Δέον οὖν μεταβάλλεσθαι ἐφ' οἷς ὁ λαὸς ἐδόξαζε τὸν Θεὸν, οἱ δὲ καὶ ἀνελεῖν ἀπειλοῦσιν· οὕτω θεομάχοι ἦσαν. Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς. Ἐντεῦθεν περιφανέστεροι καὶ λαμπρότεροι ἐγένοντο. Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. Ἤδη ἐμαρτύρησαν οὗτοι πρὸς πάντα παραταξάμενοι. Τί ἐστιν, Ἡμεῖς οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν; Εἰ ψευδῆ, φησὶν, ἃ λέγομεν, ἐπιλαβοῦ· εἰ δὲ ἀληθῆ, τί κωλύεις; Τοιοῦτον ἡ φιλοσοφία. Ἐκεῖνοι ἐν ἀπορίᾳ, οὗτοι ἐν εὐφροσύνῃ· ἐκεῖνοι πολλῆς γέμοντες αἰσχύνης, οὗτοι μετὰ παῤῥησίας πάντα πράττοντες· ἐκεῖνοι ἐν τῷ δεδοικέναι, οὗτοι ἐν τῷ θαῤῥεῖν. Τίνες γὰρ ἦσαν, εἰπέ μοι, οἱ φοβούμενοι; οἱ λέγοντες, Ἵνα μὴ ἐπὶ πλέον διανεμηθῇ εἰς τὸν λαὸν, ἢ οἱ λέγοντες, Οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν; Καὶ ἐν ἡδονῇ, καὶ ἐν παῤῥησίᾳ, καὶ ἐν εὐφροσύνῃ μείζονι πάντων οὗτοι· ἐκεῖνοι ἐν ἀθυμίᾳ, ἐν αἰσχύνῃ, ἐν φόβῳ· τὸν γὰρ λαὸν ἐδεδοίκεσαν. Ἃ ἐβούλοντο, ἐφθέγξαντο οὗτοι· ἐκεῖνοι, ἃ ἐβούλοντο, οὐκ ἐποίησαν. Τίνες ἦσαν ἐν δεσμοῖς καὶ ἐν κινδύνοις; οὐχὶ οὗτοι μάλιστα. Ἐχώμεθα τοίνυν τῆς ἀρετῆς· μὴ μέχρι τέρψεως τὰ λεγόμενα ἔστω, μηδὲ μέχρι παραμυθίας τινός. Οὐκ ἔστι τὸ θέατρον τοῦτο, ἀγαπητὲ, κιθαρῳδῶν οὐδὲ τραγῳδῶν, ἔνθα μέχρι τῆς τέρψεως ὁ καρπὸς, καὶ τῆς ἡμέρας παραδραμούσης παρῆλθεν ἡ τέρψις. Καὶ εἴθε ἦν τέρψις μόνη, καὶ μὴ καὶ βλάβη μετὰ τῆς τέρψεως· ἀλλ' ὅμως ἄπεισιν ἐκεῖθεν οἴκαδε ἕκαστος, καθάπερ ἀπό τινος λύμης ἀναμαξάμενος πολλὰ τῶν αὐτόθι· καὶ ὁ μὲν νέος ἀπολαβών τινα τῶν σατανικῶν ᾀσμάτων μέλη, ὅσα ἴσχυσε τῇ μνήμῃ καταθέσθαι, συνεχῶς ἐπὶ τῆς οἰκίας ᾄδει· ὁ δὲ πρεσβύτης, ἅτε δὴ σεμνότερος, τοῦτο μὲν οὐ ποιεῖ, τῶν δὲ ἐκεῖσε λεγομένων ῥημάτων μέμνηται πάντων. Ἐντεῦθεν οὐδὲν ἔχοντες ἄπιτε. Καὶ πῶς οὐκ αἰσχύνης ἄξιον; Νόμον ἐθήκαμεν· μᾶλλον δὲ οὐχ ἡμεῖς ἐθήκαμεν· μὴ γένοιτο· Μὴ γὰρ καλέσητε, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς. Νόμον ἔθηκεν ὁ Χριστὸς, ὥστε μηδένα ὀμνύναι. Τί γέγονεν, εἰπέ μοι, περὶ τούτου τοῦ νόμου; οὐ γὰρ παύσομαι περὶ τούτου διαλεγόμενος, Μή πως πάλιν ἐλθὼν, κατὰ τὸν Ἀπόστολον, οὐ φείσωμαι. Ἆρα ἐμεριμνήσατε τὸ πρᾶγμα; ἆρα ἐφροντίσατε; ἆρα γέγονέ τις ὑμῖν σπουδὴ, ἢ πάλιν τῶν αὐτῶν ἁψόμεθα λόγων; Μᾶλλον δὲ εἴτε γέγονεν, εἴτε μὴ, τῶν αὐτῶν ἁψόμεθα λόγων, ἵνα φροντίσητε· εἰ δὲ ἐμεριμνήσατε, ἵνα πάλιν βεβαιότερον τοῦτο ἐργάσησθε, καὶ τοὺς ἄλλους παρακαλέσητε. Πόθεν οὖν ἡμῖν ἀρκτέον τοῦ λόγου; βούλεσθε ἀπὸ τῆς Παλαιᾶς; Ἀλλὰ τοῦτο ἡμετέρα αἰσχύνη, ὅτι τὰ ἐν τῇ Παλαιᾷ, ἃ ὑπερβαίνειν ἔδει, οὐδὲ οὕτω φυλάττομεν. Ἡμᾶς γὰρ οὐ περὶ τούτων ἀκούειν ἔδει (τῆς γὰρ Ἰουδαϊκῆς εὐτελείας ταῦτα τὰ παραγγέλματα), ἀλλ' ἐκεῖνα τὰ τέλεια· Ῥῖψον τὰ χρήματα, στῆθι γενναίως, τὴν ψυχὴν ἐπίδος ὑπὲρ τοῦ κηρύγματος, καταγέλασον τῶν ἐπὶ τῆς γῆς ἁπάντων, μηδὲν ἔστω σοι κοινὸν πρὸς τὸν παρόντα βίον· ἂν ἀδικήσῃ τις, εὐεργέτησον· ἂν πλεονεκτήσῃ, εὐλόγησον· ἂν βλασφημήσῃ, τίμησον· πάντων ἀνώτερος ἔσο. Ταῦτα καὶ τὰ τοιαῦτα ἀκούειν ἔδει. Νυνὶ δὲ ὑπὲρ ὅρκου διαλεγόμεθα· καὶ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἴ τις τὸν ὀφείλοντα φιλοσοφεῖν, ἀφελκύσας τῶν διδασκάλων ἐκείνων, συλλαβὰς ἔτι καὶ τὸ κατὰ στοιχεῖον ἀναγινώσκειν ποιοῖ. Ἐννόησόν μοι ὅση ἐστὶν αἰσχύνη, ἄνθρωπόν τινα ὑπήνην βαθεῖαν ἔχοντα, καὶ ῥόπαλον ἐπιφερόμενον, καὶ ἐξωμίδα ἔχοντα, εἰς διδασκάλους μετὰ τῶν παίδων ἀπιέναι, καὶ τὰ αὐτὰ ἐκείνοις μανθάνειν, ἆρα οὐ πολὺς ὁ γέλως; Ἀλλὰ πλείων οὗτος ὁ ἡμέτερος. Οὐ γὰρ ὅσον φιλοσοφίας τὸ μέσον καὶ γραμμάτων, τοσοῦτον τῆς Ἰουδαϊκῆς πολιτείας καὶ τῆς ἡμετέρας τὸ διάφορον, ἀλλ' ὅσον ἀγγέλων καὶ ἀνθρώπων. Εἴ τις, εἰπέ μοι, ἄγγελον ἐκ τοῦ οὐρανοῦ καταγαγὼν, κελεύσειεν ἐνταῦθα ἑστάναι καὶ ἀκροᾶσθαι τῶν ἡμετέρων λόγων, ὡς ὀφείλοντα ἀπὸ τούτων ῥυθμίζεσθαι, ἆρα οὐκ αἰσχύνη καὶ γέλως ἦν; Εἰ δὲ τὸ περὶ τούτων ἔτι παιδεύεσθαι γέλως· τὸ μηδὲ τούτοις προσέχειν, εἰπέ μοι, πόση κατάγνωσις; πόση αἰσχύνη; Καὶ πῶς γὰρ οὐκ αἰσχύνης, ὅτι ἔτι Χριστιανοὶ περὶ τοῦ μὴ δεῖν ὀμνύναι παιδεύονται; Πλὴν ἀλλ' ἀνασχώμεθα, ἵνα μὴ μᾶλλον γελώμεθα. Φέρε οὖν ἀπὸ τῆς Παλαιᾶς ὑμῖν διαλεχθῶμεν τήμερον. Τί δὲ αὕτη φησίν; Ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, μηδὲ τῷ ὀνόματι τοῦ ἁγίου συνεθισθῇς. Διὰ τί; Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς, ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως οὐδὲ ὁ ὀμνύων.