Ancient Greek · ~18 min
Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἐκ τῆς θέρμης διεξελθοῦσα, καθήψατο τῆς χειρὸς αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-54
Not analysed yet
Πῶς παρεῖχον τὴν φιλανθρωπίαν οἱ βάρβαροι, ἑρμηνεύει· Ἀνάψαντες γὰρ, φησὶ, πυρὰν, προσελάβοντο πάντας ἡμᾶς. Ἐπεὶ οὐδὲν ὄφελος ἀλλαχόθεν τῆς σωτηρίας ἦν, τοῦ χειμῶνος μέλλοντος αὐτοὺς διαφθείρειν, ἀνάπτουσι τὴν πυράν. Εἶτα ὁ Παῦλος λαβὼν φρύγανα ἐπετίθει ἐπὶ τὴν πυράν· ὃ καὶ δηλῶν ἐπάγει λέγων· Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος. Ὅρα αὐτὸν ἐνεργοῦντα, καὶ οὐδαμοῦ θαυματουργοῦντα ἁπλῶς, ἀλλ' ἀπὸ χρείας· καὶ ἐν τῷ χειμῶνι γὰρ αἰτίας οὔσης προεφήτευσεν, ἀλλ' οὐχ ἁπλῶς, καὶ ἐνταῦθα πάλιν φρύγανα συλλέγει καὶ ἐπιτίθησιν. Ὅρα οὐδὲν τετυφωμένον ποιοῦντα οὐδὲ περιττὸν, ἀλλ' ὥστε διασωθῆναι αὐτοὺς, καὶ θέρμης τινὸς ἀπολαῦσαι. Εἶτα ἔχιδνα ἐκ τῆς θέρμης ἐξελθοῦσα, τῆς χειρὸς αὐτοῦ ἅπτεται· καὶ ὅτι ἥψατο, δῆλον ποιεῖ τοῦτο ἐκ τῆς ἐπαγωγῆς, λέγων· Ὡς δὲ εἶδον οἱ βάρβαροι τὸ θηρίον κρεμάμενον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καλῶς καὶ τοῦτο συνεχωρήθη, ὥστε καὶ ἰδεῖν αὐτοὺς καὶ φθέγξασθαι ταῦτα, ἵνα ὅταν γένηται, μὴ ἀπιστῆται τὸ θαῦμα. Ὅρα τὴν φυσικὴν κρίσιν διηρθρωμένην καὶ παρὰ βαρβάροις, καὶ αἰδεσίμως αὐτοὺς πρὸς ἀλλήλους λέγοντας, καὶ μηδὲ καταγινώσκοντας ἁπλῶς. Οὕτω καὶ οὗτοι πρότερον βλέπουσιν, ἵνα μᾶλλον θαυμάσωσιν. Ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν· οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι, ἢ καταπίπτειν ἄφνω νεκρόν. Ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι. Οἳ ἐνόμιζον αὐτὸν πίμπρασθαι, τουτέστι διαῤῥήγνυσθαι, οὗτοι θεασάμενοι, ὅτι οὐδὲν κακὸν ἔπαθε, λέγουσιν, ὅτι θεός ἐστι. Πάλιν ἄλλη τούτων ὑπερβολὴ τιμῆς, ὥσπερ καὶ τῶν ὄχλων τῶν ἐν Λυκαονίᾳ. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον χωρία ὑπῆρχε τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ· ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. Ἰδοὺ πάλιν ἄλλος φιλόξενος ὁ Πόπλιος, καὶ πλούσιος καὶ εὐπορώτατος. Οὗτος οὐδὲν ἰδὼν, ἀλλ' ἀπὸ τῆς συμφορᾶς μόνης ἐλεήσας αὐτοὺς, ὑπεδέξατο καὶ ἐθεράπευσεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Ὥστε ἄξιος ἦν τοῦ παθεῖν καλῶς· διὸ καὶ ἀμοιβὴν αὐτῷ ἀποδιδοὺς τῆς ἀποδοχῆς ἰάσατο αὐτόν. Τούτου δὲ γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενεῖς ἐν τῇ νήσῳ, προσήρχοντο καὶ ἐθεραπεύοντο· οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν· τουτέστι, καὶ ἡμῖν ἔδωκαν ἀναγομένοις τὰ πρὸς τὴν χρείαν καὶ τοῖς ἄλλοις. Ὅρα αὐτοὺς οὐδὲ τοῦ χειμῶνος ἀπαλλαγέντας μένοντας ἀτημελήτους, ἀλλὰ καὶ τὴν ὑποδοχὴν φιλότιμον γενομένην δι' αὐτόν· τρεῖς γὰρ μῆνας ἦσαν ἐκεῖ τρεφόμενοι πάντες. Καὶ ὅτι τοσοῦτον χρόνον ἐποίησαν, ἄκουε πῶς τοῦτο ἑρμηνεύων ἐπάγει· Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. Καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεμείναμεν ἡμέρας τρεῖς. Ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον· καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν ἐπ' αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν, ἄχρις Ἀππίου φόρου, καὶ Τριῶν ταβερνῶν. Οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος. Ὅρα διὰ Παῦλον πάντα γινόμενα ταῦτα, ὥστε πιστεῦσαι τοὺς δεσμώτας, τοὺς στρατιώτας, τὸν ἑκατόνταρχον. Εἰ γὰρ αὐτολίθινοι ἦσαν, καὶ δι' ὧν συμβουλεύσαντος ἤκουσαν, καὶ δι' ὧν προειπόντος, καὶ δι' ὧν θαυματουργήσαντος, καὶ δι' ὧν θρέψαντος ἀπέλαυσαν, μεγάλα ἂν ἐφαντάσθησαν περὶ αὐτοῦ. Ὅρα ὅταν ὀρθὴ κρίσις ᾖ, καὶ μὴ προκατειλημμένη πάθει τινὶ, πῶς εὐθέως λαμβάνει τὰς κρίσεις τὰς ὀρθὰς καὶ τὰς ψήφους διεγνωσμένας. Ἤδη καὶ τῆς Σικελίας τὸ κήρυγμα ἥψατο· οὕτω διέδραμε καὶ ἐν Ποτιόλοις, ἔνθα καὶ ἀδελφούς τινας εὑρόντες ἐπιμένουσι παρ' αὐτοῖς. Εἶτα καὶ ἄλλοι κατὰ φήμην αὐτοῖς ἀπαντῶσι· τοσαύτη ἦν ἡ προθυμία τῶν ἀδελφῶν, ὅτι οὐκ ἐθορύβησεν αὐτοὺς τὸ ἐν δεσμοῖς εἶναι τὸν Παῦλον, ἀλλ' ἐξῆλθον εἰς ἀπάντησιν. Ὅρα δέ μοι αὐτὸν καὶ ἀνθρώπινόν τι παθόντα. Θάρσος γὰρ, φησὶν, ἔλαβεν ἰδὼν τοὺς ἀδελφούς. Καίτοι τοσαῦτα σημεῖα ἐργασάμενος, ἀλλ' ὅμως ἔλαβε καὶ ἀπὸ τῆς ὄψεως προσθήκην. Ἀπὸ τούτου μανθάνομεν, ὅτι ἀνθρωπίνως καὶ παρεκαλεῖτο, καὶ τοὐναντίον. Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Ὁρᾷς; συνεχωρήθη αὐτῷ καθ' ἑαυτὸν μένειν. Οὐ μικρὸν καὶ τοῦτο τεκμήριον τοῦ πάνυ θαυμασθῆναι αὐτόν· οὐ γὰρ δὴ μετὰ τῶν ἄλλων ἠρίθμουν αὐτόν. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Μετὰ τρεῖς ἡμέρας ἐκάλεσε τοὺς πρώτους τῶν Ἰουδαίων, ὥστε μὴ προληφθῆναι αὐτῶν τὰς ἀκοάς. Καὶ τί κοινὸν πρὸς ἐκείνους εἶχεν; οὐ γὰρ ἂν αὐτοὶ ἔμελλον κατηγορήσειν αὐτοῦ. Ἀλλ' ὅμως οὐ τούτου ἐφρόντιζεν, ἀλλὰ τοῦτο διδάξαι καὶ μὴ προστῆναι αὐτοῖς τὰ λεγόμενα.