Ancient Greek · ~20 min
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 5.1-5
Not analysed yet
Ὅρα τὴν σύνεσιν τοῦ σοφοῦ τούτου. Οὐκ εἶπεν, Ὅρκῳ μὴ ἐθίσῃς τὴν διάνοιάν σου, ἀλλὰ, Τὸ στόμα σου· ὅτι τοῦ στόματος ὂν τὸ πᾶν οἶδε, καὶ ὅτι εὐκόλως κατορθοῦται. Συνήθεια γάρ ἐστι λοιπὸν ἀπροαιρέτως γινομένη· οἷόν εἰσι πολλοὶ, οἳ ἐν βαλανείοις εἰσιόντες, ἅμα τῷ τὰς θύρας ὑπερβῆναι σφραγίζονται. Τοῦτο οἶδεν ἡ χεὶρ καὶ μηδενὸς κελεύοντος ἀπὸ τῆς συνηθείας ποιεῖν. Πάλιν λύχνου ἁφθέντος, πολλάκις τῆς διανοίας ἕτερόν τι σκεπτομένης, ἡ χεὶρ τὴν σφραγῖδα ποιεῖ. Οὕτω δὴ καὶ τὸ στόμα, οὐ μετὰ τῆς ψυχῆς φθέγγεται, ἀλλὰ ἀπὸ τῆς συνηθείας, καὶ ἐν τῇ γλώττῃ τὸ πᾶν ἐστι. Καὶ τῷ ὀνόματι, φησὶ, τοῦ Ἁγίου μὴ συνεθισθῇς. Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς, ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως οὐδὲ ὁ ὀμνύων. Οὐχὶ τὴν ἐπιορκίαν ἐνταῦθα, ἀλλὰ τὸν ὅρκον ἐκκόπτει, καὶ αὐτῷ τίθησι τὴν τιμωρίαν. Ἄρα τὸ ὀμνύειν ἁμαρτία. Τοιαύτη ὄντως ἐστὶν ἡ ψυχὴ, τοσούτων γέμει τραυμάτων, τοσούτων μωλώπων. Ἀλλ' οὐχ ὁρᾷς; Τοῦτο γὰρ τὸ δεινόν· καίτοι γε δύνασαι, ἐὰν θέλῃς, ὁρᾷν· ἔδωκε γάρ σοι ὀφθαλμοὺς ὁ Θεός. Τοιούτοις ὀφθαλμοῖς ἑώρα ὁ προφήτης, λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Κατεφρονήσαμεν τοῦ Θεοῦ, ἐμισήσαμεν τὸ ὄνομα τὸ καλὸν, κατεπατήσαμεν τὸν Χριστὸν, ἐλύσαμεν τὴν αἰδῶ, οὐδεὶς μετὰ τιμῆς μέμνηται τοῦ ὀνόματος τοῦ Θεοῦ. Καὶ σὺ μὲν ἂν φιλῇς τινα, καὶ πρὸς τὸ ὄνομα διανίστασαι· τὸν δὲ Θεὸν οὕτω συνεχῶς καλεῖς ὡς οὐδέν. Κάλεσον αὐτὸν ἐπὶ εὐεργεσίᾳ ἐχθροῦ· κάλεσον αὐτὸν ἐπὶ σωτηρίᾳ τῆς σῆς ψυχῆς· τότε παρέσται, τότε εὐφραίνεις αὐτόν· νῦν δὲ παροξύνεις. Κάλεσον αὐτὸν, ὡς ἐκάλεσε Στέφανος. Τί λέγων; Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Κάλεσον αὐτὸν, ὡς ἐκάλεσεν ἡ τοῦ Ἑλκανᾶ γυνὴ, μετὰ δακρύων, μετὰ θρήνων, μετὰ εὐχῆς. Οὐ κωλύω, ἀλλὰ καὶ σφόδρα παραινῶ. Κάλεσον αὐτὸν ὡς ἐκάλεσε Μωϋσῆς, καὶ ἐβόα παρακαλῶν ὑπὲρ τῶν φυγαδευσάντων αὐτόν. Καὶ σὺ μὲν ἄν τινος μνησθῇς ἁπλῶς ἀνδρὸς αἰδεσίμου, ὕβρις τὸ πρᾶγμα· τὸν δὲ Θεὸν περιφέρων, οὐ μόνον ἁπλῶς, ἀλλὰ καὶ ἀκαίρως ἐν τοῖς σοῖς λόγοις, οὐδὲν τὸ πρᾶγμα νομίζεις; Καὶ πόσης οὐχὶ κολάσεως ἄξιος ἂν εἴης; Οὐ κωλύω τὸν Θεὸν ἔχειν διαπαντὸς ἐν διανοίᾳ (τοῦτο γὰρ καὶ εὔχομαι καὶ βούλομαι), ἀλλὰ μὴ παρὰ τὸ δοκοῦν αὐτῷ, ἀλλ' αἰνοῦντα, ἀλλὰ τιμῶντα. Μεγάλα ἂν τοῦτο εἰργάσατο ἡμῖν ἀγαθὰ, εἰ ὅτε ἔδει, καὶ ἐφ' οἷς ἔδει μόνον ἐκαλοῦμεν αὐτόν. Διὰ τί, εἰπέ μοι, ἐπὶ μὲν τῶν ἀποστόλων τοσαῦται δυνάμεις ἐγίνοντο, ἐπὶ δὲ ἡμῶν οὐχί; καίτοι ὁ αὐτός ἐστι Θεὸς, τὸ αὐτὸ ὄνομα. Ἀλλ' οὐκ ἔστιν ἴσον. Πῶς; Ὅτι ἐκεῖνοι μὲν ἐπὶ τούτοις, οἷς εἶπον, αὐτὸν ἐκάλουν μόνον· ἡμεῖς δὲ οὐκ ἐπὶ τούτοις, ἀλλ' ἐπ' ἄλλοις. Εἰ δὲ ἀπιστεῖ, καὶ διὰ τοῦτο ὀμνύεις, λέγε μὲν, Πίστευσον· πλὴν εἰ βούλει, ὄμοσον κατὰ σαυτοῦ. Οὐκ ἀντινομοθετῶν τῷ Χριστῷ λέγω, μὴ γένοιτο· Ἔστω γὰρ, φησὶν, ὑμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· ἀλλὰ συγκαταβαίνων ὑμῖν, ἵνα μᾶλλον εἰς τοῦτο ὑμᾶς ἐναγάγω, καὶ τῆς συνηθείας ἀπαγάγω τῆς τυραννικῆς. Πόσοι ἐν τοῖς ἄλλοις εὐδοκιμοῦντες ἀπώλοντο ἀπὸ τούτων τῶν πραγμάτων; Βούλεσθε μαθεῖν, διὰ τί συνεχώρουν τοῖς ἀρχαίοις ὀμνύειν; (ἐπιορκεῖν γὰρ οὐδὲ ἐκείνοις συγκεχώρητο). Ἐπειδὴ ἐν τοῖς εἰδώλοις ὤμνυον. Οὐκ αἰσχύνεσθε τούτοις ἐμμένοντες τοῖς νόμοις, οἷς ἐκεῖνοι ἐνήγοντο οἱ ἀσθενεῖς; Ἐπεὶ καὶ νῦν Ἕλληνα ἐὰν λάβω, οὐκ εὐθέως αὐτῷ ἐπιτάσσω τοῦτο, ἀλλὰ τέως εἰδέναι τὸν Χριστὸν παραινῶ· ὁ δὲ πιστὸς καὶ μαθὼν αὐτὸν καὶ ἀκούσας, εἰ μέλλοι τῆς αὐτῆς τῷ Ἕλληνι συγκαταβάσεως δεῖσθαι, τί τὸ ὄφελος; ποῖον τὸ κέρδος; Ἀλλ' ἡ συνήθεια χαλεπὸν, καὶ δυσαποσπάστως ἔχεις; Οὐκοῦν ἐπεὶ τοσαύτη τῆς συνηθείας ἡ τυραννὶς, εἰς ἑτέραν αὐτὴν μετάγαγε συνήθειαν. Καὶ πῶς δυνατόν; φησίν. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω· Ἔστωσαν λογισταὶ τῶν λεγομένων πολλοὶ, ἔστωσαν ἐξετασταὶ καὶ διορθωταί. Οὐκ ἔστιν αἰσχύνη τὸ ὑφ' ἑτέρων διορθοῦσθαι· μᾶλλον μὲν οὖν αἰσχύνη τὸ ἀπωθεῖσθαι τοὺς διορθοῦντας, καὶ ἐπὶ βλάβῃ τῆς οἰκείας σωτηρίας τοῦτο ποιεῖν. Καὶ σὺ μὲν τὴν ἐσθῆτα ἂν ἐναλλὰξ περιβάλῃ, καὶ παῖδα ἐπιτρέπεις διορθῶσαι, καὶ οὐκ αἰσχύνῃ παρ' ἐκείνου μανθάνων, καίτοι γε ἐν τούτῳ πολλὴ ἡ αἰσχύνη· ἐνταῦθα δὲ τὴν ψυχὴν βλαπτόμενος, αἰσχύνῃ, εἰπέ μοι, παρ' ἑτέρου παιδεύεσθαι; καὶ κοσμοῦντα μέν σε περὶ τὴν ἐσθῆτα φέρεις τὸν οἰκέτην καὶ ὑποδοῦντα, κοσμοῦντα δὲ τὴν ψυχὴν οὐ φέρεις; Καὶ πόσης οὐ ταῦτα ἀνοίας; Ἔστω καὶ οἰκέτης τούτων διδάσκαλος, ἔστω καὶ παιδίον, ἔστω καὶ γυνὴ, ἔστω καὶ φίλος καὶ συγγενὴς καὶ γείτων. Ὥσπερ γὰρ τὸ πάντοθεν ἐλαυνόμενον θηρίον οὐχ οἷόν τε διαφυγεῖν· οὕτω τὸν τοσούτους ἔχοντα φύλακας, τὸν τοσούτους ἐπιτιμῶντας, τὸν πάντοθεν πληττόμενον, οὐκ ἔνι μὴ φυλάξασθαι. Καὶ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ χαλεπῶς οἴσει τοῦτο, καὶ κατὰ τὴν δευτέραν, καὶ ἐν τῇ τρίτῃ· λοιπὸν δὲ ῥᾷστον ἔσται, καὶ μετὰ τὴν τετάρτην οὐδὲ τὸ πρᾶγμα ἔσται αὐτό. Ἀπόπειραν ποιήσατε, εἴ γε ἀπιστεῖτε· φροντίσατε, παρακαλῶ. Οὐκ ἔστι τὸ τυχὸν ἁμαρτανόμενον, οὐδὲ κατορθούμενον, ἀλλὰ ἑκατέρωθεν μέγα, καὶ κακὸν καὶ καλόν. Γένοιτο δὲ καλὸν γενέσθαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.