Ancient Greek · ~21 min
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ' ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 5.1-14
Not analysed yet
Μὴ δὴ μέγα νομίζωμεν, εἰ ἄνθρωποι φοβοῦνται ἡμᾶς. Πρῶτον μὲν γὰρ οὐδεὶς ἡμᾶς ἄνθρωπος πτοεῖται· δεύτερον, τὸ καὶ πτοουμένους ἡμᾶς μὴ μέγα τοῦτο εἶναι. Μέγα ἀγαθὸν ἡ ἀρετή· καὶ ὅρα πῶς μέγα. Ἄθλια τὰ πράγματα νομίζοντες, δι' ὧν συνέστηκεν, αὐτὴν θαυμάζομεν καὶ μακαρίζομεν. Τίς γὰρ οὐκ ἂν μακαρίσειε τὸν φιλόσοφον, καίτοι πενία, καὶ ὅσα τοιαῦτα, ἄθλια εἶναι δοκεῖ; Ὅταν οὖν διὰ τῶν ἀθλίων εἶναι δοκούντων λάμπῃ, ὅρα τὴν ὑπερβολήν. Μέγα φρονεῖς ἐπὶ δυναστείᾳ, ἄνθρωπε; Καὶ ποία δυναστεία, εἰπέ μοι, ἐχειροτονήθη; Παρὰ ἀνθρώπων ἐγένου δυνατός· ἔνδοθεν χειροτόνησον σεαυτόν. Ἄρχων γὰρ οὐχ ὁ καλούμενός ἐστιν, ἀλλ' ὁ ὤν. Ὥσπερ γὰρ ἰατρὸν οὐκ ἂν ποιήσειε βασιλεὺς οὐδὲ ῥήτορα, οὕτως οὐδὲ ἄρχοντα· οὐ γὰρ τὰ γράμματα ποιεῖ ἄρχοντα, οὐδὲ τὸ ὄνομα. Ἐπεὶ, εἰ βούλει, οἰκοδομείτω τις ἰατρεῖον, ἐχέτω καὶ μαθητὰς, ἐχέτω καὶ ὄργανα καὶ φάρμακα, καὶ εἰσίτω πρὸς τοὺς κάμνοντας· ἆρα ἀρκεῖ ταῦτα ποιῆσαι ἰατρόν; Οὐδαμῶς· ἀλλὰ δεῖ τῆς τέχνης, καὶ ταύτης ἄνευ, οὐ μόνον ταῦτα οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ βλάπτει· τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα. Ὁ μὲν οὖν μὴ ἔχων οὔτε σώζει οὔτε ἀπόλλυσιν· ὁ δὲ ἔχων, ἀπόλλυσιν, οὐκ εἰδὼς, ὅπως χρήσηται· ἐπειδὴ οὐκ ἐν τῇ φύσει τῶν φαρμάκων ἐστὶν ἡ σωτηρία μόνον, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τοῦ προσάγοντος· τούτου γὰρ μὴ ὄντος, πάντα διέφθαρται. Τοιοῦτος καὶ ὁ ἄρχων ἐστίν· ἔχει ὄργανα, τὴν φωνὴν, τὸν θυμὸν, τοὺς δημίους, τὰς ὑπερορίας, τὰς τιμὰς, τὰς δωρεὰς, τοὺς ἐπαίνους· ἔχει καὶ φάρμακα, τοὺς νόμους· ἔχει καὶ κάμνοντας, τοὺς ἀνθρώπους· ἔχει ἐργαστήριον, τὸ δικαστήριον· ἔχει μαθητὰς, τοὺς στρατιώτας· ἂν οὖν μὴ εἰδῇ τὴν ἐπιστήμην τὴν ἰατρικὴν, οὐδὲν τούτων ὄφελος. Ὁ δικαστὴς ἰατρὸς ψυχῶν ἐστιν, οὐχὶ σωμάτων· εἰ δὲ αὕτη ἡ σωμάτων τοσαύτης δεῖται ἐπιμελείας, πολλῷ μᾶλλον ἡ τῆς ψυχῆς, ἐπειδὴ καὶ μείζων ψυχὴ σωμάτων. Οὐκ ἄρα τὸ ὄνομα ἔχειν ἄρχοντος ἄρχοντά ἐστιν εἶναι· ἐπεὶ καὶ ἄλλοι καλοῦνται μεγάλα ὀνόματα· οἷον Παῦλος, Πέτρος, Ἰάκωβος, Ἰωάννης· ἀλλ' οὐκ ἀπὸ τῶν ὀνομάτων εἰσὶν ἅπερ καλοῦνται, καθάπερ οὐδὲ ἐγώ· ἀλλ' εἰμὶ τοῦ μακαρίου μὲν ἐκείνου ὁμώνυμος, οὐ μὴν συνώνυμος· οὐκ εἰμὶ Ἰωάννης, ἀλλὰ καλοῦμαι. Οὕτω κἀκεῖνοι οὐκ εἰσὶν ἄρχοντες, ἀλλὰ καλοῦνται. Εἰσὶ δὲ ἐκεῖνοι ἄρχοντες καὶ χωρὶς τούτων, ὥσπερ καὶ ἰατρὸς, κἂν μὴ χρῆται τῇ ἐπιστήμῃ, ἔχῃ δὲ αὐτὴν ἐν τῇ ψυχῇ, ἰατρός ἐστιν. Εἰσὶν ἄρχοντες ἑαυτῶν ἄρχοντες. Τρία γὰρ ταῦτά ἐστι ψυχῇ, οἰκία, πόλις, οἰκουμένη· καὶ ὁδῷ τὰ πράγματα προβαίνει. Δεῖ τοίνυν τὸν μέλλοντα ἐπιστήσεσθαι οἰκίας, καὶ καλῶς αὐτὴν οἰκοδομήσειν, πρότερον τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθμίζειν· οἰκία γὰρ αὐτοῦ ἐστιν· εἰ δὲ τὴν ἑαυτοῦ μὴ δύναιτο, ἔνθα μία ψυχὴ, ἔνθα κύριος αὐτὸς, ἔνθα ἀεὶ σύνεστιν ἑαυτῷ, πῶς τοὺς ἄλλους οἰκοδομήσει; Ὁ τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθμίσαι δυνάμενος, καὶ τὸ μὲν ποιῶν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, οὗτος καὶ οἰκίαν δυνήσεται· ὁ δὲ οἰκίαν, καὶ πόλιν· ὁ δὲ πόλιν, καὶ οἰκουμένην. Εἰ δὲ ψυχὴν οὐκ ἂν δύναιτο, πῶς οἰκουμένην δυνήσεται; Ταῦτά μοι εἴρηται, ἵνα μὴ ὦμεν ἐπτοημένοι πρὸς ἀρχὰς, ἵνα εἰδῶμεν, τί ποτέ ἐστιν ἀρχή· τοῦτο γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατάγελως καὶ δουλεία, καὶ μυρία ἕτερα ἄν τις καλέσειεν. Εἰπέ μοι, τί ἐστιν ἄρχοντος ἴδιον; ἆρα οὐχὶ τὸ ὠφελεῖν τοὺς ἀρχομένους καὶ εὐεργετεῖν; Τί οὖν, ἂν τοῦτο μὴ γένηται; πῶς ἑτέρους ὠφελήσει ὁ ἑαυτὸν μὴ ὠφελήσας; ὁ μυρίας ἔχων τυραννίδας ἐν τῇ ψυχῇ τῶν παθῶν, πῶς τὰς ἑτέρων ἐκκόψει; Οὕτω καὶ τρυφή· οὐχ αὕτη ἐστὶ τρυφὴ, ἀλλ' ἑτέρα. Ὥσπερ γὰρ ἄρχων ἐδείχθη οὐχ οὗτος, ἀλλ' ἕτερος· οὕτω καὶ ὁ τρυφῶν ἕτερός ἐστι. Δοκεῖ μὲν γὰρ εἶναι τρυφὴ, τὸ τῆς ἡδονῆς ἀπολαύειν καὶ γαστρίζεσθαι· οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ τοὐναντίον, τὸ ψυχὴν ἔχειν θαυμαστὴν καὶ ἐν ἡδονῇ εἶναι. Ἔστω γάρ τις ἐσθίων, πίνων, σπαταλῶν, ἔπειτα φροντιζέτω καὶ ἀθυμείτω· μὴ δύναται οὗτος εἶναι ἐν τρυφῇ; Οὐκ ἄρα τὸ ἐσθίειν καὶ πίνειν τρυφὴ, ἀλλὰ τὸ ἐν ἡδονῇ εἶναι. Ἔστω τις ξηρὸν λαμβάνων ἄρτον, καὶ ἐμπιπλάσθω μετ' εὐφροσύνης· ἆρα τοῦτο ἡδονή; Οὐκοῦν καὶ τρυφή. Ἴδωμεν οὖν, τίνι παραγίνεται αὕτη, τοῖς πλουτοῦσιν ἢ τοῖς μὴ πλουτοῦσιν; Οὔτε τούτοις ἁπλῶς, οὔτε ἐκείνοις, ἀλλὰ τοῖς οὕτω κατασκευάζουσι τὴν ψυχὴν τὴν ἑαυτῶν, ὥστε μὴ πολλὰς ἔχειν ἀθυμιῶν ὑποθέσεις. Καὶ ποῖός ἐστιν οὗτος ὁ βίος; ἴσως ἐρεῖ τις· ὁρῶ γὰρ κεχηνότας ἅπαντας καὶ βουλομένους ἀκοῦσαι, τίς ἐστιν ὁ βίος οὗτος ὁ μὴ ἔχων ἀθυμίας. Οὐκοῦν ὁμολογείσθω παρ' ὑμῶν πρῶτον, ὅτι τοῦτο ἡδονὴ, τοῦτο τρυφὴ, ὅταν ἀθυμία μὴ ἐνοχλῇ, καὶ μὴ ἀπαιτῇ παρ' ἐμοῦ κρέα καὶ οἶνον καὶ καρυκεύματα καὶ ἱμάτια σηρικὰ καὶ πλῆθος τραπέζης. Ἀλλ' ἂν δείξω τούτων χωρὶς παρόντα τὸν βίον τὸν τοιοῦτον, ταύτην τὴν ἡδονὴν ἀγάπησον, τοῦτον τὸν βίον· τὰ γὰρ πολλὰ ἐκ τοῦ μὴ λογίζεσθαι δεόντως παραγίνεται ἡμῖν τῶν λυπηρῶν. Τίς οὖν πλείονα λυπηθήσεται, ὁ μηδενὸς αὐτῶν φροντίζων, ἢ ὁ φροντίζων; ὁ φοβούμενος τὰς μεταβολὰς, ἢ ὁ μὴ φοβούμενος; ὁ βασκανίαν, ὁ φθόνον, ὁ συκοφαντίας, ὁ ἐπιβουλὰς, ὁ ἀπώλειαν δεδοικὼς, ἢ ὁ τούτων ἐκτός; ὁ πλειόνων δεόμενος, ἢ ὁ μηδενός; ὁ μυρίοις δουλεύων, ἢ ὁ μηδενί; ὁ μυρίων χρείαν ἔχων, ἢ ὁ ἐλεύθερος; ὁ ἕνα δεσπότην δεδοικὼς, ἢ ὁ μυρίους; Οὐκοῦν μείζων ἡ ἡδονὴ ἐνταῦθα. Ταύτην τοίνυν διώκωμεν, καὶ μὴ περὶ τὰ παρόντα ὦμεν ἐπτοημένοι· ἀλλὰ καταγελῶμεν πάσης τῆς τοῦ βίου φαντασίας, καὶ πανταχοῦ τῆς συμμετρίας ὦμεν, ἵνα δυνηθῶμεν ἄλυπον τὸν βίον τοῦτον διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.