Ancient Greek · ~18 min
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 5.1-11
Not analysed yet
Εἴπω δή τι κἀγὼ, ὅπερ ἀκήκοα παρά τινος· Γέγονέ πού τις παῖς, καί ποτε συνέβη αὐτὸν εἶναι ἐν ἀγρῷ μετὰ τῆς μητρὸς, οὔπω πεντεκαιδεκαέτη γεγονότα. Τότε δὴ χαλεποῦ τινος ἀέρος συμβάντος, πυρετὸς ἐπέπεσεν ἀμφοτέροις· καὶ γὰρ τὸ μετόπωρον ἦν. Τότε δὴ ἡ μὲν μήτηρ ἔφθασεν εἰσελθεῖν ἐπὶ τῆς πόλεως· ὁ δὲ παῖς, τῶν ἰατρῶν ἐκεῖ κελευόντων μένειν, καὶ τοῦ πυρετοῦ καίοντος, ἀνακογχυλίζειν ἤρξατο δῆθεν φιλοσοφῶν, μᾶλλον τὸ πῦρ σβεννύναι οἰόμενος, εἰ μηδ' ὁτιοῦν λάβοι. Ἅτε δὴ οὖν παῖς, ὑπὸ φιλονεικίας ἀκαίρου οὐ προσήκατο. Ὡς δὲ ἐπέβη τῆς πόλεως, παρέθη τὰ τῆς γλώττης, καὶ ἄλαλος ἦν ἐπὶ πολὺ, οὐδὲν ἔναρθρον φθεγγόμενος· ἀλλὰ ἀνεγίνωσκε μὲν, καὶ εἰς διδασκάλους ἐφοίτα ἐπὶ πολὺν χρόνον, ἁπλῶς δὲ καὶ ἄσημα. Πάντα οὖν αὐτῷ τὰ τῆς ἐλπίδος ἐκκέκοπτο, καὶ ὀδύνης ἦν ἡ μήτηρ μεστή· καὶ πολλὰ μὲν ἐπενόησαν ἰατροὶ, πολλὰ δὲ ἄλλα πολλοὶ, ἴσχυε δὲ οὐδεὶς, ἕως ὅτε ὁ φιλάνθρωπος Θεὸς ἰάσατο τὸν τῆς γλώττης δεσμὸν, καὶ τότε ἀνήνεγκε, καὶ εἰς τὴν προτέραν ἐπανήγαγεν εὐγλωττίαν αὐτὸν καὶ τρανότητα. Διηγήσατο δὲ αὐτοῦ ἡ μήτηρ, καὶ ὅτι δὴ καὶ παιδίον ὃν σφόδρα μικρὸν, περὶ τὴν ῥῖνα πάθος ἔσχεν, ὃ καλοῦσι πολύπουν· καὶ πάλιν ἰατροὶ ἀπεγνώκεισαν, καὶ τελευτῆσαι ηὔχετο ἡ μήτηρ, καὶ ὁ πατὴρ αὐτῷ κατηρᾶτο (ἔτι γὰρ ἔτυχε ζῶν), καὶ πάλιν πάντα ἐν ἀπορίᾳ ἦν. Ὁ δὲ εὐθέως βήξας, ἀπὸ μύγματος τὸ θηρίον ἐκεῖνο τῇ ῥύμῃ τοῦ πνεύματος ἐξέωσεν ἀπὸ τῶν ῥινῶν, καὶ πάντα λέλυτο τὰ δεινά. Τούτου δὲ σβεσθέντος, ῥεῦμα κατὰ τῶν ὀφθαλμῶν δριμὺ καὶ γλίσχρον ἐπιῤῥέον ἀεὶ, τοσαύτας ἐποίει τὰς λήμας καὶ οὕτω παχείας, ὡς ἀντὶ διαφράγματος γενέσθαι τῇ κόρῃ, καὶ τὸ δεινὸν, πήρωσιν ἐμελέτα, καὶ πάντες ἔλεγον τοῦτο συμβήσεσθαι. Ἀλλὰ καὶ τούτου χάριτι τοῦ Θεοῦ ταχέως ἀπηλλάγη τοῦ πάθους. Καὶ ταῦτα μὲν ἅπερ ἤκουσα· ἃ δὲ αὐτὸς ἐπίσταμαι, ἐρῶ πρὸς ὑμᾶς· Ἐκινήθη ποτὲ τυράννων ὑποψία ἐν τῇ πόλει τῇ ἡμετέρᾳ (τότε δὲ ἔτι μειράκιον ἤμην)· καὶ πάντων ἔξωθεν τὴν πόλιν παρακαθημένων τῶν στρατιωτῶν, τυχὸν ἀπλάστως βιβλία ἐζήτουν γοητικὰ καὶ μαγικά. Καὶ ὁ γράψας τὸ βιβλίον, ῥίψας ἀκατασκεύαστον εἰς ποταμὸν, ἑάλω, καὶ ἀπαιτούμενος οὐκ εἶχε δοῦναι, ἀλλὰ περιήγετο τὴν πόλιν ἅπασαν δέσμιος· ὡς δὲ τῶν ἐλέγχων ἐπιτεινομένων δέδωκε δίκην, τότε ἐγὼ εἰς μαρτύριον ἀπιέναι βουλόμενος, ἐπανῄειν διὰ τῶν κήπων παρὰ ποταμὸν μετὰ καὶ ἑτέρου τινός. Ἰδὼν δὲ ἐκεῖνος τὸ βιβλίον ἄνω ἐπιπλέον, τὸ μὲν πρῶτον ἐνόμιζεν ὀθόνην εἶναι, γενόμενος δὲ ἐγγὺς, ἔγνω ὅτι βιβλίον ἦν, καὶ καταβὰς ἀνείλετο. Ἐγὼ δὲ ἐφιλονείκουν, ὥστε κοινὴν εἶναι τὴν εὕρεσιν, καὶ ἐγέλων. Ἀλλ' ἴδωμεν, φησὶν, ὅ τί ποτε καὶ ἔστιν. Ἀνακλᾷ μέρος τῆς σελίδος, καὶ εὑρίσκει ἐγγεγραμμένα μαγικά. Συνέβη δὲ κατὰ ταυτὸν στρατιώτην παριέναι. Εἶτα ἔνδοθεν λαβὼν ἀπῄει, καὶ ἐπεπήγει τῷ δέει. Τίς γὰρ ἂν καὶ ἐπίστευσεν, ὅτι ἀπὸ τοῦ ποταμοῦ λαβόντες ἀνειλόμεθα, πάντων τότε καὶ τῶν ἀνυπόπτων κατεχομένων; Καὶ ῥῖψαι οὐκ ἐτολμῶμεν, μὴ ὀφθῶμεν, καὶ καταμερίσαι αὐτὸ πάλιν ὅμοιον δέος ἦν. Ἔδωκε γοῦν ὁ Θεὸς, καὶ ἐῤῥίψαμεν, καὶ ἔσχατον ἀπηλλάγημεν τότε τῶν κινδύνων. Καὶ μυρία ἂν ἔχοιμι λέγειν, εἰ πάντα καταλέγειν ἐθέλοιμι. Καὶ ταῦτα δὲ ὑμῶν ἕνεκεν εἶπον, ὥστε εἴ τις κἂν μὴ τοιαῦτα, ἀλλ' ἕτερά τινα ἔχοι, ταῦτα μεμνήσθω διηνεκῶς· οἷον, εἴ ποτε λίθος τις ἐνεχθεὶς, μέλλων ἐπὶ σὲ ἔρχεσθαι, καὶ οὐκ ἐπὶ σὲ ἦλθε, τοῦτο ἀείμνηστον ἔχε· μεγάλην ταῦτα ποιεῖ πρὸς Θεὸν φιλίαν ἡμῖν. Εἰ γὰρ ἀνθρώπων ἀναμνησθέντες τῶν διασωσάντων ἡμᾶς, πάνυ δακνόμεθα, ὅταν αὐτοὺς ἀμείψασθαι μὴ δυνηθῶμεν· πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Τοῦτο καὶ ἀλλαχοῦ χρήσιμον. Ὅταν οὖν βουλώμεθα μὴ ἀλύειν, λέγωμεν δή· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ Παῦλος διὰ τοῦτο ἔλεγεν ὅθεν ἐῤῥύσθη, ἵνα κἀκείνους ἀναμνήσῃ. Ὅρα καὶ ὁ Ἰακὼβ πῶς πάντα ταῦτα ἐν νῷ εἶχε· διὸ καὶ ἔλεγεν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου. Καὶ μὴ μόνον, ὅτι ἐῤῥύσατο, ἀλλὰ πῶς καὶ ἐπὶ τίνι ἐννοῶμεν. Ὅρα γοῦν κἀκεῖνον ἰδικῶς μνημονεύοντα τῶν εὐεργεσιῶν. Ἐν τῇ ῥάβδῳ μου, φησὶ, διῆλθον τὸν Ἰορδάνην. Οἱ δὲ Ἰουδαῖοι καὶ τῶν ἐπὶ προγόνων μέμνηνται ἀεὶ, τὰ κατὰ τὴν Αἴγυπτον στρέφοντες. Οὐκοῦν πολλῷ μᾶλλον ἡμεῖς τῶν οἰκείων καὶ εἰς ἡμᾶς συμβεβηκότων, ποσάκις εἰς ἐπηρείας καὶ συμφορὰς ἐμπεπτώκαμεν· καὶ εἰ μὴ ὁ Θεὸς χεῖρα ὑπερέσχε, πάλαι ἂν ἀπολώλειμεν. Ταῦτα ἐννοοῦντες ἅπαντες, καὶ ἀναλεγόμενοι καθ' ἑκάστην, χάριν εἰδῶμεν διηνεκῶς τῷ Θεῷ, καὶ πάντες κοινῇ δόξαν αὐτῷ ἀναπέμψωμεν, καὶ δοξάζοντες αὐτὸν μὴ διαλιμπάνωμεν, ἵνα τῆς εὐγνωμοσύνης πολλὴν τὴν ἀμοιβὴν κομισώμεθα, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.