Ancient Greek · ~16 min
Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 5.1-15
Not analysed yet
Μένωμεν οὖν ἔνθα κελεύει ἐπὶ τῆς πίστεως, ἐπὶ τοῦ λιμένος τοῦ ἀσφαλοῦς· αὐτοῦ μᾶλλον ἀκούωμεν, ἢ τοῦ κυβερνήτου τοῦ ἐν ἡμῖν, τουτέστι τοῦ λογισμοῦ. Μὴ ἅπερ ἂν ὑποβάλλῃ οὗτος, ποιῶμεν, μὴ ἅπερ ὁ ναύκληρος, ἀλλὰ ἅπερ ἂν ὁ Παῦλος· μυρίους τοιούτους διῆλθε χειμῶνας. Μὴ τῇ πείρᾳ μανθάνωμεν, ἀλλὰ πρὸ τῆς πείρας κερδάνωμεν καὶ ὕβριν καὶ ζημίαν. Ἄκουσον τί φησιν· Οἱ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν. Πειθώμεθα τοίνυν αὐτῷ, ἐπεὶ καὶ ἐκεῖνοι μὴ πεισθέντες, ὁρᾶτε τί ἔπαθον. Καὶ πάλιν ἑτέρωθι λέγει, τί ποιεῖ ναυάγια· Οἵτινες, φησὶν, ἐναυάγησαν περὶ τὴν πίστιν. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης. Πειθώμεθα Παύλῳ· κἂν ἐν μέσῳ ὦμεν χειμῶνι, πάντως ἀπαλλαγησόμεθα τῶν κινδύνων, κἂν τεσσαρεσκαίδεκα ἡμέραις ἄσιτοι διαμένωμεν, κἂν ἡ ἐλπὶς τῆς σωτηρίας ἐκπέσῃ, κἂν ἐν σκότῳ ὦμεν καὶ γνόφῳ, πεισθέντες αὐτῷ, ἀπαλλαγησόμεθα τῶν κινδύνων. Πλοῖον εἶναι νομίζωμεν τὴν οἰκουμένην πᾶσαν, κἀν τούτῳ τοὺς κακούργους καὶ μυρία ἔχοντας δεινὰ, τοὺς μὲν ἄρχοντας, τοὺς δὲ φύλακας, τοὺς δὲ δικαίους, οἷος Παῦλος, τοὺς δὲ δεσμίους, ταῖς ἁμαρτίαις δεδεμένους· ἂν μὲν οὖν Παύλῳ πειθώμεθα, οὐ δεδεμένοι ἀπολλύμεθα, ἀλλὰ καὶ λυόμεθα· χαριεῖται καὶ ἡμᾶς αὐτῷ ὁ Θεός. Ἢ οὐκ οἴει δεσμὸν εἶναι χαλεπὸν τὰ ἁμαρτήματα καὶ τὰ πάθη; οὐ γὰρ δὴ χεῖρες μόνον εἰσὶ δεδεμέναι, ἀλλ' ὁ πᾶς ἄνθρωπος. Εἰπὲ γάρ μοι, ὅταν τις χρήματα πολλὰ κεκτημένος μὴ ἀναλίσκῃ μηδὲ δαπανᾷ, ἀλλὰ κατέχῃ, οὐχὶ παντὸς δεσμίου χαλεπώτερον τῇ φειδωλίᾳ δεσμεῖται δεσμῷ ἀῤῥαγεῖ; Τί δαὶ, ὅταν τις εἱμαρμένῃ ἑαυτὸν ὑποβάλλῃ, οὐχὶ πάλιν ἄλλοις οὗτος δεσμοῖς δέδεται; Τί δαὶ, ὅταν παρατηρήσεσι; τί δαὶ, ὅταν συμβόλοις; οὐχὶ παντὸς δεσμοῦ ταῦτα χαλεπώτερα; τί δαὶ, ὅταν ἐπιθυμίᾳ ἀλόγῳ καὶ ἔρωτι; Τίς διαῤῥήξει τούτους ὑμῖν τοὺς δεσμούς; Τοῦ Θεοῦ χρεία ὥστε λυθῆναι. Καὶ ἓν μὲν τούτων ἀρκεῖ κίνδυνον ἐμποιῆσαι· ὅταν δὲ καὶ δεσμὰ καὶ χειμὼν, ἐννόησον ὅσον τὸ τῶν κινδύνων. Τί γὰρ οὐχ ἱκανὸν διαφθεῖραι; οὐχ ὁ λιμὸς, ὁ χειμὼν, ἡ κακία τῶν ἐμπλεόντων, τὸ τοῦ καιροῦ ἀνεπιτήδειον; Ἀλλὰ πρὸς ταῦτα πάντα ἔστη ἡ λαμπρότης Παύλου. Οὕτω δὴ καὶ νῦν· κατέχωμεν παρ' ἑαυτοῖς τοὺς ἁγίους, καὶ οὐκ ἔσται χειμών· μᾶλλον δὲ, κἂν ᾖ χειμὼν, ἔσται εὐδία καὶ γαλήνη πολλὴ, καὶ ἀπαλλαγὴ τῶν κινδύνων· ἐπειδὴ τὸν ἅγιον εἶχε φίλον ἡ χήρα ἐκείνη, καὶ ὁ θάνατος ἐλύθη τοῦ παιδίου, καὶ τὸν παῖδα πάλιν ζῶντα ἀπελάμβανεν. Ἔνθα πόδες ἁγίων ἐπιβαίνουσιν, οὐδὲν ἔσται λυπηρόν· κἂν γένηται, πρὸς δοκιμὴν καὶ πρὸς μείζονα δόξαν τοῦ Θεοῦ. Ἔθισον τὸ ἔδαφος τῆς οἰκίας ὑπὸ τοιούτων πατεῖσθαι ποδῶν, καὶ οὐ πατήσει δαίμων ἐκεῖ· καὶ μάλα εἰκότως. Ὥσπερ γὰρ ἔνθα ἂν εὐωδία ᾖ, οὐχ ἕξει χώραν δυσωδία· οὕτω καὶ ἔνθα μύρον ἐστὶ τὸ ἅγιον, ἀποπνίγεται δαίμων, εὐφραίνει τοὺς συνόντας, διαχέει ψυχὴν, ἀνίησιν. Ἔνθα ἄκανθαι, ἐκεῖ θηρία· ἔνθα φιλοξενία, οὐκ εἰσὶν ἄκανθαι· ἡ γὰρ ἐλεημοσύνη εἰσελθοῦσα παντὸς δρεπάνου τομώτερον ἀναιρεῖ τὰς ἀκάνθας, παντὸς πυρὸς σφοδρότερον. Μὴ φοβηθῇς· αἰδεῖται τὰ ἴχνη τῶν ἁγίων, καθάπερ λέοντας ἀλώπεκες. Δίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθεν. Εἰσαγάγωμεν τούτους τοὺς λέοντας εἰς τὴν οἰκίαν, καὶ πάντα φυγαδεύεται τὰ θηρία, οὐ βοώντων αὐτῶν μεγάλα, ἀλλ' ἁπλῶς φθεγγομένων. Οὐ γὰρ βρυχηθμὸς λέοντος οὕτω φυγαδεύει τὰ θηρία, ὡς εὐχὴ δικαίου φυγαδεύει δαίμονας· ἂν φθέγξηται μόνον, κατεπτήχασι. Καὶ ποῦ νῦν τοιοῦτοι, φησὶ, εἰσί; Πανταχοῦ, ἂν πιστεύωμεν ἡμεῖς, ἂν ζητῶμεν, ἂν περιεργαζώμεθα. Ποῦ ἐζήτησας, εἰπέ μοι; πότε τοῦτο ἔργον ἔσχες; πότε πρᾶγμα τοῦτο ἔθου; Εἰ δὲ οὐ ζητεῖς, μὴ θαυμάσῃς, ὅτι οὐχ εὑρίσκεις· Ὁ γὰρ ζητῶν εὑρίσκει, οὐχ ὁ μὴ ζητῶν. Ἄκουσον τοὺς ἐν ταῖς ἐρημίαις ὄντας· ἀπάγαγε χρυσίον καὶ ἀργύριον· πανταχοῦ τῆς οἰκουμένης εἰσί. Κἂν μὴ ἐν τῇ οἰκίᾳ δέξῃ, ἄπελθε σὺ πρὸς αὐτὸν, συγγένου τῷ ἀνδρὶ, πρὸς τὸ οἴκημα γένου τὸ ἐκείνου, ἵνα δυνηθῇς ἐπιτυχεῖν, καὶ τῆς παρ' αὐτοῦ εὐλογίας ἀπολαῦσαι. Μεγάλη γὰρ ἡ παρὰ τῶν ἁγίων εὐλογία, ἧς ἐπιτυγχάνειν σπουδάζωμεν, ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούμενοι, τῆς παρὰ τοῦ αὐτοὺς ἐνδυναμοῦντος Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.